← 辛普里丘

亚里士多德《论天》注释

§566.21-567.23

平面构成说的数学困难与自然物体性质

辛普里丘阐释了亚里士多德对从平面生成物体之说的批判,说明亚里士多德如何通过隐抑法简述了数学上的困难,并指出关乎自然物体的荒谬后果更为严重和繁多,因为自然物体是在数学实体的基础上通过附加物理性质而构成的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8

" Ὅσα δὲ περὶ τῶν φυσικῶν σωμάτων ἕως τοῦ τὰ δὲ φυσικὰ ἐκ προσθέσεως." Τὰς μὲν ἀπὸ τῶν μαθημάτων ὁρμωμένας ἐνστάσεις πρὸς τοὺς ἐξ ἐπιπέδων τὰ σώματα γεννῶντας, ὡς μὲν ἄν τῳ δόξειεν, ὑπερέθετο νῦν καὶ ὡς προχείρους ἰδεῖν καὶ ὡς ἐν τῷ Περὶ τῶν ἀτόμων γραμμῶν περὶ αὐτῶν εἰρηκώς, ὅ τινες εἰς Θεόφραστον ἀναφέρουσιν, ὡς δὲ τὸ ἀληθὲς ἔχει, κατὰ τὸ παραλειπτικὸν παρὰ τοῖς ῥήτορσι καλούμενον σχῆμα καὶ τούτων τὰς κυριωτέρας παρήγαγεν,1 ὅτι ἀναιρεθήσονται αἱ ὁριστικαὶ τῶν μαθημάτων ἀρχαί, ὅτι τὸ τῆς γραμμῆς μέρος οὐκ ἔσται γραμμή, ὅτι ἡ γραμμὴ ἐκ στιγμῶν ἔσται συγκειμένη, ὅτι τὰ μεγέθη οὐκ ἔσται ἐπ’ ἄπειρον διαιρετά. νῦν δὲ ὅσα ἀδύνατα περὶ τῶν φυσικῶν σωμάτων ἀκολουθεῖ λέγειν ἐπάγει τοῖς ποιοῦσι τὰς ἀτόμους γραμμάς, ταὐτὸν δὲ εἰπεῖν τοῖς ἐξ ἐπιπέδων τὰ σώματα συνιστῶσιν. εἰ γὰρ ἐξ ἐπιπέδων τὰ σώματα τὰ πρῶτα, καὶ αἱ γραμμαὶ αἱ πρῶται ἐκ στιγμῶν· καὶ διαιροῦνται ἄρα οὐκ εἰς γραμμὰς αὗται ἀλλ’ εἰς στιγμάς, καὶ ταύτῃ λέγονται ἀδιαίρετοι γραμμαί, ὅτι οὐκ εἰς γραμμὰς διαιροῦνται. ὅτι δὲ ταῦτα ἀτοπώτερα τῶν εἰς τὰ μαθήματα ἁμαρτανομένων, δείκνυσιν ἐκ τοῦ πλείονα εἶναι τὰ τοῖς φυσικοῖς ἑπόμενα, τοῦτο δὲ ἐκ τοῦ τὰ μὲν ἐκ τῶν μαθημάτων συμβαίνοντα ἄτοπα τῷ λόγῳ καὶ τοῖς φυσικοῖς ἀκολουθεῖν,2 τὰ δὲ τοῖς φυσικοῖς συμβαίνοντα ἐκ τούτου τοῦ λόγου μηκέτι τοῖς μαθηματικοῖς πάντα ἕπεσθαι. τούτου δὲ πάλιν ἡ πίστις ἐκ τοῦ τὰ μὲν μαθηματικὰ ἐξ ἀφαιρέσεως εἶναι, τὰ δὲ φυσικὰ ἐκ προσθέσεως· εἰ γὰρ χωρισθείη τῇ ἐπινοίᾳ τοῦ φυσικοῦ σώματος ἥ τε ὕλη τά τε πάθη, οἷον θερμότητες, ψυχρότητες, βαρύτητες, κουφότητες, καὶ αἱ ἀντιτυπίαι καὶ αἱ κινήσεις πᾶσαι, τὸ καταλειπόμενόν ἐστι τὸ μαθηματικὸν σῶμα, εἰ δὲ προστεθείη ἐκεῖνα τούτῳ, γίνεται τὸ φυσικόν, ὥστε ἐν τῷ φυσικῷ ἐστι τὸ μαθηματικόν. διὸ ὅσα τῷ μαθηματικῷ ἕπεται ἄτοπα, ταῦτα καὶ τῷ φυσικῷ, ὅσα δὲ ἕπεται ἄτοπα ἀπὸ τοῦ λόγου τούτου περί τε τὴν κίνησιν τῶν φυσικῶν καὶ τὰ πάθη, οἷον τὸ μὴ εἶναι κίνησιν ἐν τοῖς σώμασιν, εἴπερ ἐξ ἐπιπέδων εἴη, μηδὲ βαρύτητα ἢ κουφότητα ἢ ὅλως πάθη, ταῦτα τοῖς μαθηματικοῖς οὐκ ἀκολουθεῖ. δείξει οὖν αὐτός, ὅτι οἱ τοιαύτην ὑποτιθέμενοι τὴν τῶν σωμάτων γένεσιν οὐ δύνανται σώζειν τὰ τῶν σωμάτων πάθη, ὧν χωρὶς ἀδύνατόν τι εἶναι σῶμα φυσικόν.

