- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:580.18-582.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德如何从单纯物体的自明运动和受迫运动推导其本性运动的存在,以确立物体的轻重属性;并讨论了亚历山大关于为何每个单纯物体可以有多种违反本性的运动的疑难及其解决方案。
" Ὅτι δὲ ἀναγκαῖον ὑπάρχειν κίνησιν τοῖς ἁπλοῖς σώμασιν ἕως τοῦ παρὰ φύσιν δὲ ἔχει πολλὰς ἕκαστον." Δείξας τὸ πρῶτον ἀξίωμα τὸ λέγον, ὅτι ἀδύνατον ἐκ μὴ ἐχόντων βάρος συντεθῆναι τὸ βάρος ἔχον, δείξας δὲ καί, ὅτι ἡ στιγμὴ βάρος οὐκ ἔχει, διὰ τοῦ τὸ μὲν βάρος διαιρετὸν εἶναι, τὴν δὲ στιγμὴν ἀδιαίρετον, καὶ προσθεὶς καὶ ἄλλα πρὸς τὸν ἐξ ἀρχῆς λόγον ἐπιχειρήματα νῦν τὸ δεύτερον τῶν προληφθέντων ἢ ὑποτεθέντων ἀποδείκνυσι τὸ λέγον, ὅτι τὰ αἰσθητὰ σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει. δείκνυσι δὲ αὐτὸ διὰ τοῦ δεῖξαι, ὅτι ἀνάγκη κίνησιν ὑπάρχειν τοῖς ἁπλοῖς σώμασι κατὰ φύσιν καὶ ὅτι αὕτη κατὰ τὰς κατὰ φύσιν ῥοπὰς ἐπιτελεῖται, τουτέστι βαρύτητας καὶ κουφότητας· εἰ δὲ τοῦτο, οὐκ ἐξ ἐπιπέδων ἡ τῶν σωμάτων γένεσις, εἴπερ τὰ μὲν σώματα βαρέα ἢ κοῦφά ἐστι, τὰ δὲ ἐπίπεδα οὔτε βάρος ἔχει οὔτε κουφότητα· οὔτε γὰρ αἱ γραμμαὶ οὔτε τὰ σημεῖα. ὅτι δὲ ἑκάστῳ τῶν ἁπλῶν σωμάτων κίνησις ὑπάρχει κατὰ φύσιν, δείκνυσι λαβὼν ἐκ τῆς ἐναργείας τὸ κινεῖσθαι τὰ ἁπλᾶ σώματα· φαίνεται γὰρ κινούμενα. ἀλλ’ εἰ μὲν κατὰ φύσιν αὐτὰ κινούμενα ἐλάμβανε, τὸ ζητούμενον ἐλάμβανεν ἐξ ἑτοίμου· τά τε γὰρ ἄνω καὶ τὰ κάτω κινούμενα εἰ κατὰ φύσιν ὑπετέθη κινούμενα, κατὰ κουφότητα ἂν καὶ βαρύτητα κινούμενα ἐλαμβάνετο, ὅπερ προὔκειτο δεικνύναι· διὸ τὸ κινεῖσθαι ὅλως ἐκ τῆς ἐναργείας λαβὼν παρὰ φύσιν αὐτὰ καὶ βίᾳ κινεῖσθαι ὑπέθετο. εἰ γὰρ μὴ κατὰ φύσιν, ἵνα μὴ τὸ ζητούμενον προλάβῃ, ἀνάγκη δὲ τὸ κινούμενον ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινεῖσθαι, δῆλον, ὅτι παρὰ φύσιν ἂν κινοῖτο. ἀλλὰ δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι οὐχ οἷόν τε παρὰ φύσιν τι κινηθῆναι, ὃ μὴ φύσει καὶ κατὰ φύσιν κινητόν ἐστιν· ὃ γὰρ τὴν ἀρχὴν μὴ πέφυκεν ὅλως κινεῖσθαι, οὐδ’ ἂν τὴν ἀρχὴν κινηθείη ποτέ,1 ὃ δὲ πέφυκε κινεῖσθαι ἁπλοῦν ὂν ἁπλῆν κίνησιν, δῆλον, ὅτι καί που πέφυκε φέρεσθαι· ὥστε καὶ τῷ βίᾳ κινουμένῳ ἐστὶ κίνησις κατὰ φύσιν· ὑστέρα γὰρ ἡ παρὰ φύσιν κίνησις τῆς κατὰ φύσιν· εἰ ἄρα κινεῖται τὰ ἁπλᾶ σώματα παρὰ φύσιν, ἀνάγκη εἶναι αὐτῶν καὶ κατὰ φύσιν κίνησιν. ἀλλὰ κἂν τὸ παρὰ φύσιν κινούμενον πάντως καὶ κατὰ φύσιν κινεῖται, οὐκ ἤδη, ὅσαι αἱ παρὰ φύσιν εἰσὶ κινήσεις, τοσαύτας ἀνάγκη τὰς κατὰ φύσιν εἶναι· ἐν πᾶσι γὰρ μοναχῶς μὲν τὸ κατορθοῦν, τὸ δὲ παρεκβαίνειν τοῦ ὀρθοῦ καὶ ἁμαρτάνειν πολλαχῶς· ἁμαρτία δέ τις καὶ παρέκβασις τοῦ κατὰ φύσιν ἡ παρὰ φύσιν κίνησις. Ἀπορεῖ δὲ καὶ ἐνταῦθα καλῶς ὁ Ἀλέξανδρος, πῶς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας εἰπὼν τὸ παρὰ φύσιν ἐναντίον εἶναι τῷ κατὰ φύσιν καὶ ἓν ἑνὶ ἐναντίον ἐνταῦθα παρὰ φύσιν δὲ ἔχει πολλὰς ἕκαστον εἶπε,2 καὶ λύει κἀνταῦθα πολλαχῶς τὴν ἀπορίαν, προσφυέστερον δέ, ὅτι παρὰ φύσιν πλείους ἐπὶ τῶν ἁπλῶν λέγοιντο ἂν κινήσεις, εἴ τις λαμβάνοι μὴ μόνον, ἣν κινεῖται, ἀλλὰ καὶ ἣν οὐχ οἷόν τέ ἐστι κινηθῆναι. τῷ γὰρ κάτωθεν ἄνω κινουμένῳ3 παρὰ φύσιν μὲν ἡ ἄνωθεν κάτω, ἣν καὶ κινεῖται βίᾳ, καὶ ἡ κύκλῳ δὲ παρὰ φύσιν ἂν λέγοιτο αὐτῷ, ἣν οὐδὲ κινεῖται ὅλως. εἰ δὲ ὁ Ἀριστοτέλης κινεῖσθαι λαβὼν ἀπὸ τῆς ἐναργείας παρὰ φύσιν ὑπέθετο τὰς κινήσεις, οὐ χρή, οἶμαι, παρὰ φύσιν ἐκείνας λαμβάνειν, ἃς οὐ πέφυκε κινεῖσθαι, ἀλλὰ ἃς πέφυκεν. ἡ δὲ βῶλος οὐ μόνον ἄνω κινεῖται παρὰ φύσιν, ἀλλὰ καὶ λοξὰς κινήσεις ῥιπτουμένη κινεῖται οὐκέτι ἁπλᾶς οὔσας καὶ κύκλῳ περιαγομένας, κἂν μὴ περὶ τὸ τοῦ παντὸς μέσον. ὥστε ἡ μὲν παρὰ φύσιν ἁπλῆ μία τέ ἐστι καὶ ἐναντία τῇ κατὰ φύσιν, δύναται δὲ τὰ ἁπλᾶ βιαζόμενα καὶ μὴ ἁπλᾶς, ὡς εἴρηται, κινεῖσθαι κινήσεις. οἶδε δὲ καὶ ταύτην τὴν λύσιν τῆς ἀπορίας ὁ Ἀλέξανδρος.
