- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:570.29-571.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德的论证(299b7),运用第二格直言三段论,分别从致密与稀疏以及硬与软的定义出发,证明点既无重量亦无轻性,从而驳斥了物体由面构成的学说。
" Ἔτι εἰ τὸ μὲν βαρὺ πυκνόν τι ἕως τοῦ τὸ δὲ ὑπεῖκον διαιρετόν." Δείξας ἀπὸ τοῦ βαρυτέρου τὸ βάρος διαιρετὸν εἶναι τῆς στιγμῆς ἀδιαιρέτου οὔσης συνήγαγεν, ὅτι ἡ στιγμὴ βάρος οὐκ ἔχει. ἐφεξῆς δὲ ἀπὸ τοῦ πυκνοῦ καὶ μανοῦ τὸ αὐτὸ δείκνυσιν, ὅτι, εἴ ἐστι βαρεῖα ἢ κούφη ἡ στιγμή· κοινὸν γὰρ ποιεῖται τὸν λόγον· ἔσται πυκνὴ ἢ μανή· ἀλλὰ μὴν οὔτε πυκνὴ οὔτε μανή ἐστιν· οὔτε βαρεῖα ἄρα ἢ κούφη. καὶ τὸ μὲν συνημμένον δείκνυσιν ὁριζόμενος τὸ πυκνὸν καὶ τὸ μανόν· εἰ γὰρ πυκνὸν μὲν τὸ ἐν ἴσῳ ὄγκῳ πλείονα ἔχον τοῦ μανοῦ σώματα,1 συμπεπιλημένα δηλονότι, μανὸν δὲ τὸ ἐν ἴσῳ ὄγκῳ ἐλάττονα ἔχον, διεξασμένα εἰκότως, τὸ μὲν πυκνὸν βαρύ ἐστι καὶ τὸ βαρὺ πυκνόν, τὸ δὲ μανὸν κοῦφον καὶ τὸ κοῦφον μανόν· τὸ γὰρ ὕδωρ ἐξαεριζόμενον καὶ ἀραιούμενον κουφότερον γίνεται καὶ ὁ ἀὴρ ὑδατούμενος πυκνότερος. οἱ δὲ Πλατωνικοὶ οὐ λέγουσι τὸ βαρὺ διὰ πυκνότητα εἶναι βαρύ· τὸ γοῦν πῦρ τῆς γῆς πυκνότερόν φασιν· ἀλλὰ τὴν βαρύτητα τὸ μεγαλομερέστερον ποιεῖν φασι. Τὴν δὲ πρόσληψιν δείκνυσιν ἐν δευτέρῳ σχήματι κατηγορικῶς οὕτως· τὸ πυκνὸν καὶ μανὸν διαιρετά, εἴπερ τὸ μὲν ἐκ πλειόνων, τὸ δὲ ἐξ ἐλαττόνων ἔστι σωμάτων, καὶ οἱ ὄγκοι ἴσοι· ἡ στιγμὴ ἀδιαίρετος· ἡ στιγμὴ οὔτε πυκνὴ οὔτε μανή ἐστιν. εἰ οὖν μήτε βαρεῖαι μήτε κοῦφαι αἱ στιγμαί εἰσιν, οὐδ’ ἂν κοῦφα σώματα οὐδὲ βαρέα εἴη, εἴπερ αἱ μὲν γραμμαὶ ἐκ στιγμῶν, τὰ δὲ ἐπίπεδα ἐκ γραμμῶν, τὰ δὲ σώματα ἐξ ἐπιπέδων. Δείξας δὲ διὰ μέσου τοῦ πυκνοῦ καὶ μανοῦ, ὅτι ἡ στιγμὴ οὔτε βαρεῖα οὔτε κούφη ἐστί, καὶ διὰ τοῦ μαλακοῦ ἢ σκληροῦ τὸ αὐτὸ δείκνυσι κατηγορικῶς· τὸ βαρὺ ἢ σκληρόν ἐστιν ἢ μαλακόν· ἀνάγκη γὰρ πᾶν σῶμα θατέρῳ τούτων κατέχεσθαι· τὸ σκληρὸν καὶ τὸ μαλακὸν διαιρετά, εἴπερ τὸ μὲν μὴ ὑπείκει2 εἰς ἑαυτό, τὸ δὲ ὑπείκει· ἄμφω γὰρ ἐν διαστήματι λέγεται, τὸ δὲ διεστὼς διαιρετόν· ὥστε πάλιν τὸ μὲν βαρὺ διαιρετόν, εἴτε σκληρὸν εἴτε μαλακὸν εἴη· ἡ δὲ στιγμὴ οὐ διαιρετή· ἡ ἄρα στιγμὴ οὐ βαρεῖα οὐδὲ κούφη· οὐδὲ τὰ σώματα ἄρα· εἰ οὖν τὰ σώματα βαρέα καὶ κοῦφα, οὐκ ἂν εἴη ἐξ ἐπιπέδων.
“此外,如果重是某种致密之物”直至“而退让者是可分的”。 在通过更重之物证明了重量是可分的之后,由于点是不可分的,[亚里士多德]得出结论:点不具有重量。接下来,他从致密与稀疏出发证明同一件事:即,如果点是重或轻的——因为他把这一论据作普遍化处理——它就将是致密或稀疏的;然而它既非致密亦非稀疏;因此它既非重亦非轻。他通过定义致密与稀疏来证明这个假言命题:因为如果致密是指在相等的体积中包含比稀疏者更多的物体,显而易见是压紧的,而稀疏是指在相等的体积中包含较少的物体,顺理成章是分散的,那么致密者就是重的,重者就是致密的,而稀疏者就是轻的,轻者就是稀疏的;因为水化为气并变稀薄时就会变轻,而空气化为水时就会变稠密。但柏拉图学派并不认为重是由于致密而重;他们至少主张火比土更致密;他们反而主张由较大的部分组成造成了重量。而他通过第二格中的直言三段论如下证明附加前提:致密与稀疏是可分的,既然一者由较多的物体组成,另一者由较少的物体组成,且它们的体积相等;点是不可分的;点既非致密亦非稀疏。因此,如果点既非重亦非轻,那么如果线由点组成,面由线组成,物体由面组成,物体也将既非轻亦非重。在借助致密与稀疏证明了点既非重亦非轻之后,他又通过软或硬直言地证明同一结论:重物要么是硬的要么是软的;因为任何物体都必然受制于这两者之一;硬与软是可分的,既然一者不向自身内部退让,而另一者退让;因为两者都是在间隔中言说的,而具有间隔者是可分的;从而重物再次是可分的,无论它是硬还是软;而点是不可分的;因此点非重亦非轻;因而物体也不是[重或轻];所以,如果物体是重和轻的,它们就不可能由面组成。
- 3.11ἐν ἴσῳ ὄγκῳ πλείονα ἔχον τοῦ μανοῦ σώματα
τοῦ μανοῦ 为比较级 πλείονα 所支配的比较属格,表示致密之物在相等体积中包含“比稀疏之物更多的”物体(成分)。σώματα 为分词 ἔχον 的宾格直接宾语。
- 3.11εἴπερ τὸ μὲν μὴ ὑπείκει εἰς ἑαυτό, τὸ δὲ ὑπείκει
连词 εἴπερ 引导一个表示根据或条件的从句(“既然/如果确实”)。τὸ μέν(硬者)与 τὸ δέ(软者)分别为主语,表明它们是否朝自身内部退让退缩的力学定义。
