← 辛普里丘

亚里士多德《论天》注释

§568.28-570.28

基于重量可分性对平面构成论的驳斥

辛普里丘阐释了亚里士多德否定物体由面组成的论证(299a25),梳理了基于重量的可分性与点的不可分性的三段论,并探讨了由“凡重物皆更重”这一命题所引发的无限倒退难题及其解决办法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10

" Εἰ δὴ τῶν ἀδυνάτων ἐστὶν ἕως τοῦ ἡ δὲ στιγμὴ ἀδιαίρετον ὑπόκειται." Δείξας καθόλου διὰ τοῦ διαιρετοῦ, ὅτι ἀδύνατον ἐξ ἐπιπέδων συγκεῖσθαι τὰ σώματα, νῦν ἀπό τινος ἑνὸς πάθους σωματικοῦ τοῦ βάρους τὸ αὐτὸ δείκνυσι προλαβὼν τρία τινὰ ἀξιώματα ἢ ὑποθέσεις τοιαύτας· εἰ σύγκειταί τι ἔκ τινων, ἀδύνατον τῶν συντιθέντων μηδὲν ἐχόντων βάρος τὸ συντεθὲν ἔχειν βάρος, καὶ δεύτερον, ὅτι τὰ αἰσθητά, τουτέστι τὰ φυσικά, σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει. οἱ γὰρ περὶ Δημόκριτον καὶ ὕστερον Ἐπίκουρος τὰς ἀτόμους πάσας ὁμοφυεῖς οὔσας βάρος ἔχειν φασί, τῷ δὲ εἶναί τινα βαρύτερα ἐξωθούμενα τὰ κουφότερα ὑπ’ αὐτῶν ὑφιζανόντων ἐπὶ τὸ ἄνω φέρεται,1 καὶ οὕτω λέγουσιν οὗτοι δοκεῖν τὰ μὲν κοῦφα εἶναι τὰ δὲ βαρέα. καὶ εἰ μὴ πάντα δὲ εἴη βαρέα τὰ φυσικὰ σώματα, ἀλλ’ ἔνιά γε ὑπὸ πάντων ὁμολογεῖται, ὥσπερ ἡ γῆ καὶ τὸ ὕδωρ. τρίτον δὲ δυνάμει προλαμβάνει τὸ ἤδη εἰρημένον, ὅτι τοῦ αὐτοῦ λόγου ἐστὶ στερεὰ ἐξ ἐπιπέδων συγκεῖσθαι καὶ ἐπίπεδα ἐκ γραμμῶν καὶ γραμμὰς ἐκ στιγμῶν. τούτων οὖν ὑποκειμένων, εἰ ἐξ ἐπιπέδων τὰ σώματα, ἡ δὲ στιγμὴ μηδὲν ἔχει βάρος, δῆλον, ὅτι οὐδὲ αἱ γραμμαὶ διὰ τὴν πρώτην ὑπόθεσιν, εἰ δὲ μηδὲ αἱ γραμμαί, οὐδὲ τὰ ἐπίπεδα, εἰ δὲ μηδὲ ταῦτα, οὐδὲ τῶν σωμάτων οὐδὲν διὰ τὸ τρίτον. ἀλλὰ μὴν τὰ σώματα ἢ πάντα ἢ ἔνια βάρος ἔχει διὰ τὸ δεύτερον ὡς ὡμολογημένον προληφθέν· οὐκ ἄρα ἐξ ἐπιπέδων τὰ σώματα. τὸ μὲν οὖν συνημμένον καὶ ἡ πρόσληψις καὶ ἡ ἐπιφορὰ τοιαῦτα. πρῶτον δὲ τὸ ἐν τῷ συνημμένῳ προυποτεθὲν τὸ τὴν στιγμὴν μὴ ἔχειν βάρος2 πολυειδῶς ἐφεξῆς ἀποδείκνυσιν ἀπὸ τοῦ τὸ μὲν βαρὺ ἅπαν διαιρετὸν εἶναι, τὴν δὲ στιγμὴν ἀδιαίρετον, καὶ μὴ δύνασθαι διαιρετὸν ἐν ἀδιαιρέτῳ εἶναι. ὅτι δὲ διαιρετὸν τὸ βαρύ, πρῶτον δείκνυσιν ἐκ τοῦ πᾶν τὸ βαρὺ καὶ βαρύτερον εἶναι, ὥσπερ τὸ κοῦφον καὶ κουφότερον καὶ τὸ μέγα καὶ μεῖζον· εἰ δὲ πᾶν τὸ βαρὺ καὶ βαρύτερόν ἐστιν, ἀνάγκη βάρει τινὶ ὑπερέχειν· ὥστε πᾶν τὸ βαρὺ διαιρετόν· διαιρεῖται γὰρ εἰς τὴν ὑπεροχήν· ἡ δὲ στιγμὴ ἀδιαίρετον· καὶ συμπέρασμα ἐν δευτέρῳ σχήματι, ὅτι ἡ στιγμὴ οὐ βαρεῖα, τουτέστιν οὐκ ἔχει βάρος, ὅπερ προέκειτο δεῖξαι. Ἀπορίας δὲ ἐκ τῶν εἰρημένων ἀναφυομένης, πῶς τὸ βαρὺ πᾶν βαρύτερόν φησιν· εἰ γὰρ τὸ βαρύτερον βαρέος βαρύτερον, τὸ δὲ βαρύ, οὗ βαρύτερον ἦν τὸ βαρύτερον, καὶ αὐτὸ βαρύτερόν ἐστιν ἄλλου βαρέος καὶ τοῦτο πάλιν βαρύτερον, ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι· ταύτην οὖν τὴν ἀπορίαν προαναστέλλων ὁ Ἀριστοτέλης τὸ μὲν ἁπλῶς βαρὺ καὶ βαρύτερον ἅπαν εἶναί φησιν, ὥσπερ καὶ τὸ κοῦφον κουφότερον καὶ τὸ μέγα μεῖζον, τὸ δὲ βαρύτερον ἢ κουφότερον οὐκ ἀνάγκη καὶ ἁπλῶς βαρὺ ἢ ἁπλῶς κοῦφον εἶναι. καὶ γὰρ οὐ πᾶν τὸ μεῖζόν τινος ἤδη μέγα λέγομεν· καὶ γὰρ μεῖζον κέγχρος σινήπιος καὶ ὅμως οὐχ ἁπλῶς μέγα ἡ κέγχρος· οὐδὲ τὸ αἱρετώτερον καὶ ἁπλῶς αἱρετόν· καὶ γὰρ αἱρετώτερον νόσος κακίας καὶ τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν, ἀλλ’ οὐδέτερον τούτων ἁπλῶς αἱρετόν· λέγει γοῦν ὁ ἐν Γοργίᾳ Σωκράτης, ὅτι “βουλοίμην μὲν ἂν οὐδέτερον, εἰ δὲ ἀνάγκη θάτερον, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.” ὥστε, κἂν τὸ βαρὺ πᾶν βαρύτερον, τὸ βαρύτερον οὐ πᾶν βαρύ, διὸ οὐδὲ ἀντιστρέφει ταῦτα οὐδὲ λέγεται τοῦ βαρυτέρου βαρύ, ἀλλὰ τὸ βαρύτερον τοῦ κουφοτέρου3 καὶ τὸ κουφότερον τοῦ βαρυτέρου. τί δὲ βούλεται τὸ ἴσως προστεθέν, ὅτε ἔλεγε τὸ δὲ βαρύτερον ἢ κουφότερον ἴσως οὐκ ἀνάγκη βαρὺ ἢ κοῦφον εἶναι; ἢ ὅτι, εἴ τις ἀκριβολογοῖτο, λέγοι ἂν μὴ κυρίως αἱρετώτερον λέγεσθαι, ὃ μὴ καὶ αἱρετόν ἐστιν, μηδὲ μεῖζον, ὃ μὴ καὶ μέγα, ὥστε οὐδὲ βαρύτερον, ὃ μὴ μετέχει βάρους, ἀλλὰ τὰ τοιαῦτα οὐχ αἱρετώτερον οὐδὲ μεῖζον οὐδὲ βαρύτερον, ἃ μὴ μετέχει τοῦ ὀνόματος, ἀλλ’ ἧττον τὸ ἐναντίον ῥητέον μᾶλλον,4 τὸ μὴ καὶ ἁπλῶς αἱρετὸν ἧττον φευκτὸν καὶ τὸ μεῖζον τὸ μὴ μέγα ἧττον μικρὸν καὶ τὸ βαρύτερον τὸ μὴ βαρὺ ἧττον κοῦφον· πάντως δὲ τὸ βάρος ποσότητα ἐμφαῖνον διαιρετόν ἐστιν, διὸ καὶ πάντως βαρύτερον. Ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, ὅτι τῷ αὐτῷ λόγῳ χρωμένους δυνατὸν δεικνύναι, ὅτι οὐδὲ ἄλλο τι πάθος τῇ στιγμῇ συμβέβηκεν, εἴπερ πᾶν τὸ ἁπλῶς τι ἔχον καὶ ὑπερέχει κατ’ αὐτό τινος· καὶ γὰρ εἰ μὴ ἄλλου τινός, ἀλλὰ τοῦ γε μὴ ἁπλῶς τοιούτου ὑπερέχοι ἄν· ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἔστι τι διαιρετὸν ἐν ἀδιαιρέτῳ.

