← 辛普里丘

亚里士多德《论天》注释

§567.24-568.27

不可分者作为物体构成平面的解释

辛普里丘探讨了亚里士多德所称的“不可分者”究系指数学对象还是构成物体的平面(点),并结合后文的论证推导,主张应采取后一种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

" Πολλὰ δέ ἐστιν, ἃ τοῖς ἀδιαιρέτοις οὐχ οἷόν τε ὑπάρχειν ἕως τοῦ διὸ τὸ ἀδύνατον ἐν τοῖς τοιούτοις ἐπισκεπτέον." Εἰ μὲν ἀδιαίρετα καλεῖ τὰ μαθηματικὰ ὡς ἀρχὴν ἔχοντα τὸ σημεῖον ἀδιαίρετον ὄν, ἀκόλουθα ἂν εἴη ταῦτα τοῖς προειρημένοις δεικνύντα, τίνα ἐστίν, οἷς πλεονάζοντα τὰ φυσικὰ τῶν μαθηματικῶν ἐκ προσθέσεως ἔλεγε· ταῦτα γὰρ πάντα κοινῷ λόγῳ περιλαβὼν ἀδιαίρετα εἶπε. τὰ γὰρ φυσικὰ πάντα διαιρετά ἐστι, διαιρετὸν δὲ ἐν ἀδιαιρέτῳ ἀδύνατον εἶναι. τίνα δὲ τὰ διαιρετὰ τὰ ἐν τοῖς φυσικοῖς, ἐπάγει, ὅτι τὰ πάθη. ταῦτα δέ, φησί, διχῶς ἐστι διαιρετά· ἢ γὰρ κατ’ εἶδος, ὡς ὅταν τὸ χρῶμα διαιρῆται εἰς τὸ λευκὸν καὶ τὸ μέλαν, ἢ κατὰ συμβεβηκός, ὅταν τὸ ᾧ ὑπάρχει τὸ πάθος ᾖ διαιρετόν· τοῦτο δὲ μάλιστα τὸ σημαινόμενον ἴδιόν ἐστι τῆς τῶν παθῶν διαιρέσεως· τὸ γὰρ κατ’ εἶδος καὶ ἐν τοῖς μαθηματικοῖς ἐστιν· ὥστε, φησίν, ὅσα ἁπλᾶ τῶν παθημάτων ἐστί, τουτέστιν ὅσα ἄτομα καὶ μὴ ἄλλων περιεκτικὰ ὥσπερ τὰ εἴδη, ταῦτα διαιρετά ἐστι κατὰ συμβεβηκός· εἰ οὖν ἐν ἀδιαιρέτῳ διαιρετὸν ἀδύνατον εἶναι, τὰ ἐν τοῖς φυσικοῖς ὄντα πάθη ἐν τοῖς μαθηματικοῖς οὐκ ἔστιν. Οὕτω μέν, εἰ τοῖς ἀδιαιρέτοις ἐξ ἀρχῆς τοῖς μαθηματικοῖς ἔλεγεν· εἰ δὲ ἀδιαιρέτοις ἔλεγε τοῖς ἐπιπέδοις, ἐξ ὧν τὰ σώματα συνιστῶσιν, ἢ ὅτι1 καὶ αὐτὰ ἀβαθῆ ὄντα τὴν τῶν σωμάτων διαίρεσιν οὐχ ὑπομένει, ἢ ὅτι, εἰ τὰ σώματα ἐξ ἐπιπέδων ἐστί, τὰ δὲ ἐπίπεδα ἐκ γραμμῶν, αἱ δὲ γραμμαὶ ἐκ στιγμῶν, καὶ τὰ σώματα ἐκ στιγμῶν ἂν εἴη κατ’ αὐτούς, ὥστε ἐξ ἀδιαιρέτων· πολλὰ δέ ἐστιν, ἃ τοῖς μὲν φυσικοῖς σώμασιν ὑπάρχει, ταῖς δὲ στιγμαῖς οὐχ ὑπάρχει· οὐκ ἂν εἴη τὰ σώματα ἐξ ἀδιαιρέτων· εἰ γὰρ τὰ ἀδιαίρετα μηδὲν ἔχει διαιρετόν, οὐδ’ ἂν τὰ ἐξ αὐτῶν ἔχοι. ὥστε διὰ τούτου τοῦ ἐπιχειρήματος ἀπὸ καθολικοῦ τοῦ διαιρετοῦ πᾶσι τοῖς πάθεσι τοῖς σωματικοῖς ὑπάρχοντος καθόλου ἂν εἴη δεδειχώς, ὅτι οὐκ ἔστιν ἐξ ἐπιπέδων τὸ σῶμα, ὅπερ ἐφεξῆς διὰ τοῦ βαρέος καὶ τοῦ κούφου τινῶν παθῶν ὄντων δείκνυσιν. Καὶ οὕτω μᾶλλον ἐκδεκτέον τὸ εἰρημένον· τεκμαίρομαι δὲ ἐκ τοῦ εἰπόντα αὐτὸν διὸ τὸ ἀδύνατον ἐν τοῖς τοιούτοις ἐπισκεπτέον ἐπαγαγεῖν τὴν ἀπὸ τοῦ βαρέος καὶ τοῦ κούφου ἀπόδειξιν.2 τὸ ἀδύνατον δὲ εἶπε δεῖν ἐπισκέψασθαι ἐν τοῖς τοιούτοις, ὅτι ἐκ τῆς τῶν παθῶν θεωρίας ἀδύνατον φανήσεται τὸ ἐξ ἐπιπέδων εἶναι τὰ σώματα. πάντα δὲ τὰ πάθη διχῶς διαιρετὰ εἶπεν, οὐχ ὡς ἑκάστου πάθους κατὰ τοὺς δύο τρόπους διαιρουμένου· τὰ γὰρ ἁπλᾶ οὐκέτι κατ’ εἶδος διαιρετά ἐστιν· ἀλλ’ ὡς πάντων ἐν ταύτῃ τῇ διαιρέσει περιειλημμένων, ὥστε τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως διαιρεῖσθαι.

