← 辛普里丘

亚里士多德《论天》注释

§583.15-584.27

驳无序原初运动与依本性运动的优先性

辛普里丘阐释了亚里士多德在《天论》300b8中对原子论者(留基伯与德谟克利特)及《蒂迈欧篇》宇宙论的批判,后者主张初始运动是无序且违反本性的,亚里士多德由此论证依本性的运动在逻辑与时间上必然优先于违反本性的强力运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20#1

" Διὸ καὶ Λευκίππῳ καὶ Δημοκρίτῳ ἕως τοῦ ταύτην δὲ ὁ κόσμος ἔχει τὴν διάστασιν." Δείξας, ὅτι ἔστι κατὰ φύσιν κίνησις τοῖς σώμασι καὶ προτέρα γε τῆς παρὰ φύσιν· οὐδὲ γὰρ αὕτη ἂν ἦν μὴ οὔσης ἐκείνης· εὐθύνει τοὺς τὴν ἄτακτον καὶ παρὰ φύσιν κίνησιν πρὸ τῆς κατὰ φύσιν εἶναι λέγοντας. διττὴ δὲ ἦν αὕτη ἡ δόξα· οἱ μὲν γὰρ περὶ Λεύκιππον καὶ Δημόκριτον ἔλεγον ἀεὶ κινεῖσθαι τὰ πρῶτα κατ’ αὐτοὺς σώματα, τουτέστι τὰς ἀτόμους, ἐν τῷ ἀπείρῳ κενῷ βίᾳ, ὁ δὲ Τίμαιος πρὶν γενέσθαι τὸν κόσμον ἀτάκτως κινεῖσθαι τὰ στοιχεῖά φησι. λέγει οὖν πρὸς μὲν τὴν προτέραν δόξαν· εἰ ἄλλη ὑπ’ ἄλλης τῶν ἀτόμων βίᾳ καὶ παρὰ φύσιν κινεῖται ἀεί, τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις; ἀνάγκη γὰρ τὴν κατὰ φύσιν ἑκάστου προϋπάρχειν, ᾗ παρυφέστηκεν ἡ παρὰ φύσιν, διὸ καὶ παρὰ φύσιν λέγεται· εἰ οὖν ὑπ’ ἀλλήλων βίᾳ κινοῦνται, δεῖ τὴν πρώτην κινοῦσαν μὴ βίᾳ κινουμένην κινεῖν ἀλλὰ κατὰ φύσιν ἢ ὑφ’ ἑαυτῆς κινουμένην ἢ ὑπὸ ἀκινήτου αἰτίου, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν· τὸ γὰρ βίᾳ κινούμενον ὤσει τινὶ καὶ μοχλείᾳ κινούμενον ὑπὸ κινουμένου κινεῖται· εἰ οὖν καὶ τοῦτο ἐπ’ ἄπειρον ἰέναι,1 καὶ οὕτως οὐδὲν κινηθήσεται· ὥστε ἀνάγκη προϋπάρχειν τῆς παρὰ φύσιν κινήσεως τὴν κατὰ φύσιν, καὶ τίς αὕτη, λεγέτωσαν, καὶ μέντοι μὴ ἀεὶ εἶναι τὴν παρὰ φύσιν, εἴπερ προυπάρχειν αὐτῆς ἀνάγκη τὴν κατὰ φύσιν. ὁ δὲ Ἀριστοτέλης τὸ ἀδύνατον τῆς τῶν ἀτόμων κινήσεως ἐνεδείξατο καὶ διὰ τοῦ ἐν τῷ κενῷ καὶ τῷ ἀπείρῳ κινεῖσθαι τὰ πρῶτα σώματα. εἰ γὰρ πᾶσα φορά ποθέν ποι, ἐξ ὡρισμένου εἰς ὡρισμένον, ἐν δὲ τῷ ἀπείρῳ οὐδὲν ὥρισται, οὐκ ἄν τι ἐν τῷ ἀπείρῳ κινοῖτο. ἔτι δὲ πᾶσα φορὰ ἢ ἄνω ἢ κάτω, ἐν δὲ τῷ ἀπείρῳ οὐδὲν ἄνω ἢ κάτω, ὡς ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται. Ταῦτα πρὸς τοὺς περὶ Δημόκριτον εἰπὼν μέτεισι λοιπὸν ἐπὶ τὴν τοῦ Τιμαίου δόξαν καὶ λέγει καὶ ἐπὶ ταύτης, ὅτι, εἰ πρὶν γενέσθαι τὸν κόσμον ἀτάκτως τὰ στοιχεῖα ἐκινεῖτο, ἀνάγκη ἢ βίαιον καὶ παρὰ φύσιν εἶναι τὴν κίνησιν ἢ κατὰ φύσιν· καὶ δῆλον μέν, ὅτι, εἰ ἄτακτος ἦν, παρὰ φύσιν ἦν, ἀλλὰ τοῦ τελείου τῆς διαιρέσεως ἕνεκεν καὶ τὴν κατὰ φύσιν παρέλαβε καὶ ἅμα, ἵνα καὶ τὰ τῇ κατὰ φύσιν διαθέσει ἑπόμενα δηλώσῃ. λέγει οὖν, ὅτι, εἰ μὲν παρὰ φύσιν καὶ βίαιος ἡ κίνησις, τὰ αὐτὰ ἀκολουθήσει, ἅπερ καὶ πρότερον· ἀνάγκη γὰρ πάλιν προυπάρχειν τὴν κατὰ φύσιν, ᾗ παρυφέστηκεν ἡ παρὰ φύσιν, καὶ τίς αὕτη, λεγέτωσαν. καὶ εἰ ὑπ’ ἀλλήλων ἢ ὑπ’ ἄλλου κινεῖται βίᾳ, ἀνάγκη τὴν πρώτην κινοῦσαν κατὰ φύσιν κινουμένην κινεῖν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν βίαιον πρὸ βιαίου τιθέντες καὶ ἀναιρεθείη πᾶσα κίνησις, εἴπερ ἀνάγκη κινήσεως οὔσης τὴν κατὰ φύσιν εἶναι πρὸ τῆς παρὰ φύσιν. εἰ δὲ κατὰ φύσιν λέγοι τις εἶναι τὴν πρὸ τοῦ κόσμου κίνησιν, ἀνάγκη κόσμον εἶναι καὶ πρὸ τοῦ κόσμου, ἄν τις βούληται θεωρεῖν ἐπιστήσας, τίνα πρὸς ἄλληλα τάξιν τοῖς σώμασιν ἡ κατὰ φύσιν κίνησις παρέχεται·2 τό τε γὰρ πρῶτον κινοῦν αὐτὸ κινούμενον κατὰ φύσιν οὕτως ἀνάγκη κινεῖν, ἵνα μὴ ἀεὶ ἄλλο ὑπ’ ἄλλου βίᾳ κινούμενον ὑποτιθέμενοι ἐπ’ ἄπειρον ἴωμεν τὴν κατὰ φύσιν προυπάρχουσαν ζητοῦντες.