“如果确实,……属于不可能的事物之一”直至“而点则被假定为不可分的”。 在通过可分性普遍地证明了物体不可能由面组成之后,现在[亚里士多德]从物体的一种性质即重量出发,在预设了如下的三条公理或假说之后,证明了同一件事:如果某物是由某些东西组成的,那么在组成成分均无重量的情况下,组合物不可能拥有重量;其次,可感物体,即自然物体,要么全部要么部分拥有重量。因为德谟克利特一派以及后来的伊壁鸠鲁主张,所有原子虽属同类却都拥有重量,由于某些原子较重,较轻的原子被下沉的较重原子推挤而向上运动,他们由此声称一些物体显得轻而另一些显得重。即使并非所有自然物体都是重的,至少有一些正如土和水那样,是所有人一致承认[为重]的。第三,他潜在地预设了前面已经说过的内容,即立体由面组成、面由线组成、线由点组成属于同一道理。因此,在这些被设定的情况下,如果物体由面构成,而点毫无重量,那么显然根据第一条假说,线也没有重量,如果线也没有,面也没有,如果面也没有,那么根据第三条[假说],物体中没有任何一个拥有重量。然而,根据作为公认之理预设的第二条[假说],物体要么全部要么部分拥有重量;因此,物体并非由面组成。假言命题、附加前提和结论便是如此。而首先,他在假言命题中预先设定的“点没有重量”这一点,接下来通过“凡重物皆可分,而点不可分,且可分之物不可能存在于不可分之物中”以多种方式予以证明。而重物是可分的,首先从“凡重物皆更重”予以证明,正如轻物皆更轻、大物皆更大一样;但如果凡重物皆更重,则必然在某种重量上有所超出;从而凡重物皆可分,因为它被分割为超出部分;而点是不可分的;因此在第二格中的结论是,点不是重的,也就是说不具有重量,而这正是原本打算证明的。由上述内容产生了一个难题,即他怎么说凡重物皆更重:因为如果更重之物是比一重物更重,而更重之物比之更重的那个重物本身又比另一重物更重,且这另一个又更重,那么必然走向无限;因此亚里士多德预先排除这一难题,声称单义的重物全都也是更重的,正如轻物更轻、大物更大一样,但更重或更轻之物并不必然也是单义的重或单义的轻。因为我们并不把凡是大于某物的东西立刻就称作大;实际上,黍粒大于芥籽,然而黍粒并非单义的大;更为可取之物也并非单义的可取;实际上,疾病比恶德更为可取,遭受不义比行不义更为可取,但这两者都不是单义的可取;至少《高尔吉亚篇》中的苏格拉底说:“我固然两者都不愿选择,但如果必须选其一,我宁愿选择遭受不义也不愿行不义。”因此,即使凡重物皆更重,更重之物也并非全都是重的;所以这些词项既不能换位,也不说更重之物的重物,而是说更轻之物的更重之物和更重之物的更轻之物。那么,当他说“而更重或更轻之物或许并不必然是重或轻”时,所添加的“或许”意味着什么呢?或者说,如果有人严格推敲,便会说:不兼具可取性的事物不应严格称为更为可取的,不兼具大性的事物也不应严格称为更大的,从而未分有重量的事物也不应称为更重的;相反,那些不分有该名称的事物,不应被称为更为可取的、更大的或更重的,而更应被称为具有较少的相反性质,即:并非单义可取的应称为较少应回避的,不大而更大的应称为较少微小的,不重而更重的应称为较少轻的。无论如何,重量表示数量,因而是可分的,所以也在任何情况下都是更重的。亚历山大指出,运用同样的论理,可以证明点也没有附带任何其他性质,只要凡是单义地具有某性质者也都在该性质上超出某物;因为即使不超出其他某物,至少也会超出并非单义如此的事物;从而即使依附带性而言,不可分之物中也不存在任何可分之物。

