- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:56.20-58.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批驳了文法学家约翰·斐洛庞劳关于亚里斯多德存在自相矛盾的指责(即此前称圆周运动对元素既非本性亦非反本性,而此处却称其为反本性),指出“反乎本性”此前是在严格的相反者(匮乏性)意义上使用,而此处则是在否定性或“超乎本性”的宽泛意义上使用。
ἀλλὰ πρὸς τὴν ὑπόθεσιν τὴν λέγουσαν πῦρ εἶναι τὸ φερόμενον κύκλῳ,1 εἴπερ τούτου τοῦ ἐνταῦθα πυρὸς ἔχουσα τὴν ἔννοιαν λέγει τοῦ κατὰ φύσιν ἄνω κινουμένου, οὐκ ἀτόπως εἶπεν ὁ Ἀριστοτέλης, ὅτι οὐδὲν ἧττον αὐτῷ παρὰ φύσιν ἡ κύκλῳ κίνησις τῆς κάτω· οὕτως δὲ καὶ πρότερον ἀντετίθει. δύο οὖν τὰ παρὰ φύσιν ἑνὸς τοῦ κατὰ φύσιν ληφθέντα εἰκότως δύο ἑνὶ ἐναντία συνήγαγεν. Ὁ δὲ Γραμματικὸς ἐνταῦθα τὴν ἑαυτοῦ μετὰ προπετείας δυσσυνεσίαν ἀγνωμοσύνην ἐν τοῖς λόγοις τοῦ Ἀριστοτέλους οὐκ ᾐσχύνθη καλεῖν καὶ ἐναντίωσιν, εἴπερ φησίν· “ἐν μὲν τῷ δευτέρῳ ἐπιχειρήματι δεῖξαι βουλόμενος, ὡς οὐκ ἔστιν ἓν τῶν τεσσάρων στοιχείων τὸ κύκλῳ κινούμενον, ἔλεγε μήτε κατὰ φύσιν εἶναι μήτε παρὰ φύσιν τοῖς τέτρασι στοιχείοις τὴν κύκλῳ κίνησιν, διότι ἡ παρὰ φύσιν αὐτοῖς ἐπ’ εὐθείας ἐστὶ καὶ ἓν ἑνὶ ἐναντίον· ἐνταῦθα δὲ πάλιν βουλόμενος δεῖξαι, ὅτι ἀνάγκη τὴν κύκλῳ κίνησιν ἑτέρῳ τινὶ παρὰ τὰ τέσσαρα στοιχεῖα κατὰ φύσιν εἶναι, ἔλαβεν ὁμολογούμενον, ὅτι τοῖς τέτρασιν ἡ κύκλῳ κίνησις παρὰ φύσιν ὑπάρχει, φυσικὴν δὲ αὐτὴν οὖσαν καὶ ἁπλῆν κίνησιν ἔδει τινὶ πάντως κατὰ φύσιν ὑπάρχειν· εἰ δὲ παρὰ φύσιν αὐτοῖς ἡ κύκλῳ κίνησις ὑπάρχει, ἐπειδὴ καὶ ἐπ’ εὐθείας ἐστί τις αὐτοῖς παρὰ φύσιν ἡ ἀντικειμένη τῇ κατὰ φύσιν, δύο ἄρα ἑνὶ ἐναντία ἔσται καὶ κατὰ ταύτην τὴν ὑπόθεσιν. ἢ οὖν ἐν ἐκείνοις, φησί, ψευδῶς εἴληφεν, ὡς οὐκ ἐνδέχεται τι τῶν τεσσάρων στοιχείων εἶναι τὸν οὐρανὸν παρὰ φύσιν κύκλῳ κινούμενον, ἢ νῦν κακῶς ὑπέθετο παρὰ φύσιν εἶναι τοῖς τέτρασι στοιχείοις τὴν κύκλῳ κίνησιν· ὅπερ γὰρ ἐκείνῃ τῇ ὑποθέσει συμβαίνειν ἔλεγεν ἄτοπον τὸ δύο ἑνὶ ἐναντία, τὸ αὐτὸ καὶ τῇ νῦν τεθείσῃ συμβαῖνον ἐδείχθη”. ἐν δὴ τούτοις, εἰ καὶ συντομώτερον, ἀλλ’ οὖν σχεδὸν αὐταῖς αὐτοῦ ταῖς λέξεσιν ἐκκειμένοις πρῶτον μὲν ἐπιστῆσαι χρὴ τῷ προσεχῶς εἰρημένῳ, εἴπερ ἐν ἑκατέρῳ τῶν λόγων τὸ αὐτὸ ἄτοπον συνήχθη· ἐκεῖ μὲν γὰρ ὁμολογουμένως εἰς ἄτοπον ὁ λόγος ἀπήχθη τὸ μὴ σῴζεσθαι τὸ “ἓν ἑνὶ ἐναντίον” εἶναι, ἐνταῦθα δὲ συνήχθη τὸ τὴν κύκλῳ κίνησιν, ἐπειδὴ τοῖς ὑπὸ σελήνην παρὰ φύσιν ἐστίν,2 ἄλλῳ τινὶ κατὰ φύσιν ὑπάρχειν. ὅτι δὲ οὐχ ὡς ἀγνώμων οὐδὲ ὡς ἐναντιολόγος πρότερον μὲν μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν ὑπάρχειν εἶπε τοῖς στοιχείοις τὴν κύκλῳ κίνησιν ὁ Ἀριστοτέλης, νῦν δὲ παρὰ φύσιν, ἔδει μέν, οἶμαι, καὶ ἐξ αὐτοῦ τούτου δυσωπηθέντα τοῦ μὴ ἂν οὕτω παρὰ πόδας τὰ ἐναντία φάναι τὸν Ἀριστοτέλην καὶ τὴν αἰτίαν τοῦ εἰρημένου μᾶλλον ζητεῖν.3 ἐπεὶ δὲ πρὸς τὸ χεῖρον ἀποκλίνει σεμνύνειν ἑαυτὸν ὑπολαμβάνων, τὰ πρὸ ὀλίγου κατὰ τὴν τῶν χωρίων ἐκείνων ἐξήγησιν ῥηθέντα πάλιν ἀνάγκη λέγειν, ὅτι ἐκεῖ μὲν ‘παρὰ φύσιν’ τὸ ἐναντίον ἔλαβεν· διὸ καὶ συνήγαγεν δύο ἑνὶ ἐναντία, ὡς καὶ τούτου παρὰ φύσιν ὄντος τῷ πυρὶ καὶ τοῦ ἐπὶ τὸ κάτω· ἐνταῦθα δὲ ‘παρὰ φύσιν’ ἔλαβε τὸ ‘μὴ κατὰ φύσιν’ ἀποφατικόν, ὅπερ δύναται μὲν καὶ τῷ στερητικῷ τῷ ‘παρὰ φύσιν’ ἐφαρμόττειν, δύναται δὲ καὶ ἐπὶ τοῦ μηδὲ ὅλως ὑπάρχοντος ἀληθεύεσθαι, δύναται δὲ καὶ ἐπὶ τοῦ ‘ὑπὲρ φύσιν’ ἀκουσθῆναι· καὶ τοῦτο εἰκότως, διότι τῶν ὑπὸ σελήνην στοιχείων τὰ μὲν οὐδὲ ὅλως κινεῖται τὴν κύκλῳ κίνησιν, ὡς γῆ καὶ ὕδωρ καὶ τὸ λιμνάζον τοῦ ἀέρος, τὰ δὲ κινεῖται μέν, ἀλλ’ ἄλλου κίνησιν, διὸ παρὰ φύσιν τὴν ἑαυτῶν ὡς ὑπὲρ φύσιν· διὸ οὐδὲ συνήγαγεν ἐνταῦθα τὸ ‘δύο ἑνὶ ἐναντία’, ἀλλ’ ‘ἐπειδὴ τούτοις, φησί, παρὰ φύσιν ἡ κύκλῳ κίνησις, ἑτέρου τινός ἐστι κατὰ φύσιν’. πῶς δὲ ὅλως, εἰ ὡς στερητικῶς ὑπάρχον εἴληπτο νῦν τὸ ‘παρὰ φύσιν’, “ἐπειδὴ τούτοις παρὰ φύσιν” ἔλεγε πυρὸς καὶ γῆς μνημονεύσας προσεχῶς, ἣν οὐδὲ ὅλως κινεῖσθαι κύκλῳ βούλεται· “εἰ δὲ οὐκ ἐνδέχεσθαι οἴεται, φησί, τῶν στοιχείων τι οὐδὲ παρὰ φύσιν κύκλῳ κινεῖσθαι, ὅμως δὲ οὐδὲν ἧττον παρὰ φύσιν αὐτοῖς φησι τὴν κύκλῳ κίνησιν, καὶ οὕτως πάλιν δύο ἑνὶ ἔσται ἐναντία”. ποῖα δύο, βέλτιστε, εἴπερ ἡ κύκλῳ μηδὲ παρὰ φύσιν ὑπάρχει τινὶ τῶν στοιχείων;
