- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:586.3-588.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘分析了亚里士多德针对宇宙产生前的无序运动所提出的反驳(元素混合的可能性导致宇宙在生成前便已存在的荒谬),批判性地修正了亚历山大对恩培多克勒诗句的解读,并为柏拉图《蒂迈欧篇》辩护,指出宇宙前的无序运动是一种理智抽象而非时间上的现实。
" Ἔτι δὲ τοσοῦτον ἐπανέροιτο ἄν τις ἕως τοῦ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν." Καὶ ἄλλο ἄτοπον ἐπάγει τοῖς ἄτακτον κίνησιν πρὸ τοῦ κόσμου λέγουσιν, ὃ διὰ βραχυλογίαν ἀσαφέστερον δοκεῖ. ἐρωτᾷ δέ, πότερον οὐχ οἷά τε ἦν τότε οὕτω κινεῖσθαι ἀτάκτως, ὥστε καὶ μίγνυσθαι τοιαύτας μίξεις ἔνια,1 ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα, οἷον ὀστᾶ καὶ σάρκες καὶ ὅλως τὰ τῶν ζῴων μέρη καὶ τῶν φυτῶν καὶ αὐτὰ τὰ ζῷα καὶ τὰ φυτά, καθάπερ Ἐμπεδοκλῆς γίνεσθαί φησιν ἐπὶ τῆς Φιλότητος λέγων· ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν. τοῦτο δὲ ἐρωτήσας καὶ τὸ ἀντικείμενον μέρος τῆς ἐρωτήσεως καὶ τὰ ἑπόμενα ἄτοπα ἡμῖν καταλέλοιπε συλλογίζεσθαι. ἔστι δὲ τὸ μὲν ἀντικείμενον τὸ οὕτω μίγνυσθαί ποτε αὐτά, ὥστε καὶ συστῆναι ἂν ἐξ αὐτῶν τὰ φυσικὰ σώματα· τὰ δὲ ἑπόμενα ἄτοπα· εἰ μὲν γὰρ οὐχ οἷόν τε ἦν ἀτάκτως κινούμενα καὶ οὕτω κινεῖσθαι, ὡς μίγνυσθαί ποτε ἀλλήλοις τὰς εἰρημένας μίξεις, οὐ πάντῃ ἀτάκτως ἐκινεῖτο· τὸ γὰρ ἄτακτον ἀόριστόν ἐστιν, ὥστε καὶ μιχθῆναι ἂν καὶ μὴ μιχθῆναι· ὥστε οὐκ ἦν ἁπλῶς ἀταξία. εἰ δὲ ἐδύνατο καὶ τότε μιγνύμενα ταῦτα ποιεῖν πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά, διότι οἱ γίνεσθαι τὸν κόσμον λέγοντες ἐν τῇ γενέσει αὐτοῦ τὰ ζῷα οὐκ ἐκ ζῴων δηλονότι ἀλλ’ ἐκ τῶν σωμάτων συγκρινομένων ποιοῦσι, καὶ τότε ἂν κόσμος ἦν. διὰ τί γὰρ δυναμένων καὶ οὕτω μίγνυσθαι τῶν σωμάτων τότε μὲν οὐκ ἦν κόσμος, νῦν δὲ ἔστιν; καὶ ὁ ὅλος τοῦ λόγου σκοπὸς τοιοῦτος. τὸ δὲ καθάπερ Ἐμπεδοκλῆς γίνεσθαί φησιν ἐπὶ τῆς Φιλότητος ὁ μὲν Ἀλέξανδρος ὡς μίξεως παράδειγμα ἀκούει, ἐξ ἧς συνίσταται τὰ κατὰ φύσιν σώματα, καὶ συναίρεσθαι δοκεῖ τῷ λόγῳ αὐτοῦ τὸ ἐπὶ τῆς Φιλότητος τοῦτο λέγεσθαι μίξεως αἰτίας οὔσης ὥσπερ τοῦ Νείκους διακρίσεως. πῶς δὲ ἂν εἴη μίξεως σημαντικὸν ἡ ‘ἀναύχενος κόρση’ καὶ τἆλλα τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενα ἐν τούτοις γυμνοὶ δ’ ἐμπλάζοντο βραχίονες εὔνιδες ὤμων, ὄμματά τ’ οἶ’ ἐπλανᾶτο πενητεύοντα μετώπων καὶ πολλὰ ἄλλα, ἅπερ οὐκ ἔστι μίξεως παραδείγματα, ἐξ ἧς τὰ κατὰ φύσιν συνίσταται; μήποτε οὖν εἰπὼν ὁ Ἀριστοτέλης