← 辛普里丘

亚里士多德《论天》注释

§584.27-586.2

第一被运动者与运动原理三分法及宇宙生成前之运动

辛普里丘探讨了关于第一本性被运动物体(天体)的文本异文及亚历山大的阐释,确立了运动原理的三分法(不动的推动者、自动者、本性)。他证明了若宇宙之前存在本性运动则会导致“宇宙之前已有宇宙”的荒谬结论,并对亚历山大将此论证推广至德谟克利特派的做法进行了审慎的批驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20#2

ἔστι δὲ ὁ οὐρανὸς τὸ πρῶτον κατὰ φύσιν κινούμενον ἢ ὑφ’ ἑαυτοῦ, ἂν ᾖ γεγραμμένον ἀνάγκη κινεῖν ἑαυτὸ κινούμενον κατὰ φύσιν, εἰ δέ, ὡς ὁ Ἀλέξανδρος ἀξιοῖ, χωρὶς τοῦ εἰ γέγραπται “αὐτὸ κινούμενον κατὰ φύσιν”,1 ὑπὸ τοῦ ἀκινήτου δηλονότι αἰτίου κινούμενον. οὕτω δὲ ὁ Ἀλέξανδρος γράφει καίτοι πολλῶν βιβλίων τὸ εἰ ἐχόντων δείσας, οἶμαι, μὴ καὶ κατὰ Ἀριστοτέλην τὸ πρῶτον κινοῦν τὰς φυσικὰς κινήσεις τὸ αὐτοκίνητον εὑρεθῇ· “οὐδὲ γὰρ ἦν, φησί, πρὸ τοῦ τὸν κόσμον γενέσθαι κατὰ Πλάτωνα τὸ αὐτοκίνητον, τουτέστιν ἡ ψυχή· ἢ κἀκεῖνο, φησίν, αὐτοκίνητον, εἴ γε μὴ ὑπ’ ἄλλου ἐκινεῖτο, οὐ πάντως δέ, εἰ αὐτοκίνητον, ψυχή· καὶ γὰρ καὶ τὰ κατὰ φύσιν κινούμενα αὐτοκίνητά πως τῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχειν ἐν ἑαυτοῖς.” χρὴ δὲ ἐπιστῆσαι, ὅτι διττὴ ἡ ἀρχὴ τῆς κινήσεως, ἡ μὲν κατὰ τὸ κινεῖν, ἡ δὲ κατὰ τὸ κινεῖσθαι, μᾶλλον δὲ τριττή· ἔστι γὰρ καὶ ἡ κατὰ τὸ κινεῖν ἅμα καὶ κινεῖσθαι· καὶ ὅτι ἡ μὲν κατὰ τὸ κινεῖν μόνως ἀρχὴ ἐν τῷ πρώτως κινοῦντι τῷ ἀκινήτῳ ἐστὶν αἰτίῳ, ἡ δὲ κατὰ τὸ κινεῖν ἅμα καὶ κινεῖσθαι ἐν τῷ κυρίως αὐτοκινήτῳ, ἐν ᾧ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ τό τε κινοῦν καὶ τὸ κινούμενον, ἡ δὲ κατὰ τὸ κινεῖσθαι τῆς κινήσεως ἀρχὴ ἐν τοῖς φυσικοῖς ἐστιν ἡ φύσις· αὕτη γὰρ πρώτη κινουμένη ὑπὸ ψυχῆς ἑαυτῇ τὰ σώματα συγκινεῖ. εἰ οὖν τὸ πρῶτον κινοῦν κατὰ φύσιν κινεῖ, δῆλον, ὅτι καὶ τὰ κινούμενα ὑπ’ αὐτοῦ κατὰ φύσιν κινεῖται, κινούμενα δὲ κατὰ φύσιν ἐπὶ τοὺς οἰκείους ἂν φερόμενα τόπους ἠρεμοίη, οὕτω δὲ κόσμον ἂν ποιοίη τὴν νῦν ἔχοντα τῶν σωμάτων τάξιν, εἴπερ τὰ μὲν βάρος ἔχοντα ἐπὶ τὸ μέσον φερόμενα ἐκεῖ ἠρεμοίη, τὰ δὲ κοῦφα ἐπὶ τὸ ἄνω ἀπὸ τοῦ μέσου· ταύτην γὰρ ὁ κόσμος ἔχει καὶ νῦν πρὸς ἄλληλα τῶν σωμάτων διάστασιν· ὥστε ἦν κόσμος πρὸ τοῦ κόσμον γενέσθαι. εἰ οὖν μήτε βίᾳ μήτε κατὰ φύσιν, δῆλον, ὅτι οὐκ ἂν εἴη πρὸ τοῦ κόσμου κίνησις. Ὁ δὲ Ἀλέξανδρος καὶ τοῦτο προστίθησιν, ὡς, εἰ ἄπειρον χρόνον ἐξ αὑτῶν ἀτάκτως ἐκινεῖτο τὰ στοιχεῖα, ἔπειτα ἀρξάμενα ἀπό τινος χρόνου τεταγμένως ὑπό τινος κινεῖται εἰς ἄπειρον, ἐκείνη ἂν ἡ κίνησις κατὰ φύσιν εἴη τοῖς σώμασιν, ἣν ἐξ αὑτῶν κινοῦνται·2 τὰ γὰρ κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως κινούμενα κατὰ φύσιν κινεῖται· ἡ δὲ κατὰ φύσιν κίνησις τάξει καὶ κόσμῳ μᾶλλον ἁρμόζει. Καὶ τοῦτο δὲ προστίθησιν ὁ Ἀλέξανδρος, ὅτι τὸ ἄτοπον τοῦτο τὸ εἶναι κόσμον πρὸ τοῦ γενέσθαι οὐ μόνον τοῖς ἐν τῷ Τιμαίῳ ῥηθεῖσιν ἀκολουθεῖ, ἀλλὰ καὶ τοῖς περὶ Λεύκιππον καὶ Δημόκριτον τὰς ἀτόμους ἐν ἀπείρῳ τῷ κενῷ βίᾳ φέρεσθαι λέγουσιν· εἰ γὰρ ἀνάγκη πρὸ τοῦ παρὰ φύσιν εἶναι τὸ κατὰ φύσιν, τούτου δὲ ὄντος ἀνάγκη κόσμον εἶναι, εἴη ἂν πρὸ τοῦ γενέσθαι. μήποτε δὲ οὐκ ἀκολουθεῖ τοῦτο λέγειν τοῖς περὶ Δημόκριτον·3 ἐκεῖνοι γὰρ ἀεὶ βίᾳ κινεῖσθαι ἔλεγον καὶ κόσμου ὄντος, ἀλλ’ οὐ πρὸ τῆς κοσμοποιίας μόνον, ὡς ὁ Τίμαιος ἔγραψεν.