然而,对于断言作圆周运动之物是火的假说,如果它是怀着此地这按本性向上运动之火的概念而如此断言的,那么亚里斯多德说圆周运动对它而言反乎本性的程度绝不亚于向下运动,便并非荒谬;并且他此前也是这样进行对立的。因此,既然相对于一种合乎本性的运动取了两种反乎本性的运动,他理所当然地推导出两物对一物为相反。 然而文法学家在此竟毫不脸红地将其自身伴随着轻率的迟钝,称为亚里斯多德论述中的缺乏理性与矛盾,他说道:“在第二个论证中,他为了表明作圆周运动的物体不是四元素之一,曾说圆周运动对四元素而言既非合乎本性亦非反乎本性,因为对它们而言反乎本性的运动是在直线上,且一物对一物为相反;而在此处,他又为了表明圆周运动必定对四元素之外的某种其他物体合乎本性,便将圆周运动对四元素反乎本性地存在当作公认的前提,而由于它是一种自然的简单运动,就必定对某种物体完全合乎本性地存在;但如果圆周运动对它们反乎本性地存在,既然对它们而言亦存在某种在直线上的、与合乎本性的运动相对立的反乎本性运动,那么在这一假说下亦将有两物对一物为相反。因此,”他说,“要么在那些论述中他错误地假定了天不可能是反乎本性地作圆周运动的四元素之一,要么现在他错误地假设了圆周运动对四元素是反乎本性的;因为他曾断言在那一假说中所导致的荒谬——即两物对一物为相反——被表明在现在设定的假说中同样会导致。” 在这段尽管更为简练、但几乎是以他本人的原话所展示的文字中,首先应当注意刚才所说的事情:即在两段论述中是否真的导出了相同的荒谬。因为在那边,论述公认地被引向了“一物对一物为相反”未能保持这一荒谬;而在此处,得出的结论则是:既然圆周运动对月下物体是反乎本性的,它就对某种其他物体合乎本性地存在。 至于亚里斯多德并非出于缺乏理性亦非出于自相矛盾而此前说圆周运动对元素既不合乎本性亦不反乎本性、现在却说反乎本性,我认为,他本应当仅仅因为这一事实——即亚里斯多德绝不可能当场说出相反的话——而感到敬畏退缩,并且应当更去探寻所说之言的原由。然而既然他自以为在抬高自己而偏向了更恶劣的方面,就必须再次重申不久前在对那些段落的解释中所说的话:即在那边,他将‘反乎本性’当作相反者来取,因此推导出了两物对一物为相反,理由是这一运动和向下运动对火而言都是反乎本性的;而在此处,他将‘反乎本性’当作否定性的‘不合乎本性’来取,这既可以适用于匮乏性的‘反乎本性’,亦可以对根本完全不存在者为真,亦可以被理解为‘超乎本性’。而这是理所当然的,因为在月下元素中,有些根本完全不做圆周运动,如土、水和停滞的空气;有些虽然运动,但所做的是他者的运动,因而违反自身的本性,表现为超乎本性。因此他在此处并没有推导出‘两物对一物为相反’,而是说:‘既然对这些物体而言圆周运动是反乎本性的,它便对某种其他物体是合乎本性的’。退一步说,如果‘反乎本性’现在是被当作匮乏性地存在来取,既然他刚才提及了火与土,而他根本不认为土会作圆周运动,他又怎么会说“既然对这些物体是反乎本性的”呢?“但如果他认为,”他说,“诸元素中的任何一种甚至不可能反乎本性地作圆周运动,却依然说圆周运动对它们而言是反乎本性的,那么如此一来依然将是两物对一物为相反。”最优秀的人啊,如果圆周运动对诸元素中的任何一种甚至都算不上反乎本性地存在,又何来两个相反者呢?
- 1.17ἀλλὰ πρὸς τὴν ὑπόθεσιν τὴν λέγουσαν πῦρ εἶναι τὸ φερόμενον κύκλῳ
句首的 ἀλλά 引出对上一语块末尾所提及的克塞纳尔霍斯异议的反驳结论,修饰主句 οὐκ ἀτόπως εἶπεν ὁ Ἀριστοτέλης。
- 1.17ἐπειδὴ τοῖς ὑπὸ σελήνην παρὰ φύσιν ἐστίν
τοῖς ὑπὸ σελήνην 是名词化的介词短语,作与格,意指“月下之物/元素”。
- 1.17ἔδει μέν, οἶμαι, καὶ ἐξ αὐτοῦ τούτου δυσωπηθέντα τοῦ μὴ ἂν οὕτω παρὰ πόδας τὰ ἐναντία φάναι τὸν Ἀριστοτέλην καὶ τὴν αἰτίαν τοῦ εἰρημένου μᾶλλον ζητεῖν
非人称动词 ἔδει 的逻辑主语通过宾格分词 δυσωπηθέντα(指斐洛庞劳)表达,与不定式 ζητεῖν 结合。属格冠词引导的不定式从句 τοῦ μὴ ἂν... φάναι 与表原因的代词 αὐτοῦ τούτου 构成同位语。习语 παρὰ πόδας 意为“当场”、“立刻”。
