← 辛普里丘

亚里士多德《论天》注释

§576.20-577.19

将物体的重量归结于面以及点具有重量之反驳

辛普利丘阐明了亚里士多德的两难推论(即无论把物体的重量归结为面的数量还是其固有的重量,都会推出点也具有重量这一荒谬结论),并反驳指出柏拉图派所假定的并非数学的面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14

" Ἔτι εἰ μὲν πλήθει βαρύτερα τὰ σώματα τῶν ἐπιπέδων ἕως τοῦ τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύτερον ἢ τὸ τοῦ πυρός." Καὶ τοῦτο πάλιν ἀπὸ τῆς βαρύτητος αὐτοῖς ἐπάγει τὸ ἐπιχείρημα. ἔστι δὲ τοιοῦτον· εἰ πλήθει μὲν τῶν ἐπιπέδων βαρύτερα τὰ σώματά ἐστιν, ὀλιγότητι δὲ ἐλαφρότερα, ὡς ἐν τῷ Τιμαίῳ γέγραπται· λέγει γὰρ “ἔτι τε ἐλαφρότατον τὸ ἐξ ὀλίγων συνεστὼς τῶν αὑτοῦ μερῶν” ὡς πάντων ἰσορρόπων ὄντων τῶν ἐπιπέδων· ἕξει καὶ ἡ γραμμὴ καὶ ἡ στιγμὴ βάρος, ὅπερ ἀδύνατον δέδεικται. εἰ γὰρ παρὰ τὸ πλῆθος τῶν ἐπιπέδων βαρύτερον γίνεται τὸ σῶμα, δῆλον, ὅτι ἕκαστον αὐτῶν εἰς βαρύτητα συντελεῖ· τὸ γὰρ πλέον βάρος, τουτέστι τὸ βαρύτερον, βάρει βαρύτερόν ἐστιν. εἰ οὖν τὰ ἐπίπεδα βαρέα, ἐξ ὧν τὸ σῶμα, καὶ αἱ γραμμαὶ βαρεῖαί εἰσιν, ἐξ ὧν τὰ ἐπίπεδα, καὶ αἱ στιγμαί, ἐξ ὧν αἱ γραμμαί· ὁ γὰρ αὐτός ἐστι λόγος, διότι πέρατα ὁμοίως πάντα. ἀλλὰ μὴν τὸ τὴν στιγμὴν βάρος ἔχειν δέδεικται διὰ πλειόνων ἀδύνατον, εἴπερ τὸ μὲν βάρος διαιρετόν, ἡ δὲ στιγμὴ ἀδιαίρετον. εἰ δὲ μὴ τῷ πλήθει τῶν ἐπιπέδων ἡ κατὰ τὸ βάρος διαφορὰ τοῖς σώμασιν ἀκολουθεῖ, ἀλλ’ ἀνάπαλιν τῷ τὴν γῆν βαρεῖαν εἶναι, τὸ δὲ πῦρ κοῦφον, τὰ μὲν τῆς γῆς ἐπίπεδα βαρέα ἐστί, τὰ δὲ τοῦ πυρὸς κοῦφα, ὅπερ αὐτὸς εἶπε διὰ τοῦ τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύτερον ἢ τὸ τοῦ πυρὸς ἀντὶ τοῦ εἰπεῖν· τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύ, τὸ δὲ τοῦ πυρὸς κοῦφον·1 εἰ δὲ τοῦτο, καὶ τῶν γραμμῶν πάλιν καὶ τῶν στιγμῶν ἡ αὐτὴ ἔσται διαφορά, ὥστε καὶ οὕτως ἀκολουθήσει τὸ ἀδύνατον τὸ τὴν στιγμὴν βάρος ἔχειν ἢ κουφότητα. εἰ οὖν ἀνάγκη, εἰ ἐξ ἐπιπέδων ἐστὶ τὰ σώματα, ἢ τῷ πλήθει τῶν ἐπιπέδων βαρύτερα καὶ κουφότερα αὐτὰ εἶναι ἢ διὰ τὸ τὰ μὲν φύσει βαρέα εἶναι τῶν σωμάτων, τὰ δὲ κοῦφα, καὶ τῶν ἐπιπέδων, ἐξ ὧν συνεστήκασι, τὰ μὲν βαρέα ἐστί, τὰ δὲ κοῦφα, ἑκατέρᾳ δὲ τῶν ὑποθέσεων ἀδύνατόν τι ἀκολουθεῖ τὸ τὴν στιγμὴν βάρος ἔχειν ἢ κουφότητα, ἀδύνατον τὸ ἐξ ἀρχῆς ἐστι τὸ ἐξ ἐπιπέδων εἶναι τὰ σώματα. καὶ πρὸς τοῦτο δὲ τὸ αὐτὸ ῥητέον, ὅτι οὐ μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται, ὥστε ἀνάλογον εἶναι, ὡς ἐπίπεδα πρὸς σῶμα, οὕτω γραμμὰς πρὸς ἐπίπεδον καὶ στιγμὰς πρὸς γραμμήν.2

