- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:571.27-573.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德的论证(即重物不可能由无重量的点组成,否则将得出单个的点本身具有重量的荒谬结论),修正了亚历山大对此的三段论形式化,并讨论了《蒂迈欧》中柏拉图/毕达哥拉斯学派的平面观以及质料-形式复合与部分组合的区别。
" Ἀλλὰ μὴν οὐδὲ ἐκ μὴ ἐχόντων βάρος ἔσται βάρος ἕως τοῦ ὥστε καὶ ἡ μία στιγμὴ βάρος ἕξει." Δείξας, ὅτι οὐκ ἔστιν ἐξ ἐπιπέδων τὰ σώματα, ἐκ τοῦ αὐτὰ μὲν βάρος ἔχειν καὶ κουφότητα, τὰς δὲ στιγμὰς μήτε βαρείας εἶναι μήτε κούφας, καὶ τοῦτο διὰ τριῶν δείξας ἐπιχειρημάτων, ὅτι ἡ στιγμὴ οὔτε βαρεῖα οὔτε κούφη ἐστίν, ἐφεξῆς τὸ πρῶτον τῶν ὑποτεθέντων δείκνυσιν, ὅτι, εἰ σύγκειταί τι ἔκ τινων, ἀδύνατον τῶν συντιθέντων μηδὲν ἐχόντων βάρος τὸ συγκείμενον βάρος ἔχειν. καί ἐστιν αὐτῷ τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· εἰ ἐξ ἀβαρῶν τὸ βάρος ἔχον γίνεται, πόσα ἄρα ἀβαρῆ συνελθόντα βάρος ποιήσει; δῆλον γάρ, ὡς ἀριθμὸς ἀβαρῶν συνελθόντων ποιήσει τι βάρος· τοῦτον δὲ πῶς ὁριοῦσι; τί γὰρ μᾶλλον ὁ ῥηθεὶς ὑπ’ αὐτῶν ἀριθμὸς ἀληθὴς ἢ ὁ ἑνὶ ἐλάττων ἢ ὁ ἑνὶ πλείων, οὐχ ἕξουσιν εἰπεῖν πάντων ὁμοίως τῶν συνιόντων ἀβαρῶν ὄντων, εἰ μὴ πλάσμα μόνον ἀναίτιον λέγοιεν. δεύτερον δὲ ἐπάγει δεικνύς, ὅτι οἱ ἐξ ἀβαρῶν συνελθόντων λέγοντες γίνεσθαι βάρος ἀντιφάσει περιπίπτουσι· δειχθήσεται γάρ, ἃ λέγουσιν ἀβαρῆ, βάρος ἔχοντα ἕκαστον. δείκνυσι δὲ προλαβὼν ἐναργὲς λῆμμα τὸ πᾶν μεῖζον βάρος τοῦ ἐλάττονος βάρους βάρει μεῖζον εἶναι· οὐ γὰρ δὴ γλυκύτητι ὑπερέχει τινὸς τὸ βαρύτερον αὐτοῦ, ἀλλὰ βάρει· καὶ ἕτερον, ὅτι τὸ βαρέος βαρύτερον ἀνάγκη βαρὺ εἶναι ὥσπερ καὶ τὸ λευκοῦ λευκότερον λευκόν. εἰ οὖν τὸ ἐκ τεσσάρων στιγμῶν βάρος ἔχει, τὸ δὲ ἐκ πλειόνων τοῦ ἐκ τεσσάρων βαρέος ὄντος οἷον τὸ ἐκ πέντε βαρύτερόν ἐστι, τὸ δὲ βαρέος βαρύτερον βαρύ ἐστι καὶ βάρει ὑπερέχει, τὸ ἄρα ἐκ πέντε στιγμῶν τοῦ ἐκ τεσσάρων βάρει ὑπερέχειν ἀνάγκη στιγμῇ ὑπερέχον· ἀφαιρεθέντος οὖν τοῦ ἴσου, τουτέστιν ἀπὸ τῶν πέντε στιγμῶν ἀφαιρεθεισῶν τεσσάρων,1 μία στιγμὴ ὑπολείπεται, ᾗ ὑπερέχουσαι αἱ πέντε τῶν τεσσάρων βάρει ὑπερεῖχον· οὐ γὰρ ἄλλῳ τινὶ ὑπερεῖχον ἢ τῇ στιγμῇ βάρει ὑπερέχουσαι· ὥστε ἑκάστη τῶν στιγμῶν βάρος ἕξει. Καὶ ὁ μὲν Ἀλέξανδρος οὕτω συνήγαγε τὸν λόγον· οὗ ἀφαιρεθέντος τὸ μεῖζον βάρος ἔλαττον γίνεται, βαρὺ τοῦτο· στιγμῆς δὲ ἀφαιρεθείσης τὸ μεῖζον βάρος ἔλαττον γίνεται· ἡ στιγμὴ ἄρα βαρύ. ἐπειδὴ δὲ ὁ Ἀριστοτέλης οὐ τῆς στιγμῆς ἀφαιρεθείσης εἶπεν, ἀλλὰ τοῦ ἴσου, μήποτε οὕτω μᾶλλον συνακτέον τὸν λόγον· ὃ τοῦ ἴσου βάρους ἀφαιρεθέντος καταλείπεται ἐν τῷ βαρυτέρῳ, βαρὺ τοῦτό ἐστι·2 στιγμὴ δέ ἐστιν ἡ καταλειπομένη. Ταῦτα τοίνυν ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθέντα ὡς μὲν πρὸς ἄνδρας ἐξ ἐπιπέδων μαθηματικῶν ὄντως γεννῶντας τὰ σώματα καλῶς εἴρηται καὶ φυσικῶς, ὡς δὲ πρὸς τοὺς Πυθαγορείους φυσικὰ καὶ ἔνυλα καὶ βάθος τι ἔχοντα λέγοντας τὰ ἐπίπεδα οὐκ ἂν ἁρμόττοι τὰ εἰρημένα. καὶ γὰρ καὶ ὁ Τίμαιος αὐτὸς διὰ τὸ πλῆθος τῶν ἐπιπέδων βαρύτερα γίνεσθαι τὰ σώματα φησι λέγων “τρίτον δὲ τὸ εἰκοσάεδρον, βάσεων μὲν εἴκοσι, γωνιῶν δὲ δώδεκα, ὕδατος στοιχεῖον, πολυμερέστατον καὶ βαρύτατον.” καὶ ὁ τοῦ Πλάτωνος δὲ Τίμαιος ἐλαφρότατόν φησι τὸ ἐξ ὀλίγων συνεστὼς τῶν αὑτοῦ μερῶν. Ἐπισημαίνονται δέ τινες καὶ τὸ λέγειν, ὅτι ἀδύνατόν ἐστιν ἑκατέρου μηδὲν ἔχοντος βάρος τὰ ἄμφω ἔχειν βάρος· καὶ γὰρ καὶ κατ’ αὐτόν, φασί, μήτε τῆς ὕλης μήτε τοῦ εἴδους βάρος ἐχόντων τὸ ἐξ ἀμφοῖν ἔχει βάρος. ἀλλὰ ταύτην τὴν ἀπορίαν προλαβὼν διέλυσεν ὁ Ἀριστοτέλης· ἡ μὲν γὰρ ὕλη καὶ τὸ εἶδος στοιχεῖα ὄντως ὄντα τοῦ συνθέτου δυνάμει βαρέα ὄντα συνελθόντα ἐνεργείᾳ ποιεῖ τὸ ἐξ αὐτῶν βαρύ,3 τὴν δὲ στιγμὴν ἔδειξεν ὁ Ἀριστοτέλης οὐ δυνάμει ἀλλ’ ἐνεργείᾳ βαρεῖαν οὖσαν, ἐὰν ὑποτεθῇ ἐξ ἐπιπέδων τὰ σώματα. καὶ γὰρ οἱ τὰ σώματα λέγοντες ἐξ ἐπιπέδων ἢ τὰ ἐπίπεδα ἐκ γραμμῶν ἢ τὰς γραμμὰς ἐκ στιγμῶν οὐχ ὡς ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ ὡς ἐκ μερῶν ἐκείνων συγκεῖσθαί φασιν· ἡ μὲν γὰρ ὕλη καὶ τὸ εἶδος καὶ ὅλως τὰ κυρίως στοιχεῖα δυνάμει ὄντα εἰς ἐνέργειαν πρόεισι συνιόντα· καὶ οὕτως σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον τῶν συνθέτων ἐκ τῶν τεσσάρων γίνεται στοιχείων συναλλοιουμένων ἀλλήλοις καὶ μηκέτι εἰλικρινῆ τὴν ἑαυτῶν φύσιν ἐχόντων ἐν τῷ συνθέτῳ, ὁ δὲ τοῖχος ἐκ λίθου καὶ πηλοῦ γίνεται συντιθεμένων, ἀλλ’ οὐ συναλλοιουμένων· διὸ ἡ τῶν μερῶν φύσις κατ’ ἐνέργειαν οὖσα καὶ ἐν τῷ ὅλῳ ἐστίν· οὕτω δὲ καὶ ἐξ ἐπιπέδων τὸ σῶμα ἂν εἴη.
