← 辛普里丘

亚里士多德《论天》注释

§579.13-580.17

由不可分者构成时间与对毕达哥拉斯学派的批判

辛普利丘遵从亚里士多德的论述,指出若将大小还原为不可分者,会导致时间由不可分的“现在”构成并可能被消灭的荒谬结果;同时指出毕达哥拉斯学派由数构成物体的学说因离散量与连续量的差异也面临同样困境,并为两派的原初意图作出辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16

" Πρὸς δὲ τούτοις καὶ εἰ ὁ χρόνος ἕως τοῦ οἷον στιγμὴ γραμμῆς ἐστι." Κατὰ τὴν αὐτὴν ἐπιχείρησιν εἰς ἄλλο ἀτοπώτερον ἀπάγει τὸν λόγον. ἐπειδὴ γάρ, φησί, τὸ νῦν, οὐ τὸ πλατυκόν, ἀλλὰ τὸ ἄτομον, οἷον στιγμὴ γραμμῆς ἐστιν· ἀναλογίαν γὰρ ἔχει πρὸς ἄλληλα, ὡς στιγμὴ πρὸς γραμμήν, οὕτω τὸ νῦν πρὸς τὸν χρόνον· ἐάν τις λέγῃ καὶ τὸν χρόνον ὁμοίως ἔχειν τοῖς σώμασιν, ὥστε συγκεῖσθαι ἐκ τῶν νῦν ὡς ἐκεῖνα ἐκ τῶν στιγμῶν διὰ μέσων τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων, ἢ ὁμοίως ἔχειν ταῖς γραμμαῖς ἐκ τῶν στιγμῶν συγκειμέναις, ἀναιροῖτο ἂν καὶ ὁ χρόνος ποτὲ διαλυθεὶς εἰς τὰ νῦν ἢ ἐνδέχοιτο ἀναιρεῖσθαι, ὅπερ ἐστὶν ἀτοπώτατον τό ποτε μὴ εἶναι χρόνον· εἰ γὰρ τὸ ποτὲ χρόνος, ταὐτὸν εἰπεῖν, ὅτι ἔστι χρόνος, ὅτε μὴ ἔσται χρόνος. ἐπειδὴ δέ, ἐξ ὧν ἕκαστον σύγκειται, εἰς ταῦτα καὶ διαλύεσθαι δοκεῖ, χώραν ἔσχεν ὁ τὴν εἰς τὰ νῦν ἀνάλυσιν τοῦ χρόνου ἐπάγων τοῖς ἐκ τῶν νῦν αὐτὸν συγκεῖσθαι λέγουσι,1 δῆλον δέ, ὅτι οἱ ἐξ ἐπιπέδων ἐνύλων καὶ φυσικῶν τὰ σώματα λέγοντες συγκεῖσθαι οὔτε τὴν γραμμὴν ἐκ στιγμῶν ἀναγκασθήσονται λέγειν οὔτε τὸν χρόνον ἐκ τῶν νῦν.

“除这些之外,即使时间……直到:犹如线上的点一样。” 通过同样的论难方式,他[亚里士多德]将论理引向了另一个更为荒谬的结论。因为他说,“现在”——不是延展性的,而是不可分割的“现在”——犹如线上的点;因为它们彼此具有比例关系,正如点之于线,“现在”之于时间也是如此。如果有人说时间也与物体相似,以至于由“现在”所合成,正如物体通过线和面为中介而由点所合成一样,或者说时间类似于由点合成的线,那么时间在被分解为“现在”时,也将在某个时候被消灭,或者有可能被消灭;而某个时候没有时间,这是最荒谬不过的。因为如果“某个时候”就是时间,这就等同于说,存在一个将没有时间的时间。但是,由于每个事物似乎也都会分解为其所由构成的那些要素,因此对于那些主张时间由“现在”合成的人提出将时间分解为“现在”的论证,便获得了立足之地。然而显然的是,那些主张物体由质料性的和自然的面所合成的人,既不会被迫主张线由点构成,也不会被迫主张时间由“现在”构成。