“至于必然有运动属于单纯物体……直到:但各个物体有许多违反本性的运动。” 在证明了第一条公理——即具有重量者不可能由不具有重量者合成——之后,并且还证明了点不具有重量——由于重量是可分的而点是不可分的——并且在最初的论题之上补充了其他论证之后,他[亚里士多德]现在证明预先假定或设定的第二条原则,即该原则主张一切或某些可感物体具有重量。而他通过证明自然运动必然属于单纯物体,并且这种运动是依据自然的倾向(即重与轻)而得以完成的,来证明这一点。如果这是真的,物体的生成就不是来自面,既然物体要么重要么轻,而面既没有重量也没有轻度;因为线和点也都没有。至于各个单纯物体具有自然的运动,他是从自明的事实中取得单纯物体在运动这一前提来证明的;因为它们显然在运动。然而,如果他假定它们是依本性运动的,他就会信手取来那正被探求的前提[陷入乞题];因为向上运动者和向下运动者如果被假定为依本性运动,就会被视为依轻与重运动,而这正是所要证明的。因此,他从自明性中仅一般性地取得在运动这一事实,假定它们是违反本性且受强力运动的。因为如果不是依本性——以免预先假定了被探求之事——而且运动者必然要么依本性要么违反本性运动,那么显然它将是违反本性运动的。然而在《物理学》中已经证明,凡不是依本性且按照本性可运动的事物,都不可能违反本性被运动;因为根本上生来不运动的事物,根本也不可能在任何时候运动;但既然作为单纯者而生来作单纯运动的事物,显然也生来就运往某个地方。因此对于受强力运动者而言,也存在依本性的运动;因为违反本性的运动后于依本性的运动。那么,如果单纯物体违反本性运动,就必然有属于它们的依本性的运动。然而,即使违反本性运动的事物必然也依本性运动,也绝不意味着必然有多少种违反本性的运动就有多少种依本性的运动;因为在一切事情中,把事情做正确只有一种方式,而偏离正确与犯错则有许多种方式;违反本性的运动正是依本性者的一种过失和偏离。在此处,亚历山大也恰当地提出了疑难:他在本论著第一卷中曾说违反本性者与依本性者相反且一者对一者相反,怎么会在这里说“各个物体有许多违反本性的运动”呢?而他[亚历山大]在此也以多种方式解决了这一疑难,但更为贴切的方式是:如果有人不仅把单纯物体现正运动的运动包括进来,而且把其不可能运动的运动也包括进来,那么在单纯物体上就可以说有更多的违反本性的运动。因为对于从下向上运动的事物[如火]来说,从上向下的运动是违反本性的,且正是它受强力所做的运动;而圆周运动也会被称为对它是违反本性的,尽管它根本不作这种运动。但是,如果亚里士多德从自明性出发取得运动并假定这些运动是违反本性的,那么依我看,就不应当把那些它生来不作的运动当作违反本性的运动,而应当把那些它生来能作的运动当作违反本性的运动。而土块不仅违反本性地向上运动,并且在被投掷时也作倾斜的、不再是单纯的且绕圆周运行的运动,即使不是围绕全宇宙的中心。因此,单纯的违反本性的运动既是一,且与依本性的运动相反,但单纯物体在受迫时也能够如上所述作不单纯的运动。亚历山大也是知道该疑难的这一解决方案的。
- 3.18ὃ γὰρ τὴν ἀρχὴν μὴ πέφυκεν ὅλως κινεῖσθαι, οὐδ’ ἂν τὴν ἀρχὴν κινηθείη ποτέ
τὴν ἀρχήν 是宾格副词用法,与否定词(μὴ / οὐδʼ)连用表示“根本”、“起初(丝毫)”。主句动词 κινηθείη 与 ἄν 连用构成表潜能的祈愿语气,前面的关系从句 ὃ ... μὴ πέφυκεν 充当语法主语。
- 3.18πῶς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας εἰπὼν τὸ παρὰ φύσιν ἐναντίον εἶναι τῷ κατὰ φύσιν καὶ ἓν ἑνὶ ἐναντίον ἐνταῦθα παρὰ φύσιν δὲ ἔχει πολλὰς ἕκαστον εἶπε
在间接疑问句 πῶς ... εἶπε 的结构中,分词短语 εἰπών 位于主句动词 εἶπε 之前。分词 εἰπών 支配一个宾格不定式结构(τὸ παρὰ φύσιν ἐναντίον εἶναι...),而主动词 εἶπε 则以亚里士多德的原句引用(παρὰ φύσιν δὲ ἔχει πολλὰς ἕκαστον)作为宾语,构成了“他在第一卷中说了……,怎么会在这里说……?”的对比框架。
- 3.18τῷ γὰρ κάτωθεν ἄνω κινουμένῳ
带定冠词的现在分词 τῷ ... κινουμένῳ 实词化,作为与格指“[依本性]从下向上运动之物”(即火等较轻的单纯物体)。它相对于后文的谓语名词短语 παρὰ φύσιν ... ἡ ἄνωθεν κάτω 起到关系与格的作用。