πότερον οὐχ οἷά τε ἦν κινούμενα ἀτάκτως καὶ μίγνυσθαι τοιαύτας μίξεις ἔνια, ἐξ ὧν συνίσταται τὰ κατὰ φύσιν συνιστάμενα σώματα ἐπήγαγε καθάπερ Ἐμπεδοκλῆς γίνεσθαί φησιν, τουτέστι κινούμενα ἀτάκτως μίγνυσθαι· τὸ γὰρ πλανᾶσθαι καὶ τὸ πλάζεσθαι ἄτακτον κίνησιν δηλοῖ. καὶ πῶς ταῦτα, φαίη ἄν τις, ἐπὶ τῆς Φιλότητος γίνεσθαι λέγει ὁ Ἀριστοτέλης, δι’ ἣν πάντα ἓν γίνεσθαι ὁ Ἐμπεδοκλῆς φησιν ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι; μήποτε οὖν οὐκ ἐν τῇ ἐπικρατείᾳ τῆς Φιλίας ταῦτα λέγει γενέσθαι ὁ Ἐμπεδοκλῆς, ὡς ἐνόμισεν Ἀλέξανδρος, ἀλλὰ τότε, ὅτε οὔπω τὸ Νεῖκος πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου, ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει· ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι (φησὶ τὸ Νεῖκος), τόσον αἰὲν ἐπῄει2 ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή. ἐν ταύτῃ οὖν τῇ καταστάσει “μουνομελῆ” ἔτι τὰ γυῖα ἀπὸ τῆς τοῦ Νείκους διακρίσεως ὄντα ἐπλανᾶτο τῆς πρὸς ἄλληλα μίξεως ἐφιέμενα. αὐτὰρ ἐπεὶ (φησί) κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων, ὅτε τοῦ Νείκους ἐπεκράτει λοιπὸν ἡ Φιλότης, ταῦτά τε συμπίπτεσκον, ὅπῃ συνέκυρσεν ἕκαστα, ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο. ἐπὶ τῆς Φιλότητος οὖν ὁ Ἐμπεδοκλῆς ἐκεῖνα εἶπεν, οὐχ ὡς ἐπικρατούσης ἤδη τῆς Φιλότητος, ἀλλ’ ὡς μελλούσης ἐπικρατεῖν, ἔτι δὲ τὰ ἄμικτα καὶ μονόγυια δηλούσης. ἀλλ’ εἰ μὲν οὕτως ἔλεγεν ὁ Τίμαιος ὡς πρὸ τῆς τοῦ κόσμου γενέσεως τῷ ὄντι οὔσης ἀτάκτου τῶν στοιχείων κινήσεως, καλῶς ἂν ὄντως καὶ φυσικῶς ὁ Ἀριστοτέλης3 πρὸς τὸν Τιμαίου λόγον ὑπήντησεν· εἰ δὲ τοῦτο παραστῆσαι βουλόμενος, ὅτι πᾶσα τάξις καὶ διακόσμησις ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος ἐφήκει τῇ ὕλῃ, αὐτὴν καθ’ αὑτὴν ἀπογυμνώσας τῷ λόγῳ μετὰ μόνης τῆς ἐπιτηδειότητος τῆς πρὸς τὰ εἴδη πλημμελῶς αὐτὴν καὶ ἀτάκτως κινουμένην ὑπέδειξε, καὶ τὰ τοῦ Τιμαίου νοερᾶς ἐστι θεωρίας γεννήματα, καὶ ὁ Ἀριστοτέλης πρὸς τὸ φαινόμενον τοῦ ῥηθέντος ἀλλ’ οὐ πρὸς τὸ ἀληθὲς ἱκανῶς ἠγωνίσατο. ὥσπερ δὲ ἐν Τιμαίῳ πρὸ τῆς κοσμοποιίας ὁ Πλάτων τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν πλημμελῶς καὶ ἀτάκτως κινουμένην ὑπέδειξεν, οὕτως ἐν τῷ Πολιτικῷ ἀποστήσας τῷ λόγῳ τοῦ κόσμου τὴν δημιουργικὴν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης ἀναστρεφόμενον αὐτὸν παραδείκνυσιν.
