← 辛普里丘

亚里士多德《论天》注释

§582.10-583.14

从静止的事实证明依本性的静止与运动

辛普里丘注解了亚里士多德由静止的事实证明依本性的静止与位移必然属于地等单纯物体的论证。为了否定这种静止纯粹出自强力,他分别针对阻碍者自身静止或运动(如恩培多克勒的旋涡说)这两种情况展开反驳,通过穿越无限之不可能推导出依本性的静止与运动的必然性,并在结尾提及了亚历山大的解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19

" Ἔτι δὲ καὶ ἐκ τῆς ἠρεμίας ἕως τοῦ εἰς τοῦτον τὸν τόπον φορά." Δείξας ἀπὸ τῆς παρὰ φύσιν κινήσεως, ὅτι ἀνάγκη κατὰ φύσιν εἶναι κίνησιν ἑκάστου τῶν ἁπλῶν σωμάτων, τὸ αὐτὸ καὶ ἀπὸ τῆς ἠρεμίας δείκνυσιν. ὑποθέμενος γὰρ πάλιν ὡς ἐναργὲς τὸ εἶναί τι ἠρεμοῦν, ὥσπερ τὴν γῆν ἐπὶ τοῦ μέσου, ἐρωτᾷ, πότερον κατὰ φύσιν ἠρεμεῖ ἐνταῦθα ἢ παρὰ φύσιν. καὶ γάρ, εἰ μὲν κατὰ φύσιν, δῆλον, ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· ἐν ᾧ γὰρ ἠρεμεῖ τι κατὰ φύσιν, εἰς τοῦτο καὶ φέρεται κατὰ φύσιν· ἡ δὲ ἐπὶ τὸ μέσον φορὰ κατὰ βαρύτητα γίνεται, ὥστε ἐστὶν ἡ κατὰ φύσιν φορὰ τὴν ἀρχὴν ἀπὸ βαρύτητος ἢ κουφότητος ἔχουσα. εἰ δὲ τὸ ἠρεμοῦν ἐπὶ τοῦ μέσου βίᾳ ἠρεμεῖ, πρόχειρον μὲν ἦν εἰπεῖν,1 ὅτι φέρεται κατὰ φύσιν ἀπὸ τοῦ μέσου· ἐν ᾧ γὰρ ἠρεμεῖ τι παρὰ φύσιν, ἀπὸ τούτου φέρεται κατὰ φύσιν· ὥστε πάλιν ἐστὶν ἡ κατὰ φύσιν κίνησις τὴν ἀρχὴν ἀπὸ κουφότητος ἔχουσα. ὁ δὲ μακροτέραν καὶ ἀκριβεστέραν ἴσως ἀπόδειξιν ἐπάγει ἀπὸ τοῦ βιαζομένου ἐπιχειρῶν. τὸ γὰρ βίᾳ ἠρεμοῦν ἐπὶ τοῦ μέσου ὑπό τινος πάντως βιαζόμενον καὶ κωλυόμενον ἠρεμεῖ, καὶ τὸ κωλῦον ἤτοι ἠρεμοῦν αὐτὸ κωλύει ἢ κινούμενον· ἀλλ’ εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἢ γὰρ κατὰ φύσιν ἠρεμεῖ καί, ἔνθα ἠρεμεῖ, εἰς τοῦτο καὶ φέρεται κατὰ φύσιν ἢ παρὰ φύσιν καὶ βίᾳ· εἰ δὲ τοῦτο, περὶ τοῦ βιαζομένου καὶ κωλύοντος πάλιν ἔστι τὰ αὐτὰ ἐρωτᾶν. εἰ δὲ τὸ κωλῦον φέρεσθαι μὴ ἠρεμοῦν ἀλλὰ κινούμενον κωλύει, ὥσπερ Ἐμπεδοκλῆς φησι τὴν γῆν ὑπὸ τῆς δίνης κωλυομένην ἠρεμεῖν, ἐρωτητέον· εἰ μὴ ἐκωλύετο ὑπὸ τῆς δίνης ἡ γῆ, ποῦ ἂν ἐφέρετο; ἀνάγκη γὰρ ἢ εἰς ἄπειρον φέρεσθαι ἢ στῆναί που φερομένην· ἀλλ’ εἰς ἄπειρον φέρεσθαι ἀδύνατον, εἴπερ τὴν ἄπειρον ἀδύνατον διελθεῖν· οὐδὲν γὰρ γίνεται ὅλως, ὃ ἀδύνατόν ἐστι γενέσθαι. ἐπειδὴ γὰρ ἀδύνατον τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ γενέσθαι, τὴν ἀρχὴν οὐδὲ γίνεται· πανταχοῦ γὰρ ἐκεῖνο γίνεται κατὰ φύσιν, ὃ καὶ γενέσθαι δυνατόν, ἀδύνατον δὲ τὴν ἄπειρον διελθεῖν, ὥστε οὐδὲ κινεῖταί τι ταύτην.2 ἀνάγκη οὖν, εἰ κινοῖτο μηδενὸς κωλύοντος, πεπερασμένην κινηθῆναι καὶ στῆναί που τὸ φερόμενον μὴ βίᾳ ἀλλὰ κατὰ φύσιν. εἰ δὲ ἔστιν ἠρεμία κατὰ φύσιν, καὶ κίνησίς ἐστιν κατὰ φύσιν ἡ εἰς τοῦτον τὸν τόπον φορά· ἐν ᾧ γάρ τι κατὰ φύσιν ἠρεμεῖ, ἐπ’ ἐκεῖνο καὶ κινεῖται κατὰ φύσιν. ὁ δὲ Ἀλέξανδρος τὸ ποῦ ἂν ἐφέρετο ἐπὶ τοῦ κωλύοντος τὴν γῆν φέρεσθαι ἀκούων καὶ οὐκ ἐπὶ τῆς γῆς3 “δόξει, φησί, μὴ δείκνυσθαι τὸ προκείμενον”.

