- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:574.1-575.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在299b23中对由面构成物体的理论所作的批判。针对柏拉图学派通过沿边界线拼接面来生成正多面体(正四面体、八面体、二十面体、正方体、十二面体)的做法,亚里士多德指出,正如线不仅沿长度(在点上)而且沿宽度(沿线)进行组合,面也必然应当通过在宽度上的重叠来进行组合。
" Ἔτι εἰ μὲν τὰ ἐπίπεδα μόνον κατὰ γραμμὴν ἕως τοῦ ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων." Οἱ ἐκ τῶν ἐπιπέδων τὰ σώματα γεννῶντες τὴν σύνθεσιν τῶν ἐπιπέδων οὐ κατὰ ἐφαρμογὴν αὐτῶν τὴν κατὰ πλάτος ποιοῦνται, ἀλλὰ κατὰ τὰ γραμμικὰ πέρατα· οὕτω γὰρ στερεὰς γωνίας ποιοῦντες διαφερούσας ἀλλήλων κατὰ τὸν ἀριθμὸν τῶν ἐπιπέδων τὰ διάφορα σώματα ἐγέννων. τριῶν μὲν γὰρ τριγώνων ἰσοπλεύρων εἰς μίαν κορυφὴν συναγομένων καὶ κατὰ τὰς περιεχούσας γραμμὰς συνημμένων καὶ βάσιν ἐχόντων τρίγωνον ἰσόπλευρον ἡ πυραμὶς γίνεται τέσσαρας ἔχουσα στερεὰς γωνίας, ὧν ἑκάστη ἐκ τριῶν γωνιῶν συνέστηκεν ἀπὸ διμοίρου ὀρθῆς οὐσῶν1 διὰ τὸ ἰσόπλευρα εἶναι τὰ τρίγωνα. τὸ δὲ ὀκτάεδρον σύγκειται μὲν ἐξ ὀκτὼ τριγώνων πάντῃ ἰσοπλεύρων εἴκοσι τέσσαρας γωνίας ἐχόντων ἐπιπέδους, διὸ στερεὰς ἓξ ἔχει γωνίας ἑκάστην ἐκ τεσσάρων ἐπιπέδων συγκειμένην. τὸ δὲ εἰκοσάεδρον σύγκειται μὲν ἐξ εἴκοσι τριγώνων ἰσοπλεύρων, ἑξήκοντα δὲ οὐσῶν ἐπιπέδων γωνιῶν ἑκάστης ἐν αὐτῷ στερεᾶς γωνίας ἐκ πέντε ἐπιπέδων ὁμοίων συνισταμένης δώδεκα ἔχει στερεὰς γωνίας. ὁ δὲ κύβος σύγκειται μὲν ἐκ τεσσάρων τετραγώνων, ὧν ἕκαστον σύγκειται ἐκ τεσσάρων τριγώνων ἰσοσκελῶν ὀρθογωνίων τὰς κορυφὰς ἐν τῷ κέντρῳ τοῦ τετραγώνου συνημμένας ἐχόντων καὶ πλευρὰς μὲν τὰ τμήματα τῶν τοῦ τετραγώνου διαμέτρων, βάσεις δὲ τὰς τοῦ τετραγώνου πλευράς· ἔχει δὲ ὁ κύβος στερεὰς γωνίας ὀκτὼ ἑκάστην ἐκ τριῶν ὀρθῶν ἐπιπέδων γωνιῶν συνισταμένην. τὸ δὲ δωδεκάεδρον σύγκειται μὲν ἐκ δώδεκα πενταγώνων ἰσοπλεύρων τε καὶ ἰσογωνίων, ἔχει δὲ στερεὰς γωνίας εἴκοσιν ἑκάστην ἐκ τριῶν τοῦ πενταγώνου ἐπιπέδων γωνιῶν συνισταμένην, ὧν ἑκάστη μιᾶς ὀρθῆς καὶ πέμπτου ἐστί. Λέγει οὖν ὁ Ἀριστοτέλης πρὸς αὐτούς, ὅτι τῆς τοιαύτης συνθέσεως τῶν ἐπιπέδων κατὰ γραμμὴν οὔσης, εἰ μὲν μόνον οὕτω πεφυκέναι λέγουσι συντίθεσθαι τὰ ἐπίπεδα, ἄτοπον λέγουσι· δεῖ γάρ, ὥσπερ γραμμὴ πρὸς γραμμὴν ἀμφοτέρως συντίθεται2 καὶ κατὰ μῆκος καὶ κατὰ πλάτος· λέγει δὲ κατὰ πλάτος μέν, ὃ κατὰ γραμμὴν ἐφεξῆς καλεῖ, ἐπιτιθεμένην, κατὰ μῆκος δὲ οὐκ ἐπιτιθεμένην, ἀλλὰ προστιθεμένην, οὐ κατὰ γραμμήν, ἀλλὰ κατὰ σημεῖον, καὶ διὰ τούτου μὲν τοῦ τρόπου τὸ μῆκος αὔξουσαν, διὰ δὲ τοῦ κατὰ γραμμὴν τὸ πλάτος, εἴπερ γραμμῶν συντιθεμένων ἐπίπεδον γίνεται, ὥσπερ ἐπιπέδων σῶμα· ὡς οὖν ἡ γραμμὴ διχῶς συντίθεται, οὕτω χρὴ καὶ τὸ ἐπίπεδον μὴ μόνον κατὰ γραμμὴν καὶ μῆκος συντίθεσθαι, ὡς οὗτοι λέγουσιν, ἀλλὰ καὶ κατὰ πλάτος, ὥστε ἐφαρμόζειν ἀλλήλοις τὰ ἐπίπεδα, ὡς ἐφήρμοζον ἀλλήλαις καθ’ ὅλον τὸ μῆκος αἱ κατὰ γραμμὴν ἐπιτιθέμεναι, ἀλλ’ οὐχὶ αἱ προστιθέμεναι.
“此外,若面仅沿线[组合]”直至“由这样组合的面[产生]”。 那些由面生成物体的人,不是通过面在宽度上的重叠来进行面的组合,而是沿着其线性边界进行组合;因为他们以此种方式制造出因面的数量而彼此不同的立体角,从而生成了各种不同的物体。事实上,当三个等边三角形汇聚于一个顶点、并沿着包含它们的线接合、且以一个等边三角形为底面时,四面体便生成了,它具有四个立体角,其中每一个立体角都由三个因三角形是等边三角形而是三分之二直角的角组成。而八面体由八个完全等边的三角形组成,具有二十四个平面角,因此具有六个立体角,每个立体角由四个平面[角]组成。而二十面体由二十个等边三角形组成,平面角有六十个,其内部的每个立体角由五个相似的平面[角]组成,具有十二个立体角。而正方体由四个正方形组成,每个正方形由四个等腰直角三角形组成,这些三角形的顶点接合在正方形的中心,以正方形对角线的各线段为边,以正方形的各边为底边;正方体具有八个立体角,每个立体角由三个直角平面角组成。而十二面体由十二个等边且等角的五边形组成,具有二十个立体角,每个立体角由五边形的三个平面角组成,其中每个角是一个直角加五分之一[直角]。 因此亚里士多德对他们说,既然面的这种组合是沿着线进行的,如果他们声称面生来只能以这种方式组合,他们所说的就是荒谬的;因为必须像线与线在长度上和在宽度上这两种方式都能组合那样——他所说的在宽度上,即他随后称为沿着线的方式,是指被重叠放置;而在长度上,则是指不被重叠放置,而是被接续添加,不是沿着线,而是沿着点,并且通过这种方式增加长度,而通过沿着线的方式增加宽度,如果线组合起来确实生成面,正如面[组合起来生成]物体一样——因此,正如线以两种方式组合,面也必须不仅像他们所说的那样沿着线和长度组合,而且必须沿着宽度组合,以致诸平面彼此重合,正如那些沿着线被重叠放置的[线]沿着其整个长度彼此重合,而不是像那些被接续添加的[线那样不能重合]。
- 3.13ἀπὸ διμοίρου ὀρθῆς οὐσῶν
介词 ἀπό 后接属格 διμοίρου ὀρθῆς,作为表语性表达表示角度的大小(“相当于/由直角的三分之二构成”,即60度)。οὐσῶν 是与前面的 γωνιῶν 一致的分词。
- 3.13δεῖ γάρ, ὥσπερ γραμμὴ πρὸς γραμμὴν ἀμφοτέρως συντίθεται
主句骨架以 δεῖ γάρ 开始后,由 ὥσπερ 引导的插入性比喻长篇展开(解释线的两种组合方式,包含分词 ἐπιτιθεμένην 和 προστιθεμένην),并在句末通过 ὡς οὖν ἡ γραμμὴ διχῶς συντίθεται, οὕτω χρὴ καὶ τὸ ἐπίπεδον... 重新拾起主句要求(χρή),构成了句法上的破格恢复(anakolouthon)。