语法注4 条
  1. 3.10τῷ δὲ εἶναί τινα βαρύτερα ἐξωθούμενα τὰ κουφότερα ὑπ’ αὐτῶν ὑφιζανόντων ἐπὶ τὸ ἄνω φέρεται

    定冠词与格不定式 τῷ εἶναι 在此表示原因(“由于某些原子较重”)。在该结构中,τὰ κουφότερα 作谓语动词 φέρεται 的主语,并由被动分词 ἐξωθούμενα 修饰,后者受 ὑπ' αὐτῶν ὑφιζανόντων(“被下沉的它们推挤”)支配。

  2. 3.10τὸ τὴν στιγμὴν μὴ ἔχειν βάρος

    中性单数冠词 τὸ 将整个“宾格加不定式”结构(τὴν στιγμὴν μὴ ἔχειν βάρος)名词化,并与前面的分词实质词 τὸ ... προυποτεθέν(“预先设定的事”)构成同位语关系。

  3. 3.10οὐδὲ λέγεται τοῦ βαρυτέρου βαρύ, ἀλλὰ τὸ βαρύτερον τοῦ κουφοτέρου

    比较级与关系词结构:τοῦ βαρυτέρου 为比较属格(“重物并不相对于更重之物而言”)。在 ἀλλὰ 引出的后半句中,省略了谓语动词 λέγεται,需理解为相互对应的比较关系项(“而是说更重之物相对于较轻之物,较轻之物相对于更重之物”)。

  4. 3.10ἀλλ’ ἧττον τὸ ἐναντίον ῥητέον μᾶλλον

    ῥητέον 是中性非人称动形容词(“应当说”)。虽然 ἧττον 与 μᾶλλον 看似重叠,但 ἧττον 修饰其后的 τὸ ἐναντίον(“较少的相反性质”),而 μᾶλλον 作全句副词修饰(“毋宁/更应”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:568.28-570.28