← 辛普里丘

亚里士多德《论天》注释

§588.8-589.24

驳德谟克利特关于原子无序运动的学说

辛普里丘注疏了亚里士多德《论天》300b31–301a4,阐明通过动因数量(一、无限、有限)的划分以及单纯位移运动的有限性,来驳斥德谟克利特关于在无限虚空中存在无限无序运动原子的主张。进而基于“无序”等同于“反乎本性”以及在无限时间中恒常存在者必依乎本性的原则,揭示德谟克利特学说的内在矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22

" Τοῖς δὲ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν ἕως τοῦ ἀλλὰ τὰ συγγενῆ μόνον." Ταῦτα πρὸς τοὺς περὶ Δημόκριτον ἐπάγει· οὗτοι γάρ εἰσιν οἱ ἄπειρα τὰ κινούμενα ἐν ἀπείρῳ τῷ κενῷ ποιοῦντες. λέγει οὖν πρὸς τούτους, ὅτι τὸ κινοῦν ἤτοι ἕν ἐστιν ἢ πεπερασμένα ἢ ἄπειρα· ἓν δὲ λέγει τὸ κινοῦν οὐ τῷ ἀριθμῷ ἀλλὰ κατὰ τὸ εἶδος, οἷον βαρύτητα ἢ κουφότητα. καὶ εἰ μὲν ἕν ἐστι τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστε οὐκ ἄτακτος ἡ κίνησις αὐτῶν ἀεὶ κατὰ ταύτην κινουμένων, εἰ δὲ ἄπειρα κατ’ εἶδος τὰ κινοῦντα, καὶ τὰς φορὰς αὐτῶν ἀναγκαῖον ἀπείρους εἶναι κατ’ εἶδος. καὶ τοῦτο εἰπὼν οὐκέτι ἄτοπον ἐπήνεγκεν ἄλλο ὡς εἰς τοῦτο ἄτοπον ἀπαγαγὼν τὸν λόγον τὸ τὰς φορὰς ἀπείρους εἶναι· τῶν γὰρ ἁπλῶν κινήσεων τὰ εἴδη πεπερασμένα ἐστίν· ἢ γὰρ κύκλῳ ἢ ἄνω ἢ κάτω· αἱ δὲ ἄλλαι μικταὶ ἐκ τούτων. ἔτι δέ, φησὶν Ἀλέξανδρος, εἰ ἄπειρα τὰ κινοῦντα, ἄπειρα δὲ καὶ τὰ κινούμενα, διττὰ ἄπειρα συμβήσεται, τοῦτο δὲ ἄτοπον· ἢ εἰ τὰ ἄπειρα κινοῖ, οὐδ’ ἂν εἴη τὰ κινούμενα ὅλως. εἰ δὲ πεπερασμένα τὰ κινοῦντα, καὶ αἱ φοραὶ πεπερασμέναι, αἱ δὲ πεπερασμέναι κατ’ εἶδος φοραὶ τεταγμέναι εἰσίν, ὥστε τάξις ἔσται τῶν κινήσεων καὶ οὐκ ἀταξία. οὐδὲ γὰρ τῷ πλείονας εἶναι τὰς φορὰς καὶ μὴ φέρεσθαι εἰς ταὐτὸν πάντα ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ εἰς ταὐτὸ φέρεται τὰ βαρέα καὶ τὰ κοῦφα, ἀλλὰ τὰ συγγενῆ μόνον· τὰ γὰρ βαρέα ἐπὶ τὸ μέσον καὶ τὰ κοῦφα ἐπὶ τὸ πέριξ. ἔλαθε δὲ ὁ Ἀριστοτέλης καὶ πεπερασμένα τὰ κινοῦντα ὑποθέμενος διὰ τοῦ εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται, ἔλαθε δὲ τὰς φορὰς πεπερασμένας ἀντὶ τῶν κινούντων λαβών.1 τοῦτο δὲ ἐποίησε, καὶ ὅτι τῶν φορῶν πεπερασμένων οὐσῶν κατ’ εἶδος καὶ τὰ κινοῦντα πεπερασμένα ἔσται κατ’ εἶδος, καὶ μάλιστα ὅτι πρὸς τὸ τάξιν εἶναι τῶν φορῶν προσεχῶς προσεδεῖτο πεπερασμένων. ὁ δὲ Ἀλέξανδρος τὴν τῶν πεπερασμένων ὑπόθεσιν παραλιπεῖν αὐτόν φησι, διότι τὸ τῷ ἑνὶ ἑπόμενον καὶ τοῖς πεπερασμένοις ἀκολουθεῖ.