“因此对于留基伯和德谟克利特来说……直到:而宇宙具有这一维度。” 在证明了物体存在依本性的运动,并且它先于违反本性的运动——因为如果前者不存在,后者甚至根本不会存在——之后,他[亚里士多德]纠正了那些声称无序且违反本性的运动先于依本性运动的人。这种看法有两种形式:因为留基伯和德谟克利特一派声称,在他们看来的第一物体即原子,在无限的虚空中始终因受强力而运动;而《蒂迈欧篇》则声称在宇宙产生之前,元素作无序的运动。因此,他首先针对前一种看法说:如果各个原子始终因受强力而违反本性地被另一个所推动,那么它们依本性的运动是什么?因为各物必然预先存在依本性的[运动],违反本性的[运动]正是副次附随于它而存在的,这也是它被称为违反本性的原因;因此,如果它们是相互受强力而运动,那么为了使我们不至于走向无限,第一推动者必然不是在受强力运动中进行推动,而是依本性、要么由自身推动要么由不动的动因推动而进行推动;因为受强力运动之物是通过某种推挤和杠杆借力而运动,是由被运动之物推动的;因此,如果连这一点也要走向无限,这样一来同样没有任何事物会被运动;所以,依本性的运动必然预先存在于违反本性的运动之前,让他们说出这究竟是什么运动,而且违反本性的运动绝不可能是永恒的,既然依本性的运动必然预先存在于它之前。此外,亚里士多德还通过第一物体在虚空和无限中运动这一假定,指出了原子运动的不可能性。因为如果所有的位移都是从某处到某处、从确定界限到确定界限,而在无限中没有任何东西是确定的,那么在无限中就没有任何东西能够运动。再者,所有的位移要么向上要么向下,但在无限中既无上亦无下,正如在《物理学》第四卷中所证明的那样。 在针对德谟克利特一派陈述了这些之后,他接着转向《蒂迈欧篇》的看法,并针对这种看法同样指出:如果元素在宇宙产生之前作无序运动,那么这种运动要么是强力的且违反本性的,要么是依本性的,二者必居其一;显而易见,如果它是无序的,它就是违反本性的,但为了划分的完备性,他也一并采纳了依本性的运动,同时也是为了阐明依本性状态所随之而来的结论。因此他说,如果运动是违反本性且暴力的,就会导致与先前相同的结果;因为必然再次预先存在依本性的[运动],违反本性的[运动]正是副次附随于它而存在的,让他们说出这究竟是什么运动。而且如果它们是相互之间或由他物受强力而运动,为了使我们不至于因在强力之物前放置强力之物而走向无限并使一切运动都被取消,第一推动者就必然在依本性运动中进行推动,既然在存在运动的前提下,依本性的运动必然先于违反本性的运动。但如果有人声称宇宙产生之前的运动是依本性的,那么只要有人愿意倾注注意去考察依本性的运动会赋予物体彼此之间怎样的秩序,宇宙产生之前必然就已经存在着宇宙。因为为了使我们不至于因总是设定一物受他物强力运动而走向无限去追寻预先存在的依本性运动,自身依本性运动的第一推动者就必须以这种方式进行推动。

语法注2 条
  1. 3.20εἰ οὖν καὶ τοῦτο ἐπ’ ἄπειρον ἰέναι

    在条件从句(εἰ从句)中使用了现在时不定式ἰέναι。此处承接了前文中δεῖ ... ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν所表达的应然或必然性推论,属于间接引语性质的结构,或省去了非人称动词(如δεῖ或συμβαίνει),意为“如果这一点也要[被设想为]走向无限”。

  2. 3.20ἄν τις βούληται θεωρεῖν ἐπιστήσας, τίνα πρὸς ἄλληλα τάξιν τοῖς σώμασιν ἡ κατὰ φύσιν κίνησις παρέχεται

    包含不定式、分词和从属从句的复合结构。不定过去时分词ἐπιστήσας采用不及物绝对用法,意为“倾注注意/集中思考后”,其后引出的间接疑问从句τίνα πρὸς ἄλληλα τάξιν ... παρέχεται充当不定式θεωρεῖν(考察)的宾语从句。整个条件从句ἄν τις βούληται ...修饰并限定了主节ἀνάγκη κόσμον εἶναι的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:583.15-584.27