← 辛普里丘

亚里士多德《论天》注释

§565.6-566.20

作为拯救现象假说的多面体论与辩护

辛普里丘引用《蒂迈欧篇》,辩护称柏拉图与毕达哥拉斯学派将形状设为物体原理乃是为了拯救现象的假说性设定,并预告将进而考察亚里士多德接下来的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7#3

τοῦτο οὖν τὸ δεύτερον ὑποκείμενον διαφόροις σχήμασι διαζωγραφούμενον τὰ τῶν τεσσάρων στοιχείων φασὶν ὑφιστάνειν ἀρχοειδέστερα στοιχεῖα, τὰ μὲν τῆς γῆς τῷ κυβικῷ, οὐχ ὅτι ἡ ὅλη κυβικὸν ἔχει τὸ σχῆμα, ἀλλ’ ὅτι ἐκ κυβικῶν πλειόνων ἀοράτων διὰ σμικρότητα ἕκαστον τῆς γῆς μέρος συνέστηκεν, οὕτω δὲ καὶ ἐκ τῶν ἄλλων τὰ ἄλλα. τῇ δὲ τῶν τοιούτων σχημάτων διαφορᾷ καὶ τὰς ἄλλας πάσας δυνάμεις ἀκολουθεῖν φασι καὶ τὰς εἰς ἄλληλα μεταβολάς. πῶς γὰρ ἐξ ὀλίγου ὕδατος ἀὴρ γίνεται τοσοῦτος, οὗτοι μὲν ἑτοίμως ἀποδιδόασιν, ὅτι τὰ τοῦ ὕδατος στοιχεῖα πολλὰ ὄντα· εἰκοσάεδρα γὰρ ἦν τὰ τοῦ ὕδατος σχήματα· διακρινόμενα πολλὰ ὀκτάεδρα ποιεῖ καὶ πολὺν ἀέρα τὸν ἐξ ὀκταέδρων συγκείμενον. οἱ δὲ μάνωσιν καὶ πύκνωσιν αἰτιώμενοι πῶς ἀσωμάτου δυνάμεως προσγινομένης αὔξεσθαι τὰ σώματα λέγουσιν ἢ μειοῦσθαι; πῶς δὲ ὅλως ἀσώματος τοῦ πυρὸς δύναμις διαιρεῖν πέφυκε; τὸ γὰρ ἀσώματον ἀναφῶς διὰ τοῦ σώματος δίεισιν, ἡ δὲ διαίρεσις κατὰ σχῆμα γίνεται τοῦ διαιροῦντος. καὶ ἐπὶ τῆς ψυχρότητος δὲ τὰ αὐτὰ λέγουσι. πῶς δὲ προσθήκη ποιότητος, φασί, βαρύτερον ποιεῖ τὸν ὄγκον; ποσὸν γὰρ τὸ βαρὺ καὶ οὐ ποιόν· διαιρεῖται γοῦν ἰσότητι καὶ ἀνισότητι. ὅλως δέ, εἰ καὶ Ἀριστοτέλης πρῶτον ἐξ ὕλης καὶ εἴδους τὸ ἄποιον γίνεσθαι σῶμα νομίζει τὸ ταῖς ποιότησιν ὑποκείμενον καὶ πεπερασμένον εἶναί φησιν αὐτό, πῶς οὐκ ἀνάγκη σχῆμα ἔχειν αὐτὸ καὶ προυπάρχειν τῶν ποιοτήτων τὰ σχήματα; ἀλλὰ ταῦτα μὲν εἰς ἔνδειξιν παρεθέμην τοῦ μὴ ἀλόγως καὶ τοὺς Πυθαγορείους καὶ Δημόκριτον ἀρχὰς τῶν ποιοτήτων ἐπιζητοῦντας εἰς τὰ σχήματα ἀνελθεῖν. μήποτε δὲ οὐχ ὡς πάντῃ πάντως τῆς συστάσεως ἐκ τριγώνων τοιούτων οὔσης ὑπέθεντο αὐτὴν οἵ τε Πυθαγόρειοι καὶ ὁ Πλάτων,1 ἀλλ’ ὥσπερ οἱ ἀστρονόμοι ὑποθέσεις ὑπέθεντό τινας ἄλλοι ἄλλας οὐ πάντως τοιαύτας εἶναι ποικιλίας ἐν οὐρανῷ διαβεβαιούμενοι, ἀλλ’ ὅτι τοιούτων ἀρχῶν ὑποτεθεισῶν σῴζεσθαι τὰ φαινόμενα δυνατὸν ἐγκυκλίως πάντων καὶ ὁμαλῶς κινουμένων τῶν οὐρανίων σωμάτων, οὕτω καὶ οὗτοι τὸ ποσὸν τοῦ ποιοῦ προτιμήσαντες ἐν ἀρχῆς λόγῳ καὶ τὸ σχῆμα τῆς ποιότητος καὶ τῶν σχημάτων τὰ ἀρχοειδέστερα καὶ ὁμοιότητι καὶ συμμετρίᾳ κρατούμενα ταῦτα ἀρχὰς ὑπέθεντο τῶν σωμάτων, ἃς ἀρκεῖν ἐνόμιζον πρὸς τοὺς ἀπολογισμοὺς τῆς τῶν γινομένων αἰτίας. ὅτι γὰρ οὐ πάντῃ πάντως ταύτας ἀρχὰς ὑπελάμβανον τῶν σωμάτων, ἄκουε τοῦ Πλάτωνος λέγοντος “τοῖν δὴ δυοῖν τριγώνοιν τὸ μὲν ἰσοσκελὲς μίαν εἴληχε φύσιν, τὸ δὲ πρόμηκες ἀπεράντους· προαιρετέον οὖν αὖ τῶν ἀπείρων τὸ κάλλιστον, εἰ μέλλομεν ἄρξασθαι κατὰ τρόπον. ἂν οὖν τις ἔχῃ κάλλιον ἐκλεξάμενος εἰπεῖν εἰς τὴν τούτων ξύστασιν, ἐκεῖνος οὐκ ἐχθρὸς ὢν ἀλλὰ φίλος κρατεῖ.” ἀλλὰ καὶ πρὸ τούτων τάδε γέγραφε· “τὴν δὴ πυρὸς ἀρχὴν καὶ τῶν ἄλλων σωμάτων ὑποτιθώμεθα κατὰ τὸν μετὰ ἀνάγκης εἰκότα λόγον πορευόμενοι, τὰς δὲ ἔτι τούτων ἀρχὰς ἄνωθεν θεὸς οἶδε καὶ ἀνδρῶν ὃς ἂν ἐκείνῳ φίλος ᾖ. δεῖ δὴ λέγειν, ποῖα κάλλιστα σώματα γένοιτο ἄν τέτταρα, ἀνόμοια μὲν ἑαυτοῖς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτῶν αὐτὰ διαλυόμενα ἄττα γίνεσθαι· τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γῆς καὶ πυρὸς τῶν τε ἀνάλογον ἐν μέσῳ”. Ἐγὼ δὲ ἐπὶ τὰ ἑξῆς πρόειμι τὴν πρὸς τὸ φαινόμενον τῶν τοιούτων λόγων ἐξεταστικὴν τοῦ Ἀριστοτέλους ἀκρίβειαν διαρθρῶσαι κατὰ τὸ δυνατὸν προθυμούμενος καὶ καθ’ ἕκαστον ἐπιχείρημα τὰς ἀληθεῖς ἐννοίας μηδὲν ὑπ’ αὐτῶν βλαπτομένας ἐπιδεῖξαι.2