“对于那些使运动之物在无限[虚空]中成为无限的人”直至“而唯有同类之物如此”。 [亚里士多德]针对德谟克利特一派提出了这些论证;因为正是他们主张在无限的虚空中运动之物是无限的。因此他对他们说,动因要么是一,要么是有限的,要么是无限的;他所谓的动因“一”,不是在数目上而是在种类上,例如重或轻。如果动因是一,就必然只有一种位移运动,因此始终依照这一运动而被运动的那些事物的运动就不是无序的;而如果动因在种类上是无限的,它们的位移运动在种类上也必然是无限的。在说了这一点之后,他没有再引入别的荒谬结论,因为他已经把论证归结到这个荒谬之处,即位移运动是无限的;因为单纯运动的种类是有限的:要么是圆周运动,要么向上,要么向下,而其他的运动则是由这些运动混合而成的。此外,亚历山大说,如果动因是无限的,而被运动之物也是无限的,就会导致双重的无限,而这是荒谬的;或者如果无限者去运动,就根本不会有被运动之物。另一方面,如果动因是有限的,位移运动也是有限的,而在种类上有限的位移运动是有序的,因此诸运动将会有秩序而非无序。因为无序并不是由于位移运动种类较多且并非万物都被运往同一处而发生的;因为重物与轻物本就不会被运往同一处,而唯有同类之物才会如此:重物运往中心,轻物运往外周。然而,亚里士多德通过“因为如果它们是有限的,就会有某种秩序”这一语句,也假设了动因是有限的而未被察觉,并且以有限的位移运动代替了动因而未被察觉。他这样做,既是因为在位移运动于种类上是有限的这一条件下,动因在种类上也必定是有限的,更是因为为了使运动具有秩序,他直接需要的是位移运动是有限的。但亚历山大声称,他之所以略去了关于有限动因的假设,是因为凡随单一动因产生的结果,同样也适用于有限的动因。

§3.23

"Ἔτι τὸ ἀτάκτως οὐδέν ἐστιν ἕτερον ἢ τὸ παρὰ φύσιν ἕως τοῦ οὐδὲν γὰρ ὡς ἔτυχε γίνεται τῶν κατὰ φύσιν." Καὶ τοῦτο τοῖς περὶ Δημόκριτον ἐπάγει μᾶλλον· οὗτοι γὰρ ἄπειρα λέγουσι τὰ κινούμενα. προλαμβάνει δέ, ὅτι τὸ ἀτάκτως τὸ παρὰ φύσιν ἐστίν, εἴπερ ἡ τάξις τὸ κατὰ φύσιν, ὅπερ αὐτὸς φύσιν εἶπε, καὶ ἕτερον, ὅτι φύσις ἐκείνη τῶν πραγμάτων, οἵαν ἔχει τὰ πλείω καὶ τὸν πλείω χρόνον· καὶ γὰρ τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν, ὃ τοῖς πλείστοις καὶ τὸν πλείω χρόνον ὑπάρχει. τούτων οὖν τεθέντων ἄτοπον καὶ ἀδύνατον τὸ ἄπειρον ἐν ἀπείρῳ χρόνῳ ἄτακτον ἔχειν κίνησιν· τὸ γὰρ ἄπειρον καὶ ἐν ἀπείρῳ χρόνῳ κινούμενον κατὰ φύσιν κινεῖται, τὸ δὲ κατὰ φύσιν κινούμενον ἀδύνατον ἄτακτον κίνησιν κινεῖσθαι, διότι τὸ ἄτακτον τῷ παρὰ φύσιν ταὐτόν ἐστι· τὸ ἄρα ἄπειρον καὶ ἐν ἀπείρῳ χρόνῳ κινούμενον ἀδύνατον ἄτακτον κίνησιν κινεῖσθαι. συμβαίνει οὖν αὐτοῖς τοὐναντίον καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὴν ἑαυτῶν βούλησιν τὸ τὴν μὲν ἀταξίαν εἶναι κατὰ φύσιν,2 εἴπερ τὸ πλείω χρόνον ὑπάρχον τοῖς πλείστοις καὶ πρῶτον τοῦτο κατὰ φύσιν ἐστί, τὴν δὲ τάξιν καὶ τὸν κόσμον παρὰ φύσιν, εἴπερ τὸν ἄπειρον χρόνον ἀτάκτως κινούμενα ἐπ’ ὀλίγον καταλλήλως συμπλεκόμενα τάττεται καὶ κοσμεῖται. καίτοι, φησίν, οὐδὲν ὡς ἔτυχε γίνεται τῶν κατὰ φύσιν, οἱ δὲ τὴν κατὰ φύσιν κίνησιν ἄτακτον λέγοντες τὰ κατὰ φύσιν ὡς ἔτυχε γίνεσθαι ἔλεγον· τὸ γὰρ ἄτακτον οὐ πρὸς τέλος ὡρισμένον ἀναφερόμενον ὡς ἔτυχε γίνεται.

