- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:577.20-579.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德通过面的分解推导出大小本身归于消灭这一荒谬结论的论证,辛普利丘探讨了亚历山大对质料-形式说的维护及其对柏拉图解释的批判,否定了质料自身具有大小的观点,并辩护柏拉图的几何构成并非纯粹的数学还原。
" Ὅλως δὲ συμβαίνει ἢ μηθέν ποτε εἶναι μέγεθος ἕως τοῦ σῶμα δὲ μηδέν." Τοῦτο ἔτι βιαιότερον τὸ ἐπιχείρημα οὐκ ἀπὸ τῆς συνθέσεως τῶν ἐπιπέδων, ἀλλ’ ἀπὸ τῆς ἀναλύσεως εἰλημμένον. συμβήσεται γάρ, φησί, ποτε κατὰ τοῦτον τὸν λόγον μηδὲν εἶναι μέγεθος ἐν τοῖς οὖσιν ἢ ἐνδέχεσθαι μὴ εἶναι· τὸ δὲ ἐνδέχεσθαι μὴ εἶναι τοῦ μὴ εἶναι τῷ χρόνῳ διαφέρει. πῶς οὖν τοῦτο συμβήσεται; εἴπερ ὁμοίως ἔχει, φησί, στιγμὴ μὲν πρὸς γραμμήν· αὐτὸς δὲ ἀντὶ τῆς στιγμῆς τὴν μονάδα παρέλαβε κατὰ τὸ κοινὸν τῆς ἀμερείας· γραμμὴ δὲ πρὸς ἐπίπεδον, τὸ δὲ ἐπίπεδον πρὸς σῶμα, ὥσπερ τὸ σῶμα εἰς ἐπίπεδα κατ’ αὐτοὺς διαλύεται, διότι καὶ ἐκ τούτων συνέστηκεν, οὕτω καὶ τὸ ἐπίπεδον εἰς γραμμὰς οἷόν τε διαλυθῆναι καὶ τὰς γραμμὰς εἰς στιγμάς· ἐνδέχεται οὖν σημεῖα μόνον εἶναι1 ποτε, μηδὲν δὲ μέγεθος. ἐνταῦθα ὁ Ἀλέξανδρος αἰσθόμενος τῆς ὁμοίας ἐνστάσεως “οὐκέτι, φησί, τοῖς ἐξ ὕλης καὶ εἴδους τὰ σώματα λέγουσιν ἀκολουθεῖ τὸ ἐνδέχεσθαι μηδὲν εἶναι μέγεθος· οὐ γὰρ σώματος γένεσίς ἐστι κατ’ αὐτούς, ἀλλὰ τοῦδε τοῦ σώματος, οὗ δέ ἐστιν ἡ γένεσις, ἐκείνου καὶ ἡ φθορά. ἔτι οὐκ ἔστιν ἡ ὕλη κατ’ αὐτοὺς ἐνεργείᾳ, κατὰ δὲ τοὺς τὰ ἐπίπεδα ἔστιν. ἴσως δέ, φησίν, οὐδὲ ἡ ὕλη εἴη ἂν αὐτὴ καθ’ αὑτὴν ἀμεγέθης”. καὶ πρὸς μὲν τοῦτο ῥητέον·2 εἰ λέγει ὁ Ἀριστοτέλης “ἔστι γὰρ καὶ σώματος ὕλη καὶ μεγάλου καὶ μικροῦ ἡ αὐτή,” πῶς ἕξει τῷ ἑαυτῆς λόγῳ μέγεθος ἡ ὕλη, εἴπερ σώματός ἐστιν ὕλη ἄλλη οὖσα δηλονότι παρὰ τὸ σῶμα, καὶ εἴπερ καὶ μεγάλου καὶ μικροῦ ἡ αὐτή; εἰ γὰρ ἔχει μέγεθος, πεπερασμένον πάντως τοσονδί. πρὸς δὲ τὸν τοῦ Ἀριστοτέλους λόγον ῥητέον, ὡς, εἰ μόνον ἀναλύοιτο τὰ ἐν γενέσει, ἀλλὰ μὴ καὶ συντιθοῖτο κατὰ τοὺς ἐνεργοῦντας ἀεὶ δημιουργικοὺς λόγους καὶ τὴν οὐράνιον κίνησιν καὶ τὴν εἰς ἄλληλα καὶ ὑπ’ ἀλλήλων δρᾶσίν τε καὶ πεῖσιν, καὶ κατὰ τοὺς ἐξ ὕλης καὶ εἴδους λέγοντας τὴν γένεσιν, κἂν μέγεθος μὴ ἐνδέχεται ποτε μὴ εἶναι, διότι ἡ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστιν ἐν τοῖς ἁπλοῖς, ἀλλὰ ἄνθρωπον ἐνδέχεται μὴ εἶναι καὶ ἵππον πάντων εἰς τὰ στοιχεῖα διαλυθέντων καὶ ἄλλων μὴ συστάντων, οὐδὲν δὲ ἧττον ἄτοπον τοῦτο τοῦ μέγεθος μὴ εἶναι. Πάλιν δὲ ὁ Ἀλέξανδρος “πρὸς τοὺς λέγοντας, φησίν, ὅτι οὐ τὰ φυσικὰ σώματα ὁ Πλάτων ἐκ τῶν ἐπιπέδων ἐν τῷ Τιμαίῳ συνίστησιν, ἀλλὰ τὸ εἶδος ἑκάστου τῶν σωμάτων, καθ’ ὃ ἕκαστόν ἐστιν αὐτὸ τοῦτο, ὅ ἐστι, τὸ δὲ εἶδος ἀσώματον, τοῦτο δὲ τὸ γεννώμενον εἶδος ἐκ τῶν ἐπιπέδων γενόμενον ἐν τῇ ὕλῃ τὸ μὲν πῦρ ποιεῖ, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆν, τὸ δὲ ἀέρα, ὥστε οὐ τὸ ἔνυλον σῶμα, ὥς φησιν Ἀριστοτέλης, ἐξ ἐπιπέδων γεννᾷ ὁ Πλάτων· πρὸς τούτους οὖν, φησί, ῥητέον, ὅτι, κἂν δέξηταί τις τοῦτο αὐτὸν βούλεσθαι λέγειν, ἀλλ’ οὖν καὶ οὕτως ἐξ ἐπιπέδων αὐτῷ γεννᾶται τὸ βάθος. οὐ γὰρ ἀβαθὴς ἡ ἐκ τῶν τριγώνων γινομένη πυραμίς· πυραμὶς γὰρ ἐπίπεδος οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων οὐδὲν τῶν συστοίχων τῇ πυραμίδι. ἕπεται δὲ τῷ ἐκ τῶν ἀβαθῶν τὸ βάθος γεννῶντι καὶ ἐκ τῶν ἀπλατῶν τὸ πλάτος ποιεῖν καὶ ἐκ τῶν ἀδιαστάτων τὸ μῆκος πρὸς τῷ, φησί, μηδὲ εὐλόγως αὐτοὺς λέγειν γένεσιν εἴδους γίνεσθαι. ὡς γὰρ οὐκ ἔστι γένεσις ὕλης, οὕτως οὐδὲ εἴδους καθ’ αὑτό, ἀλλ’ ἔστιν ἡ γένεσις τοῦ συναμφοτέρου, καὶ τοῦτό ἐστι τὸ γινόμενον καὶ φθειρόμενον, γινόμενον μὲν τῇ παρουσίᾳ τοῦ εἴδους, φθειρόμενον δὲ τῇ ἀπουσίᾳ”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος, ὅτι μὲν οὐκ ἐξ ἀβαθῶν τὸ βάθος γεννῶσιν οὐδὲ μαθηματικὰ αὐτῶν ἐστι τὰ ἐπίπεδα, εἴρηται πολλάκις· ἐχρῆν μέντοι ἐννοεῖν, ὅτι καὶ ἡμεῖς ἐξ ὕλης καὶ εἴδους ἀσωμάτων ὄντων καὶ ἀποίων σῶμα καὶ ἡμεῖς πεποιωμένον ποιοῦμεν,3 εἰ μὴ ἄρα λέγοι τις, ὅπερ καὶ πρότερον εἶπον, ὅτι τὰ μὲν ἐπίπεδα ὡς μέρη παραλαμβάνεται, ἡ δὲ ὕλη καὶ τὸ εἶδος ὡς στοιχεῖα. πῶς δὲ λέγει γένεσιν εἴδους μὴ εἶναι; εἰ μὲν ὡς μὴ διὰ γενέσεως ἀλλὰ ἀχρόνως εἰς τὸ εἶναι παραγινομένου, καὶ τοῦτο μὲν ἀμφιδοξεῖται· πλὴν οἱ τὸ εἶδος ἐκ τῶν ἐπιπέδων λέγοντες γενέσθαι οὕτω ἔλεγον, ὡς ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι παραγόμενον, εἴτε ἐν χρόνῳ εἴτε ἀχρόνως τοῦτο συμβαίνοι, εἴπερ ἄρα τινὲς ἦσαν οἱ οὕτω λέγοντες.
