- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:575.9-576.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对面若沿宽度组合所生成物体的诘难为柏拉图辩护,指出柏拉图仅指包容立体的组合方式,并进一步反驳了亚历山大关于元素生成非象征性以及将其等同于德谟克利特原子论的批评。
ἀλλ’ εἰ καὶ κατὰ πλάτος ἐνδέχεται συντίθεσθαι τὰ ἐπίπεδα ὥσπερ τὰς γραμμὰς καὶ κατὰ μῆκος, ἔσται τι σῶμα τὸ ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων γινόμενον, εἴπερ τὸ ἐξ ἐπιπέδων συντιθέμενον σῶμά ἐστιν, ὃ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων ἐστίν· οὔτε γὰρ τῶν τεσσάρων τι σωμάτων, ὧν ἡ γένεσις κατὰ γραμμὴν συντιθεμένων·1 οὔτε γὰρ πυραμὶς οὔτε ἄλλο τι τῶν συστοίχων οὔτε σύνθετόν τι ἐκ τούτων σῶμα οὔτε πῦρ οὔτε ἀὴρ οὔτε ἄλλο τι τούτων· οὐδὲν δὲ σῶμα οἷόν τε εἶναι, ὃ μὴ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων σύγκειται. Ταῦτα τοῦ Ἀριστοτέλους εἰπόντος ῥητέον, ὅτι, εἰ μὲν πᾶσαν σύνθεσιν ἐπιπέδων σῶμα ποιεῖν ἔλεγον οἱ οὕτως ὑποθέμενοι, ἀλλὰ μὴ τὴν κατὰ γραμμὰς συντιθεμένην, καλῶς ἂν ἐλέγετο ταῦτα, εἰ δὲ κατ’ ἐκείνην μόνην, καθ’ ἣν ἡ ἐπίπεδος φύσις περιέχει τὸ στερεόν, ὡς ὁ Πλάτων φησίν, οὐδὲν ἂν εἴη πρὸς ἐκείνους τὰ εἰρημένα. ἔπειτα οὐδὲν θαυμαστὸν κατὰ πλάτος συντιθεμένων τῶν ἐπιπέδων ἀτελές τι καὶ παρὰ φύσιν ἐν τοῖς ἐσχάτοις ὑφίστασθαι· καὶ γὰρ καὶ κατ’ αὐτὸν ἐν τῇ τῶν στοιχείων μεταβολῇ εἴη ἄν τινα ἀποτυγχανόμενα, ὡς μήτε στοιχεῖα μήτε ἐκ στοιχείων εἶναι. Ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος καὶ καθ’ αὑτὸν ἀντιλέγειν πειρᾶται τῷ λόγῳ, ἴδωμεν καὶ τὰ ὑπ’ ἐκείνου λεγόμενα. ὅτι γάρ, φησίν, ἐξ ἐπιπέδων τὴν γένεσιν ἀληθῶς ἐποίουν καὶ οὐ διὰ τὴν πρὸς τὰ ἁπλᾶ σώματα τῶν σχημάτων τούτων ὁμοιότητα, καὶ ὅτι εὐλόγως αὐτοῖς ὁ Ἀριστοτέλης ἀντιλέγει, δῆλον ἐκ τοῦ διὰ τοῦτο λέγειν τὰ μὲν ἄλλα σώματα εἰς ἄλληλα ποιεῖσθαι τὴν μεταβολήν, ὅτι ἡ γένεσις αὐτοῖς ἐκ τῶν ὁμοίων ἀλλήλοις σκαληνῶν ὀρθογωνίων τριγώνων ἐστίν, ἐξ ὧν σύγκειται τὰ ἰσόπλευρα τρίγωνα, τὴν δὲ γῆν εἰς μηδὲν τῶν ἄλλων μεταβάλλειν, ὅτι μόνη ἐξ ἰσοσκελῶν ὀρθογωνίων τριγώνων γέγονεν. ἀλλ’ ὅτι μὲν οὐκ ἀναγκαῖον τὴν κατὰ ὁμοιότητα τῶν σχημάτων πρὸς τὰ στοιχεῖα ἐξήγησιν ἐκβάλλειν διὰ τὸ μὴ πάντα τὰ στοιχεῖα ἐκ τοῦ αὐτοῦ λέγεσθαι τριγώνου, πρόδηλον ἂν εἴη· εἰ γὰρ τὰ ἄλλα συμβολικῶς εἴρηται, τί κωλύει καὶ τούτου συμβολικῶς ἀκούειν; ὅτι δὲ ἀρχοειδέστεραί εἰσιν αἱ κατὰ τὰ σχήματα αἰτίαι τῶν κατὰ τὰς ποιότητας, δῆλον, εἴπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης πρὸ τῶν ἄλλων ποιοτήτων ἐγγίνεσθαι τὰ σχήματα τῇ ὕλῃ νομίζει· τοῦτο δὲ δῆλον ἐκ τοῦ τὸ παρ’ αὐτῷ δεύτερον καλούμενον ὑποκείμενον ὂν τὸ ἄποιον λέγεσθαι σῶμα·2 τῷ δὲ σώματι καθὸ σῶμα τριχῇ διαστατῷ ὄντι συνουσίωται τὸ σχῆμα καὶ μάλιστα πεπερασμένου ὄντος αὐτοῦ, ὡς αὐτὸς ἀποδείκνυσιν. ἀλλὰ τί, φησίν, διοίσει τῆς Δημοκρίτου δόξης ἡ ἐκ τῶν ἐπιπέδων λέγουσα, εἴπερ καὶ αὐτὴ κατὰ τὰ σχήματα εἰδοποιεῖσθαι τὰ φυσικὰ σώματά φησι; ῥᾴδιον δὴ καὶ πρὸς τοῦτο λέγειν, ὅτι κατὰ τοῦτο μὲν οὐδὲν διαφέρει· καὶ γάρ, ὅπερ καὶ πρότερον εἶπον, Δημόκριτον ὁ Θεόφραστος ἱστορεῖ ὡς ἰδιωτικῶς ἀποδιδόντων τῶν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα αἰτιολογούντων ἐπὶ τὰς ἀτόμους ἀναβῆναι· διαφέρει δὲ ἴσως ταύτης ἐκείνη ἡ δόξα καὶ τῷ ἁπλούστερόν τι τῶν σωμάτων προϋποθέσθαι τὸ ἐπίπεδον τῶν ἀτόμων σωμάτων οὐσῶν καὶ τῷ συμμετρίας καὶ ἀναλογίας δημιουργικὰς τοῖς σχήμασιν ἐνιδεῖν καὶ τῷ περὶ τῆς γῆς ἀλλοίως διαιτᾶσθαι.3
然而,如果面也可能像线那样不仅在长度上,而且在宽度上进行组合,那么由这样组合的面所生成的某种物体就将存在——如果由面组合而成的东西确实是物体的话——而它既不是元素,也不是由元素组成的;因为这四个物体的生成是在[面]沿着线组合时发生的,而它并不是这四个物体中的任何一个。事实上,它既不是四面体,也不是对应系列中的其他任何一个,也不是由这些组成的复合体,既不是火,也不是气,也不是这些之中的其他任何一个;但绝不可能存在任何既不是元素也不是由元素组成的物体。 在亚里士多德说了这些之后,必须指出:如果那些做出这种假定的人声称面的任何组合都能生成物体,而不仅限于沿着线组合的那种,那么这些话固然说得有理;但如果仅仅依据面之本性包容立体的那种组合——正如柏拉图所说的那样——那么所说的这些对于他们就不会有任何针对性。此外,当面在宽度上组合时,在终极产物中产生某种不完全的、反乎自然的东西,这也是不足为奇的;因为即便在他〔亚里士多德〕看来,在元素的变化中也会有某些失败之物生成,以致它们既不是元素也不是由元素构成的。 既然亚历山大也试图以自己的立场反驳这一学说,就让我们也看看他所说的话。因为他[亚历山大]说,他们确实是从面中生成物体,而不是因为这些图形对简单物体的相似性,并且亚里士多德反驳他们是合理的,这从他们声称其他物体彼此互相转化是因为它们的生成来自相互相似的直角不等边三角形(等边三角形就是由这些三角形组成的),而土不转化为其他任何物体是因为唯独它是从直角等腰三角形生成的这一事实中,是显而易见的。然而,仅仅因为并非所有元素都被说成来自同一种三角形,并无必要据此抛弃根据图形对元素的相似性所作的解释,这应当是显然的;因为如果其他事情是象征性地被讲述的,那么有什么能阻止将这也象征性地来理解呢?而且,依据图形的原因比依据性质的原因更为本原,这一点也是显而易见的,如果亚里士多德自己也认为图形在其他性质之前就在质料中产生的话;而这一点从被他称为第二底层质料的存在被称为无性质的物体中显明出来;而对于物体而言,就其作为在三维上延展的物体而言,图形是与其实体同在的,尤其是当物体本身是有限的时候,正如他自己所证明的那样。 “然而,”他[亚历山大]说,“如果主张出于面的学说本身也声称自然物体是依据图形获得形式的,那么它与德谟克利特的观点有什么不同呢?”针对这一点也很容易回答说,在这方面确实没有任何不同;因为正如我之前说过的,泰奥弗拉斯托斯记载德谟克利特认为那些依照冷热及类似性质解释原因的人是外行的,因而上升到了原子;但那一观点[柏拉图的观点]与这一观点[德谟克利特的观点]的不同之处或许在于:在原子是物体的情况下,它预先假定了比物体更为简单的面;并且它在图形中看到了造物主式的均称和比例;以及它对土作出了不同的裁定。
- 3.13ὧν ἡ γένεσις κατὰ γραμμὴν συντιθεμένων
短语 κατὰ γραμμὴν συντιθεμένων 为属格绝对结构,其逻辑主语根据上下文为“面”(τῶν ἐπιπέδων)。在由 ὧν(先行词为 τῶν τεσσάρων σωμάτων,“这四个物体的生成”)引导的关系从句内部,它充当生成发生时的伴随条件或手段。
- 3.13τὸ παρ’ αὐτῷ δεύτερον καλούμενον ὑποκείμενον ὂν τὸ ἄποιον λέγεσθαι σῶμα
这是由 ἐκ τοῦ 引导的定冠词不定式从句中的“对格加不定式”结构。不定式 λέγεσθαι 的逻辑主语为对格短语 τὸ παρ’ αὐτῷ δεύτερον καλούμενον ὑποκείμενον ὂν(“在他那里被称为第二底层质料的存在”),并带述语对格 τὸ ἄποιον... σῶμα(“无性质的物体”)。
- 3.13τῷ περὶ τῆς γῆς ἀλλοίως διαιτᾶσθαι
带冠词与格不定式 τῷ... διαιτᾶσθαι 与前文的 τῷ... προϋποθέσθαι 和 τῷ... ἐνιδεῖν 并列,表示差异所在的方面或原因。中动态动词 διαιτᾶσθαι 本义为“仲裁、裁决”,此处在哲学意义上引申为“作出判定、确立学说”,介词短语 περὶ τῆς γῆς 则指明其论述的对象(“关于土”)。