“此外,‘无序地’无非就是‘反乎本性’”直至“因为凡依乎本性之物,没有一件是偶然生成的”。 这一论证他也更多是针对德谟克利特一派提出的;因为正是他们声称运动之物是无限的。他预先设定:“无序地”即是“反乎本性”,如果秩序确实是“依乎本性”的话——而这正是他自己所说的“本性”;其次,事物的本性乃是大多数事物在大部分时间中所具有的性质;因为对于人而言,属于绝大多数人且在大部分时间中存在的东西也是依乎本性的。既然确立了这些前提,那么无限之物在无限的时间中具有无序的运动便是荒谬且不可能的;因为无限且在无限时间中被运动之物是依乎本性运动的,而依乎本性运动之物不可能进行无序的运动,因为无序之物与反乎本性之物是同一的;因此,无限且在无限时间中被运动之物不可能进行无序的运动。由此,对他们而言,便导致了既违背真理又违背他们自身意图的相反结论:无序成了依乎本性的——如果这个存在于大多数事物且在大部分时间中存在、并且最初存在的东西确实是依乎本性的话;而秩序和宇宙倒成了反乎本性的——如果在无限时间中无序运动的事物只是在短暂的时间里适当交织而得以整饬并构成宇宙的话。然而,他说,凡依乎本性之物没有一件是偶然生成的,但那些将依乎本性的运动称为无序的人,却是在说依乎本性之物是偶然生成的;因为无序之物并不指向确定的目的,乃是偶然生成的。

语法注2 条
  1. 3.22ἔλαθε δὲ ὁ Ἀριστοτέλης καὶ πεπερασμένα τὰ κινοῦντα ὑποθέμενος διὰ τοῦ εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται, ἔλαθε δὲ τὰς φορὰς πεπερασμένας ἀντὶ τῶν κινούντων λαβών.

    此处两度出现的 ἔλαθε ... ὑποθέμενος 与 ἔλαθε ... λαβών 构成了 λανθάνω 加补充分词的句式,表示“做某事而未被察觉”。此处指亚里士多德也假设了动因是有限的而未被察觉,并且以有限的位移运动代替了动因而未被察觉。紧随其后的 διὰ τοῦ ... 则是带有亚里士多德原文引语(301a1)的介词短语。

  2. 3.23συμβαίνει οὖν αὐτοῖς τοὐναντίον καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὴν ἑαυτῶν βούλησιν τὸ τὴν μὲν ἀταξίαν εἶναι κατὰ φύσιν ... τὴν δὲ τάξιν καὶ τὸν κόσμον παρὰ φύσιν

    对于非人称动词 συμβαίνει,由中性单数定冠词 τὸ 引导的带宾格不定式从句(τὸ τὴν μὲν ἀταξίαν εἶναι ... τὴν δὲ τάξιν ... [εἶναι] παρὰ φύσιν)充当其真正主语。前面的 τοὐναντίον 在句中作表语或同位成分,提前指示该不定式短语的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:588.8-589.24