“然而有许多事物不可能属于不可分者……直到‘因此在诸如此类的事物中必须考察其不可能之处’。” 如果他把数学事物称为不可分者,理由在于它们以不可分的点为原理,那么这些话就会与前述内容相符,表明他在说自然事物因附加而多于数学事物时所指的究竟是何物;因为他用一个共同的说明概括了这一切,称其为不可分者。因为自然事物全都是可分的,而可分者不可能存在于不可分者之中。至于自然事物中的可分者是什么,他接着指出,那就是性质。他说,这些性质可以按两种方式分割:或者按形式,如颜色被分割为白色和黑色;或者按偶性,当性质所属之物是可分的时候。而这一含义最切合性质的分割,因为按形式的分割也存在于数学事物之中。因此,他说,凡属于简单性质者,即凡属不可再分且不像形式那样包含其他性质者,都是按偶性可分的。所以,如果可分者不可能存在于不可分者之中,那么存在于自然事物中的性质也就不存在于数学事物之中。 如果他一开始所说的“对于不可分者”是指数学事物,情况便是如此。但如果他所说的“对于不可分者”是指他们用来构成物体的平面,那要么是因为这些平面本身没有深度,不接受物体的分割;要么是因为,如果物体由平面构成,平面由线构成,线由点构成,那么依他们的观点,物体也就由点构成,从而由不可分者构成。然而有许多事物属于自然物体,却不属于点;物体也就不可能由不可分者构成;因为如果不可分者没有任何可分之物,由它们构成的事物也不会有任何可分之物。因此,通过这一论证,从属于所有物体性质的“可分性”这一普遍属性出发,他便普遍地证明了物体不是由平面构成的,而紧接着他又通过重和轻——这些是某些性质——证明了这一点。 而且所说的话更应当这样来理解;我做出这一定断,是因为在他说了“因此在诸如此类的事物中必须考察其不可能之处”之后,紧接着提出了依据重与轻的证明。他说在诸如此类的事物中必须考察不可能之处,是因为从对性质的考察中,物体由平面构成这一主张将被显明是不可能的。他说一切性质都按两种方式可分,并不是说每一种性质都按这两种方式被分割——因为简单的性质不再按形式可分——而是指一切性质都被涵盖在这一划分之中,以致某些性质按此种方式分割,而另一些性质按彼种方式分割。

语法注2 条
  1. 3.9ἢ ὅτι καὶ αὐτὰ ἀβαθῆ ὄντα τὴν τῶν σωμάτων διαίρεσιν οὐχ ὑπομένει, ἢ ὅτι

    两个并列的 ἢ ὅτι 从句构成了平面为何被称为“不可分者”的两种可择解释:要么是由于平面本身缺乏深度,从而无法承受物体特有的分割;要么是由于平面归结为点后,物体最终将由不可分割的点构成。

  2. 3.9τεκμαίρομαι δὲ ἐκ τοῦ εἰπόντα αὐτὸν διὸ τὸ ἀδύνατον ἐν τοῖς τοιούτοις ἐπισκεπτέον ἐπαγαγεῖν τὴν ἀπὸ τοῦ βαρέος καὶ τοῦ κούφου ἀπόδειξιν

    带冠词不定式的前置词短语 ἐκ τοῦ ... ἐπαγαγεῖν 表示判断的依据,而引用引文的不定过去时分词 εἰπόντα 则与不定式 ἐπαγαγεῖν 的逻辑主语宾格 αὐτόν 保持同格一致。句式骨架为:“[我做出判断,是]由于他说了……之后紧接着提出了……证明这一事实”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:567.24-568.27