“此外,人们还可以提出这样的问题”直至“许多无颈的头颅生出”。 对于那些主张在宇宙之前存在无序运动的人,[亚里士多德]还提出了另一个荒谬结论,该结论因其简练而显得有些晦涩。他问道,当时的事物在无序运动中,难道不可能也以这样一种方式运动,以至于某些事物结合成构成本性上成立之物体的那些混合物——例如骨骼和肌肉,以及总体而言动物和植物的部分,乃至动植物本身——,正如恩培多克勒声称在爱之下发生的那样,说:“其时许多无颈的头颅生出”?在提出这个问题之后,他便将问题的对立方面以及随之而来的荒谬之处留待我们去推导。对立的方面是:它们曾经以这样一种方式结合,以至于本性上的物体也能够由它们构成;而随之而来的荒谬之处则是:因为如果无序运动着的事物不可能也以有时彼此结合成上述混合物的方式运动,那么它们就不是完全无序地运动;因为无序之物是不确定的,以至于它既可能结合也可能不结合;因此这并非单纯的无序。另一方面,如果当时这些事物在结合时也能够生成火、土、水、气,以及由这些构成的动植物——因为主张宇宙产生的人,在宇宙的生成过程中显然不是从动物中生成动物,而是从结合起来的物体中产生动物——,那么在那时宇宙也已经存在了。因为既然诸物体也能够如此结合,为何那时没有宇宙,而如今却存在呢?这便是整个论证的旨趣所在。 至于“正如恩培多克勒声称在爱之下发生的那样”这一表述,亚历山大将其理解为构成本性上之物体的混合的例子,而既然爱是结合的原因,正如斗争是分离的原因一样,“在爱之下”这一说法似乎支持了他的论点。然而,“无颈的头颅”以及恩培多克勒在这些诗句中所说的其他事物——“赤裸的手臂游荡着,缺乏肩膀;眼睛孤零零地漂泊着,缺少前额”,以及许多其他并不属于构成本性上之物体的混合例证之物——又怎能表示混合呢?因此,或许亚里士多德在说了“某些事物在无序运动中,难道不可能也结合成构成本性上成立之物体的那些混合物”之后,加上了“正如恩培多克勒声称发生的那样”,意思是说在无序运动中进行结合?因为“漂泊”与“游荡”正是指无序的运动。有人可能会问:亚里士多德怎么会说这些事物发生在“爱”之下呢?恩培多克勒说万物因爱而合为一体:“在其中诚然所有这些聚合在一起成为独一的存在”。因此,或许恩培多克勒并非如亚历山大所认为的那样,说这些发生在“爱”完全统治的时期,而是发生在那时:斗争尚未完全退到圆环的最外边界,而是“一部分留存于肢体之中,一部分已经退去;斗争每每向外退避多少,无可指责之爱的温和而不朽的冲击便随之推进多少”。因此,在这种状态下,因斗争的分离而仍然“单肢”的肢体四处漂泊,渴望彼此结合。接着他说:“但是当神与神更大地混合”,即当“爱”终于压倒“斗争”时,“这些肢体便按照各自偶遇的方式相聚在一起,此外还有许多其他连续的事物由此产生”。因此恩培多克勒说那些事情发生在“爱”之下,并不是指“爱”已经占据支配地位,而是指它即将占据支配地位,且仍在显现那些未混合和孤立肢体的事物。 然而,如果蒂迈欧是在真正的意义上主张宇宙生成之前存在诸元素的无序运动,那么亚里士多德对蒂迈欧的论点确实作出了极佳且符合自然学的回应;但如果蒂迈欧意在表明一切秩序和修饰皆是由造物主的至善赋予质料的,而在论理中将质料本身剥离出来,只保留其对形式的适宜性,并指出它处于失调且无序的运动中,那么蒂迈欧的学说便是理智观照的产物,而亚里士多德只是针对字面表象作了充分的驳斥,却未能针对其真实的旨意。正如柏拉图在《蒂迈欧篇》中指明宇宙生成之前质料本身处于失调且无序的运动中一样,他在《政治家篇》中也同样在论理上去除了造物主对宇宙的顾护,展示了宇宙受命运支配而逆向旋转的情形。
- 3.21ἐρωτᾷ δέ, πότερον οὐχ οἷά τε ἦν τότε οὕτω κινεῖσθαι ἀτάκτως, ὥστε καὶ μίγνυσθαι τοιαύτας μίξεις ἔνια
由 πότερον 引导的间接疑问从句结构。通常该结构应构成 πότερον... ἤ... 的双重选择,但亚里士多德原文仅提出了前一肢(οὐχ οἷά τε ἦν...),而省略了对立肢。辛普里丘在此梳理了这一省略结构,说明其潜藏的对立肢(τὸ ἀντικείμενον μέρος τῆς ἐρωτήσεως)及其各自引发的荒谬后果,从而将其重构为一个完整的二难推理。
- 3.21ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι (φησὶ τὸ Νεῖκος), τόσον αἰὲν ἐπῄει
相关词结构 ὅσσον... τόσον...(“每当退避多少……便相应推进多少……”)。从属分句中的动词 ὑπεκπροθέοι 采用表示过去反复/持续动作的祈愿语气,与主句的未完成过去时 ἐπῄει 相互呼应,生动描绘了随着“斗争”的退避,“爱”成比例地推进这一持续的过程。
- 3.21εἰ δὲ τοῦτο παραστῆσαι βουλόμενος ... καὶ τὰ τοῦ Τιμαίου νοερᾶς ἐστι θεωρίας γεννήματα, καὶ ὁ Ἀριστοτέλης
对偶条件句 εἰ μὲν... εἰ δὲ... 后半段的长大句式。在带有修饰主语的分词短语(βουλόμενος... ἀπογυμνώσας...)并以限定动词 ὑπέδειξε 收束的长条件分句(说明柏拉图的写作意图与方法)之后,主句归结部由双重连词 καὶ... καὶ... 并列引出(“则蒂迈欧的学说是……而亚里士多德则是……”),清晰地将柏拉图的理智观照与亚里士多德针对表象的字面批驳相对置。