“总体而言,结果要么是在某个时候根本没有任何大小……直到:而没有任何物体。” 这个论难不是从面的合成,而是从其分解中得出的,而且更为强硬。因为他说,按照这一论理,结果将是存在之物中在某个时候没有任何大小,或者有可能没有任何大小;而有可能不存在与不存在仅仅在时间上有所不同。那么,这又是如何随之产生的呢?他说,如果事实上如同点对于线那样——他自己由于它们不可分性的共同点而用单子代替了点——线对于面,面对于物体,正如按照他们所说物体被解体为面,因为物体也是由这些面构成的,同样地面也能够被解体为线,线被解体为点;因此,有可能在某个时候只有点,而没有任何大小。在这里,亚历山大意识到了类似的反对意见,便说:“对于主张物体是由质料和形式构成的人来说,有可能没有任何大小这一结论不再随之产生。因为按照他们所说,产生的不是物体[一般],而是这个具体的物体,凡有其生成者,也就有其消亡。此外,按照他们所说质料并非现实地存在,而按照主张面的人来说[面是现实地]存在的。也许,”他说,“质料自身就其自身而言也不会没有大小。”而针对这一点必须说:如果亚里士多德说“因为物体的质料,无论是大物体还是小物体,都是相同的”,那么既然质料是物体的质料,显然有别于物体,并且无论是对于大的还是小的都是相同的,它又怎么可能根据自身的定义而具有大小呢?因为如果它具有大小,它必然无论如何都具有如此这般大小的有限大小。但是针对亚里士多德的论理必须说,如果处于生成中的事物仅仅被分解,而不是按照恒常运作的造物主性的原则、天体的运动以及相互之间施受的作用和感受同时被结合起来,那么即使按照主张生成来自质料和形式的人,即便由于在简单物体中一者的消亡即是另一者的生成,大小绝不可能在任何时候都不存在,但是如果一切都被解体为元素而没有其他事物被结合起来,人与马也是有可能不存在的;而这并不比没有大小更不荒谬。然而亚历山大又说:“针对那些主张柏拉图在《蒂迈欧篇》中不是由面构成自然物体,而是构成物体的各个形式——依据形式,每一个物体才是其本身所是的那个东西,而形式是非物体的,这一由面所生成的形式在质料中产生,使得一者成为火,另一者成为水,另一者成为土,另一者成为气,从而柏拉图并不是像亚里士多德所说的那样由面生成有质料的物体——针对这些人,”他说,“必须说,即使有人承认他是想这么说的,但即便如此,在他那里深度仍然是由面生成的。因为由三角形构成的棱锥并不是没有深度的;因为棱锥不是平面的,与棱锥同类的其他任何东西也不是平面的。而对于从无深度者生成深度的人来说,从无宽度者制造出宽度、从无广延者生成长度也是必然随之产生的。此外,”他说,“他们主张存在形式的生成也是不合情理的。因为正如没有质料的生成一样,形式就其自身而言也没有生成,而是存在两者的结合体的生成,正是这个结合体在生成和消亡,它因形式的临在而生成,因其缺失而消亡。”尽管亚历山大说了这些,但他们并非从无深度者生成深度,他们的面也绝非数学性的,这一点已经被多次陈述了。然而应当意识到的是,我们自己也是由非物体的、无性质的质料和形式制造出具有性质的物体的——除非有人可能会说,正如我之前也说过的,面是作为部分被采用的,而质料和形式是作为元素被采用的。而且,他怎么能说没有形式的生成呢?如果他的意思是不是通过生成过程而是无时间地进入存在,这本身也是有争议的;然而,那些主张形式来自面的人是这样说的,即形式是从非存在被引向存在,无论这是发生在时间中还是无时间地发生——如果确实曾经有人这样主张的话。
- 3.15πρὸς δὲ τὸν τοῦ Ἀριστοτέλους λόγον ῥητέον, ὡς, εἰ μόνον ἀναλύοιτο ... οὐδὲν δὲ ἧττον ἄτοπον τοῦτο τοῦ μέγεθος μὴ εἶναι.
依存于 ὡς 的归结主句是由归结词 ἀλλά 引出的 ἀλλὰ ἄνθρωπον ἐνδέχεται μὴ εἶναι καὶ ἵππον(其后带有独立属格结构,并由 δέ 并列接续 οὐδὲν δὲ ἧττον ἄτοπον τοῦτο...)。在该主节之前,嵌套了由 εἰ μόνον ἀναλύοιτο 引出的长条件从句、让步从句(κἂν μέγεθος μὴ ἐνδέχεται...)及原因从句。辛普利丘通过将亚里士多德“只分解而不重新组合”这一片面假设施加于逍遥学派自身的生成论,指明这也同样会导致个别物种消亡的不合理推论。
- 3.15πρὸς τοὺς λέγοντας ... πρὸς τούτους οὖν, φησί, ῥητέον
句首的 πρὸς τοὺς λέγοντας ὅτι... 引导了一个概括柏拉图辩护者观点的长名词从句,经过插入和语流延隔后,由 πρὸς τούτους οὖν, φησί, ῥητέον 进行复取(resumptive)。这明确了亚历山大所引述的反驳对象的范围与其自身回应的起点。
- 3.15σῶμα καὶ ἡμεῖς πεποιωμένον ποιοῦμεν
短语中的 καὶ ἡμεῖς 起到强调和对比的作用(甚至出现两次强调),指出即便是在亚里士多德学派自身看来,也是从非物体的质料和形式中产生出具有性质的物体,因而在由非立体构成立体这一点上面临着类似的解释要求。