“然而,由不具重量之物亦不可能产生重量”直至“以致单个的点也将具有重量”。 在从物体自身具有重量与轻性、而点既非重亦非轻出发,证明了物体并非由面组成,并且通过三个论据证明了点既非重亦非轻之后,接下来[亚里士多德]证明了假定事项中的第一条:即,如果某物由某些事物组成,那么在组成者均不具有重量的情况下,组成之物绝不可能具有重量。他的第一个论据如下:如果具有重量之物由无重量之物产生,那么究竟是多少个无重量之物聚集在一起才会产生重量呢?因为显然,一定数量聚集在一起的无重量之物将会产生某种重量;但他们将如何规定这个数量呢?因为既然所有聚集之物均同样无重量,除非他们说出纯属毫无根据的虚构之词,否则他们将无法说明,为什么他们所说的数量会比少一个或多一个的数量更为真实。接着他引入了第二个[论据],表明那些主张重量由无重量之物聚集而成的人陷入了矛盾;因为他们所说的无重量之物,将被证明每一个都具有重量。他预先设定了一条明晰的引理来进行证明:任何较大的重量都因重量而大于较小的重量;因为比某物更重之物绝非在甜度上超出它,而是在重量上超出;以及另一条[引理]:比重物更重之物必然是重的,正如比白物更白之物是白的一样。因此,如果由四个点组成之物具有重量,而由更多〔点〕组成之物(例如由五个点组成之物)比作为重物的由四个点组成之物更重,且比重物更重之物是重的并在重量上超出,那么由五个点组成之物超出四个点组成之物,就必然是在超出一点的同时在重量上超出;因此在减去相等之物时,即从五个点中减去四个点时,便留下一个点,五个点在超出四个点时正是凭借这一个点而在重量上超出的;因为它们在重量上超出时,并未凭借任何其他事物,而只是凭借这一个点;从而每一个点都将具有重量。 亚历山大是这样推导该论证的:当其被减去时较大的重量变小之物,此物是重的;当一个点被减去时较大的重量变小;因此点是重的。但由于亚里士多德并非说“当点被减去时”,而是说“当相等之物[被减去时]”,也许应当宁可这样来推导该论证:当相等的重量被减去时保留在较重之物内部之物,此物是重的;而保留下来的正是点。 因此,亚里士多德所说的这些话,对于那些真正从数学平面生成物体的人而言说得很好且符合自然学,但对于那些主张面是自然的、具质料的并具有某种深度的毕达哥拉斯学派而言,所说的话则不适用。因为确实连蒂迈欧本人也说物体是由于面的众多而变得更重,他说:“第三者是二十面体,具有二十个底面和十二个角,是水的基础元素,包含最多部分且最重。”柏拉图的《蒂迈欧》也说由其自身较少部分组成之物是最轻的。 有些人还对断言“在二者均不具重量的情况下两者共同具有重量是不可能的”提出异议;因为他们说,即使按照他自己的学说,质料与形式均不具重量,由二者组成之物却具有重量。但亚里士多德预先处理并解决了这个疑难:因为质料与形式作为复合体的真正元素,潜能地是重的,通过结合而在现实中使由它们组成之物变重;而亚里士多德表明,如果假定物体由面组成,点就不是潜能地、而是现实地是重的。因为那些主张物体由面组成、或面由线组成、或线由点组成的人,并不是主张它们如由质料与形式组成那样、而是如由那些事物自身的部分组成那样组合而成的;因为质料与形式、以及通常意义上严格的元素,处于潜能之中,通过结合而走向现实;肉和骨以及复合体的其他每一者,就是这样由于四元素彼此相互转化、且在复合体中不再具有其自身的纯粹本性而生成的;而墙则是由石头与泥土组合而成,而非相互转化而成的;因此各部分的本性作为现实存在,亦存在于整体之中;而物体也将是以这种方式由面组成的。
- 3.12ἀφαιρεθέντος οὖν τοῦ ἴσου, τουτέστιν ἀπὸ τῶν πέντε στιγμῶν ἀφαιρεθεισῶν τεσσάρων
独立属格短语 ἀφαιρεθέντος τοῦ ἴσου 之后,紧接表示换言解释的 τουτέστιν 以及另一个起同格解释作用的独立属格结构 ἀπὸ τῶν πέντε στιγμῶν ἀφαιρεθεισῶν τεσσάρων,将“当相等之物被减去时”具体阐明为“从五个点中减去四个点时”。
- 3.12ὃ τοῦ ἴσου βάρους ἀφαιρεθέντος καταλείπεται ἐν τῷ βαρυτέρῳ, βαρὺ τοῦτό ἐστι
由关系代名词 ὃ 引导的关系从句(ὃ ... καταλείπεται,内嵌独立属格 τοῦ ἴσου βάρους ἀφαιρεθέντος)作为无先行词的名词性从句充当主语,主句中的指示代词 τοῦτο 对其进行复述强调,βαρύ 为谓语形容词。
- 3.12ἡ μὲν γὰρ ὕλη καὶ τὸ εἶδος στοιχεῖα ὄντως ὄντα τοῦ συνθέτου δυνάμει βαρέα ὄντα συνελθόντα ἐνεργείᾳ ποιεῖ τὸ ἐξ αὐτῶν βαρύ
主语 ἡ ὕλη καὶ τὸ εἶδος 虽由两个名词连结,但被视作一对统合概念,故主句动词 ποιεῖ 为单数。主语连续由三个分词修饰(同格解释性的 ὄντως ὄντα、表状态的 δυνάμει βαρέα ὄντα 以及表时间/条件的 συνελθόντα),动词支配双宾格结构:直接宾语 τὸ ἐξ αὐτῶν 与补足宾格 βαρύ。