§3.17

"Τὸ δὲ αὐτὸ συμβαίνει καὶ τοῖς ἐξ ἀριθμῶν συντιθεῖσιν ἕως τοῦ οὔτε βάρος ἔχειν." Ὅπερ συμβαίνει, φησί, τοῖς ἐξ ἐπιπέδων τὰ σώματα συνιστῶσι καὶ ὅλως τοῖς ἐξ ἀβαρῶν τὰ βάρος ἔχοντα, τοῦτο συμβαίνει καὶ τοῖς ἐξ ἀριθμῶν τὸν κόσμον ποιοῦσι καὶ τὰ φυσικὰ πράγματα. αἱ γὰρ μονάδες οὐ τὰ σώματα συντιθέμεναι ποιοῦσιν, οὐχ ὅτι ἀδιαίρετοι ἁπλῶς· οὐδὲ γὰρ ἡ δυὰς συντιθεμένη ποιεῖ σῶμα οὐδὲ ἡ τριάς· ἀλλ’ ὅτι ἐξ ἄλλου εἴδους ποσότητός ἐστι2 τοῦ διωρισμένου, τὸ δὲ σῶμα ἐκ τοῦ συνεχοῦς, οὐδὲν δὲ συνεχὲς ἐκ διωρισμένου· ἀλλ’ οὐδὲ βάρος ἐστὶν ἐν τοῖς ἀριθμοῖς. ὅτι δὲ τοῖς ἐξ ἀριθμῶν λέγουσι τὰ ὄντα ἀκολουθεῖ τὸ ἐκ μονάδων λέγειν, πρόδηλον, εἴπερ οἱ ἀριθμοὶ ἐκ μονάδων εἰσί. δῆλον δέ, ὅτι ἐξ ἀριθμῶν ἔλεγον οὗτοι τὰ ὄντα ὡς τῶν ἀριθμῶν πάντα τὰ εἴδη ἀρχοειδῶς ἐν αὑτοῖς προειληφότων καὶ ὡς πάντων τῶν ἐν τῷ κόσμῳ εἰδῶν τοῖς ἀριθμοῖς διακεκοσμημένων, διότι καὶ “πατέρα μακάρων καὶ ἀνδρῶν” τὸν ἀριθμὸν ἐξύμνουν καὶ ἀριθμῷ δέ τε πάντ’ ἐπέοικεν ἔλεγον.

“而同样的事情也发生在由数进行合成的人身上……直到:也没有重量。” 他说,发生在由面构成物体的人身上,以及总体上发生在由无重量者构成具有重量者的人身上的事情,同样发生在由数构成宇宙和自然事物的人身上。因为单子在结合时并不产生物体,这不仅仅是因为它们根本上不可分——因为二元在结合时不产生物体,三元也是如此——而是因为数属于另一种数量形式,即离散量,而物体属于连续量,没有任何连续者是由离散者产生的;此外,在数中也没有重量。至于对于那些主张存在之物来自数的人而言,主张它们来自单子便是随之而来的,这是显而易见的,如果数确实是由单子构成的话。然而显然的是,这些人主张存在之物来自数,是因为数作为本原预先在其自身中包含了所有的形式,并且宇宙中的所有形式都由数所整饬,因为他们也赞颂数为“福乐者与人之父”,并称“万物皆似于数”。

语法注2 条
  1. 3.16χώραν ἔσχεν ὁ τὴν εἰς τὰ νῦν ἀνάλυσιν τοῦ χρόνου ἐπάγων τοῖς ἐκ τῶν νῦν αὐτὸν συγκεῖσθαι λέγουσι

    主语是带定冠词的分词短语 ὁ ... ἐπάγων(“提出……者/论证”),述语是固定习语 χώραν ἔσχεν(“获得了立足之地/具有合理性”)。分词 ἐπάγων 支配直接宾格补足语 τὴν εἰς τὰ νῦν ἀνάλυσιν τοῦ χρόνου 和与格补足语 τοῖς ... λέγουσι。

  2. 3.17οὐχ ὅτι ἀδιαίρετοι ἁπλῶς· οὐδὲ γὰρ ἡ δυὰς συντιθεμένη ποιεῖ σῶμα οὐδὲ ἡ τριάς· ἀλλ’ ὅτι ἐξ ἄλλου εἴδους ποσότητός ἐστι

    这是表示原因的相对句式 οὐχ ὅτι ... ἀλλ’ ὅτι ...(“不仅是因为……而是因为……”)。中间由 γάρ 引导的分句 οὐδὲ γὰρ ἡ δυὰς ... ἡ τριάς 是一个插入性的解释分句,用以说明“不可分性本身并非不能生成物体的唯一原因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:579.13-580.17