“关于自然物体会有多少[不可能的后果]……直到‘而自然事物则是出于附加’。” 对于从数学出发针对从平面生成物体之人的那些异论,虽然在某人看来,他如今似乎推延了这些讨论,既因为它们显而易见,又因为他在《论不可分线》——有些人将其归于泰奥弗拉斯托斯——中已经讨论过它们;但实际情况是,依照修辞学家所谓的隐抑法(省略式),他也提出了其中最主要的反驳,即:数学的定义性原理将被废除,线的一部分将不再是线,线将由点组成,并且量度将不再能无限分割。但如今,针对主张不可分线的人——换言之,即针对从平面构成物体的人——他提出关于自然物体〔他们〕随之会说出的所有不可能结论。因为如果最初的物体是由平面构成的,最初的线也就是由点构成的;因此它们被分割时不是分割为线,而是分割为点,并且正是在这一点上被称为不可分线,因为它们不是被分割为线。至于这些比针对数学所犯的错误更加荒谬,他是通过随自然事物而来的后果更多来表明的,而这又是通过如下事实来表明的:由数学产生的荒谬结论依此论述也伴随着自然事物,而由这一论述产生于自然事物的荒谬结论却不再全部伴随数学事物。对此的证明又在于:数学事物出于抽象,而自然事物出于附加。因为如果在思想中将质料以及诸如热、冷、重、轻、抗阻性与所有运动等性质从自然物体中剥离,所剩下的就是数学物体;而如果将那些附加于其上,便生成了自然物体,以致数学事物存在于自然事物之中。因此,凡伴随数学物体的荒谬结论,同样伴随自然物体;但凡依此论述关于自然事物的运动与性质随之而来的荒谬结论——例如,如果物体确实是由平面构成的,物体中便不存在运动,也不存在重或轻或根本不存在性质——这些却不伴随数学事物。因此他本人将表明,那些假设物体以此种方式生成的人,无法拯救物体的性质,而没有这些性质,任何东西都不可能是自然物体。

语法注2 条
  1. 3.8Τὰς μὲν ἀπὸ τῶν μαθημάτων ὁρμωμένας ἐνστάσεις πρὸς τοὺς ἐξ ἐπιπέδων τὰ σώματα γεννῶντας, ὡς μὲν ἄν τῳ δόξειεν, ὑπερέθετο νῦν ... ὡς δὲ τὸ ἀληθὲς ἔχει ... παρήγαγεν

    句首的宾格短语 Τὰς μὲν ἀπὸ τῶν μαθημάτων ὁρμωμένας ἐνστάσεις 前置作动词 ὑπερέθετο 的宾语,并在后半句中由部分属格代词 τούτων 回指(παρήγαγεν 的宾语为 τὰς κυριωτέρας)。整句的骨架建立在 ὡς μὲν ἄν τῳ δόξειεν 与 ὡς δὲ τὸ ἀληθὲς ἔχει 的对比之上,表明其在表象上似乎推延了反驳,而实际上却借助修辞手法将其主要内容提出。

  2. 3.8δείκνυσιν ἐκ τοῦ πλείονα εἶναι τὰ τοῖς φυσικοῖς ἑπόμενα, τοῦτο δὲ ἐκ τοῦ τὰ μὲν ἐκ τῶν μαθημάτων συμβαίνοντα ἄτοπα τῷ λόγῳ καὶ τοῖς φυσικοῖς ἀκολουθεῖν

    这里接连使用了介词 ἐκ 引导的定冠词不定式结构(ἐκ τοῦ ... εἶναι 与 ἐκ τοῦ ... ἀκολουθεῖν)来表达论证依据。第一个 ἐκ τοῦ 说明主句动词 δείκνυσιν 的论据;随后的 τοῦτο δὲ ἐκ τοῦ ... 则是一个省略动词(如 ἐστίν 或 δείκνυσιν)的并列从句,用以进一步论证 τοῦτο(即自然物所伴随的荒谬后果更多这一论断)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:566.21-567.23