“此外还由静止……直到:向这个位置的位置移动。” 在由违反本性的运动证明了各个单纯物体必然存在依本性的运动之后,他[亚里士多德]由静止也证明了同一点。因为他再次把某物处于静止——正如居于中心的土一样——作为自明的事实设定下来,并追问它在此处是依本性静止还是违反本性静止。因为如果是依本性,显然向此处的位移对它而言也是依本性的;因为某物依本性静止于其中,它也就依本性被运往其中;而向中心的位置移动是依照重量发生的,因此依本性的位置移动就是从重或轻具有其本原的移动。然而,如果居于中心而静止者是受强力而静止,那么说“它依本性运离中心”本是现成容易的;因为某物违反本性静止于其中,它就依本性运离这同一位置;因此依本性的运动再次成了从轻度具有其本原的运动。但他引入了更长、或许也更为精确的证明,从受迫之事出发展开论证。因为居于中心而受强力静止者,必然是由于被某物强迫和阻碍而静止的,而阻碍者要么自身静止而阻碍,要么处于运动中[而阻碍];但如果是自身静止而阻碍,我们就会循环使用同一个论证;因为它要么是依本性静止,并且它静止于何处也就依本性运往何处,要么是违反本性且受强力[而静止];而如果是后者,关于施加强力与阻碍之物同样可以再次提出相同的问题。但如果阻碍位移之物不是在静止中而是在运动中施加阻碍——正如恩培多克勒所说土是受旋涡阻碍而静止——,就必须追问:如果土不受旋涡阻碍,它会运往何处?因为必然要么运往无限,要么在位移中停止在某处;然而运往无限是不可能的,既然穿越无限是不可能的;因为根本不可能产生的事物完全不会产生。因为既然对角线不可能变得与边同度,〔这〕一开始就根本不会产生;因为处处依本性产生的正是那些可能产生的事物,而穿越无限是不可能的,因此也没有任何事物作这一[无限路径的]运动。所以必然地,如果在没有任何阻碍的情况下运动,被运送之物将运动有限的[距离]并停止在某处,不是由于强力而是依本性。而如果存在依本性的静止,向这个位置的位置移动也就是依本性的运动;因为某物依本性静止于何处,它也就依本性向该处运动。然而亚历山大把“它会运往何处”理解为指向阻碍土发生位移之物而非指向土,因而说:“所要证明的论点就会显得未被证明。”

语法注3 条
  1. 3.19πρόχειρον μὲν ἦν εἰπεῖν

    未完成过去时 ἦν 在此无人称表达式中带有无需 ἄν 的非现实虚拟意味(“本是现成容易说的……”),用于引出与亚里士多德实际采取的更长、更严密论证的对比,与下文的 ὁ δὲ ... ἐπάγει 相呼应。

  2. 3.19ὥστε οὐδὲ κινεῖταί τι ταύτην

    阴性宾格指示代名词 ταύτην 作为同族宾格或表示空间延展的宾格(cognate accusative of extent),承接前文省略的 τὴν ἄπειρον [ὁδόν](无限的距离/路程)。主语是不定代词 τι(“没有任何事物以此作运动”)。

  3. 3.19τὸ ποῦ ἂν ἐφέρετο ἐπὶ τοῦ κωλύοντος τὴν γῆν φέρεσθαι ἀκούων καὶ οὐκ ἐπὶ τῆς γῆς

    动词 ἀκούω 与前置词短语 ἐπί + 属格连用,表示“将……理解/解释为指向……”。分词 ἀκούων 的宾语是冠词引导的小句 τὸ ποῦ ἂν ἐφέρετο,并将 τοῦ κωλύοντος(阻碍者)与 τῆς γῆς(土)相对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:582.10-583.14