因此他们主张,这个第二基底通过被多样的形状所刻画描摹,构成了四种元素中更具原理性的元素:大地的元素由立方体形状构成——并不是说整个大地具有立方体形状,而是说大地的每一个部分都由由于微小而不可见的多个立方体部分所组成——其他元素同样由其他形状组成。他们还说,所有其他能力以及彼此间的转化也都依随于此类形状的差异。因为对于何以由少量的水会生成如此大量的气,他们能够轻而易举地解释清楚:水的元素数量众多——因为水的形状是正二十面体——在被拆解分割时构成了许多正八面体,以及由正八面体组成的巨量的气。但是,对于那些将原因归于稀疏和浓密的人而言,他们怎么能说当一种非物体的能力附加其上时物体便会增大或缩小呢?火的非物体能力究竟如何能够本性上具有分割作用呢?因为非物体之物是没有触碰地穿过物体的,而分割则是依据分割者的形状来进行的。关于冷,他们也提出了同样的看法。他们又说,性质的附加怎么可能使体积变得更重呢?因为重是数量而非性质;至少它是依相等和不等来分割的。总的来说,即便亚里士多德也认为由质料与形式首先产生无性质的物体,作为诸性质的基底,并且称其是有限的,它具有形状、形状先于诸性质存在难道不是必然的吗?但我引用这些是为了表明,毕达哥拉斯学派和德谟克利特为了探求性质的原理而追溯至形状,绝非没有道理。不过,也许毕达哥拉斯学派和柏拉图并不是认为完全且绝对是以此类三角形构成而如此设定的;正如天文学家们提出了各自不同的假设,并不是断言天界中的杂多变化绝对就是如此,而是因为只要设立此类原理,便能在所有天体作圆周且均匀运动的同时拯救现象;同样,这些哲学家在原理的地位上将数量置于性质之上、将形状置于性质之上,并在诸形状中将更具原理性且为相似性与相称性所主导的那些形状设定为物体的原理,认为它们足以解释生成之物的原因。因为至于他们并没有完全且绝对地将这些视为物体的原理这一点,听听柏拉图是怎样说的吧:“在两种三角形中,等腰三角形具有单一的本性,而长斜三角形则具有无限的本性;因此,如果我们想要恰当地开始,就必须在这无限之中重新挑选出最美的一种。如果有人能够选出更美的三角形并为了这些物体的构成而说出来,那么他并非敌人而是朋友,并将赢得胜利。”但在此之前他也写道:“那么,就让我们沿着伴随必然性的似真之理前行,假定火以及其他物体的原理;而比这些更高的原理,神以及人当中为他所喜悦者知晓。我们必须说明,哪四种最美的物体能够彼此不同,而其中一些却在自身分解时能够由彼此生成;因为若获得了这一点,我们便拥有了关于大地与火以及居于其中成比例之物的生成的真理。”至于我,将继续探讨接下来的内容,期望尽可能清晰地阐明亚里士多德针对此类言论之表象所作的考察的严密性,并在每一个论据中表明真实的观念丝毫不受其损害。

语法注2 条
  1. 3.7μήποτε δὲ οὐχ ὡς πάντῃ πάντως τῆς συστάσεως ἐκ τριγώνων τοιούτων οὔσης ὑπέθεντο αὐτὴν οἵ τε Πυθαγόρειοι καὶ ὁ Πλάτων

    μήποτε 与直陈式过去时(ὑπέθεντο)连用,引导一种委婉、审慎的推测或断言(“或许并不是……”)。否定词 οὐχ 修饰 ὡς πάντῃ πάντως,从而引出后文(由 ἀλλ’ ὥσπερ ... οὕτω καὶ ... 展开)与天文学家提出假说相对比的语意结构。

  2. 3.7διαρθρῶσαι κατὰ τὸ δυνατὸν προθυμούμενος καὶ ... ἐπιδεῖξαι

    两个不定式 διαρθρῶσαι 和 ἐπιδεῖξαι 由 καί 连接,在句法上受分词 προθυμούμενος(“期望去阐明……并表明……”)支配。全句的核心框架是主句 Ἐγὼ δὲ ἐπὶ τὰ ἑξῆς πρόειμι(“至于我,将继续探讨接下来的内容”),后面附带了表明作者意图的分词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:565.6-566.20