“此外,如果一方面物体因面的众多而更重……直到:因为土的面将比火的面更重。” 这也是他从重力出发对他们提出的论难。它是这样的:如果物体依据面的众多而更重,因其稀少而更轻,正如在《蒂迈欧篇》中所写的那样——因为他说“此外,由自身少数部分组成者最轻”,仿佛所有的面都是同等平衡的——那么线和点也将具有重量,而这已被证明是不可能的。因为如果物体是由于面的众多而变得更重,显然它们中的每一个都对重量有所贡献;因为更大的重量,即更重的东西,是因重量而更重。因此,如果构成物体的面是重的,那么构成面的线也是重的,构成线的点也是重的;因为这是同一个道理,因为一切都同样是界限。然而,点具有重量通过多种论证已被证明是不可能的,因为重量是可分的,而点是不可分的。但如果在物体中依据重量的差别并不依循面的多寡,而是相反,由于土是重的而火是轻的,土的面是重的而火的面是轻的——这正是他自己借由说“因为土的面将比火的面更重”所表达的,而不是说“因为土的面将是重的,而火的面将是轻的”——如果情况如此,在线和点中也将再次存在同样的差别,以致即使这样,点具有重或轻这一不可能的结论也将随之产生。因此,如果物体是由面构成的,那么必然地,或者它们因面的多寡而更重和更轻,或者由于物体本性上有些重有些轻,构成它们的面也有些重有些轻;既然对于这两种假设中的每一种,都会随之产生一个不可能的结论,即点具有重或轻,那么从一开始假定物体是由面构成的就是不可能的。然而针对这一点也必须说出同样的话,即他们所假定的并不是数学的面,以至于线对于面以及点对于线,就像面对于物体那样成比例。

语法注2 条
  1. 3.14ἀντὶ τοῦ εἰπεῖν· τὸ γὰρ τῆς γῆς ἐπίπεδον ἔσται βαρύ, τὸ δὲ τοῦ πυρὸς κοῦφον

    前置词短语 ἀντὶ τοῦ 加上不定式 εἰπεῖν 引入了解释性的意译,说明亚里士多德使用比较级表达(“将更重”)实际上代替了对绝对性质(“重的”与“轻的”)的陈述。

  2. 3.14ὥστε ἀνάλογον εἶναι, ὡς ἐπίπεδα πρὸς σῶμα, οὕτω γραμμὰς πρὸς ἐπίπεδον καὶ στιγμὰς πρὸς γραμμήν

    ὥστε 在否定主句(οὐ μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται)之后引导结果从句,并在不定式结构(ἀνάλογον εἶναι)中嵌入了比例句式(“ὡς A πρὸς B, οὕτω C πρὸς D”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:576.20-577.19