而天是第一个依本性被运动之物,若原文作“它自身[ἑαυτό]依本性被运动着进行推动乃是必然的”,它便是由自身推动的;若如亚历山大所主张的那样,原文没有“ε[εἰ]”,作“它本身[αὐτό]依本性被运动”,显然它就是由不动的动因所运动的。亚历山大之所以这样书写,尽管许多抄本都带有“ε[εἰ]”,依我之见,乃是唯恐在亚里士多德这里,自然运动的第一推动者也会被发现是自动者:“因为,”他说,“按照柏拉图的观点,在宇宙产生之前根本不存在自动者,即灵魂;或者,”他说,“如果它确实不是被他物运动,那它也是自动者,但即使是自动者,也绝非必然是灵魂;因为依本性运动的诸物体在某种意义上也是自动者,因其自身之中具有运动的原理。”然而应当提请注意的是,运动的原理是双重的,一种就推动而言,另一种就被运动而言;或者不如说是三重更为恰当,因为还存在一种兼具推动与被运动的原理;并且,单就推动而言的原理存在于第一推动者即不动的动因中,兼具推动与被运动的原理则存在于严格意义上的自动者中——在其中,推动者与被运动者在作为基础的主体上是同一种东西——,而在被运动方面的运动原理乃是自然物之中的‘本性’;因为本性首先被灵魂所运动,随之与自身一同推动着诸物体。因此,如果第一推动者是依本性推动的,显而易见,由它运动的诸物也是依本性运动的;而既然是依本性运动,它们被运送到各自固有的处所就会静止下来,并以此方式构建出一个具有当今物体秩序的宇宙,倘若有重量之物被运送到中心并在那里静止,而轻物则从中心向上运送;因为宇宙即使在当下也具有物体彼此之间的这一间隔;以至于在宇宙产生之前就已经存在着宇宙。因此,若既非由于强力亦非依本性,显而易见在宇宙之前不可能存在运动。 亚历山大还补充了这一点:如果诸元素在无限的时间中因自身而作无序运动,随后从某个时间开始被某物有序地运动直至无限,那么对于诸物体而言,依本性的运动就将是它们因自身而作的那个运动;因为凡按照自身之内的运动原理而运动的,都是依本性运动的;而依本性的运动更与秩序和宇宙相契合。 亚历山大还补充说,这种荒谬的结论——即在宇宙产生之前便存在宇宙——不仅随附于《蒂迈欧篇》中的说法,而且同样随附于留基伯和德谟克利特一派声称原子在无限虚空中受强力运行的观点;因为如果违反本性之物前必然存在依本性之物,而存在后者便必然存在宇宙,那么在宇宙产生之前就会存在宇宙。然而,或许对德谟克利特一派来说得出这一论断并不恰当;因为他们主张,即使在宇宙存在时,原子也始终是受强力运动的,并不像《蒂迈欧篇》所写的那样仅仅发生在宇宙创生之前。

语法注3 条
  1. 3.20χωρὶς τοῦ εἰ γέγραπται “αὐτὸ κινούμενον κατὰ φύσιν”

    关于文本异文的处理。此处的 εἰ(εἶ)是字母 ε 的名称:许多抄本带有字母 ε(即反身代词 ἑαυτό),而亚历山大则主张省去 ε,将代词读作 αὐτό(即 αὐτὸ κινούμενον)。辛普里丘在此指出,亚历山大做此构词与句法选择,是为了避免将第一自然物体解读为“自身运动者(ἑαυτὸ κινοῦν)”,而是将其解释为由不动动因推动的“天体本身(αὐτὸ κινούμενον)”。

  2. 3.20ἐκείνη ἂν ἡ κίνησις κατὰ φύσιν εἴη τοῖς σώμασιν, ἣν ἐξ αὑτῶν κινοῦνται

    关系代词 ἣν 的先行词为 κίνησις,并在从句中作 κινοῦνται 的同族宾语(内部宾格)。主句使用 ἄν 加祈愿语气(ἂν ... εἴη),表达推论中的潜在假定结果(“那就会是……依本性的运动”)。

  3. 3.20μήποτε δὲ οὐκ ἀκολουθεῖ τοῦτο λέγειν τοῖς περὶ Δημόκριτον

    μήποτε 接陈述语气现在时是一种表达委婉怀疑、保留意见或审慎反驳的惯用句式(“或许并不能这样说……”)。辛普里丘借此对亚历山大把《蒂迈欧篇》中的归谬推论不加区分地延展至德谟克利特派的做法提出了质疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:584.27-586.2