← 辛普里丘

亚里士多德《论天》注释

§563.27-565.6

柏拉图平面的自然学解释与元素理论之争

辛普里修主张柏拉图和毕达哥拉斯学派所谓的平面是自然学意义上居于质料中的面,而非无深度的数学平面,以此引用《蒂迈欧》反驳亚里士多德的批评,并对比了基于受动性质的元素生成说(亚里士多德)与基于几何形态的构成说(德谟克利特、毕达哥拉斯学派及晚近柏拉图主义者)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7#2

ῥητέον δέ, ὅτι, εἰ μὲν τὰ ἐπίπεδα μαθηματικὰ ἔλεγον εἶναι, ὡς μῆκος μόνον καὶ πλάτος ἔχειν, οἱ ἐξ ἐπιπέδων τὰ στερεὰ λέγοντες καὶ εἰς ἐπίπεδα αὐτὰ ἀναλύοντες, καὶ ταῦτα καλῶς ὁ Ἀριστοτέλης ἐπήγαγεν αὐτοῖς τὰ ἄτοπα καὶ τὰ ἑξῆς ἐπαγόμενα· εἰ δὲ φυσικὰ τὰ ἐπίπεδα λέγουσιν, ὡς μὴ μόνον μῆκος καὶ πλάτος ἀλλὰ καὶ βάθος ἔχειν τὸ πρῶτον ἐν τοῖς φυσικοῖς συστῆναι δυνάμενον,1 οὐκέτι τῇ ἐκείνων θέσει ἀκολουθεῖ τὰ ἄτοπα τὰ ὡς πρὸς ἀβαθῆ τὰ ἐπίπεδα ἐπαγόμενα. ὅτι δὲ φυσικὰ καὶ οὐ μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται, δῆλον ἐκ τοῦ ἔνυλα λέγειν αὐτά, διὸ καὶ τὴν ὕλην πρότερον παραδόντες διεσχηματίσθαι ταύτην εἴδεσί τε καὶ ἀριθμοῖς λέγουσι. καὶ αὐτὸς δὲ ὁ Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι τόδε γέγραφεν· “ἀρχαὶ μὲν οὖν τῶν γεννωμένων ὡς μὲν ὑποκείμενον ἁ ὕλα, ὡς δὲ λόγος μορφᾶς τὸ εἶδος· ἀπογεννάματα δὲ τουτέων ἐστὶ τὰ σώματα, γᾶ τε καὶ ὕδωρ, ἀήρ τε καὶ πῦρ, ὧν ἀπογέννασις τοιαύτα· ἅπαν σῶμα ἐξ ἐπιπέδων ἐστί, τοῦτο δὲ ἐκ τριγώνων, ὧν τὸ μὲν ὀρθογώνιον ἰσοσκελὲς ἡμιτετράγωνον,” καὶ ἑξῆς λοιπὸν τὴν τῶν τριγώνων διαφορὰν παραδοὺς τὰ τέσσαρα σχήματα ἐξ αὐτῶν συντίθησιν, ἃ τοῖς τέτρασι στοιχείοις ἀποδίδωσι. ταύτην δὲ τὴν διὰ τῶν σχημάτων φυσιολογίαν τινὲς μὲν τῶν τοῦ Πλάτωνος ἐξηγητῶν, ὧν καὶ ὁ θεῖος Ἰάμβλιχός ἐστι, συμβολικῶς εἰρῆσθαι νομίζουσι, καὶ οὕτως αὐτὸς ἐξηγεῖται τὸν Πλατωνικὸν Τίμαιον, οἱ δὲ νεώτεροι τῶν Πλατωνικῶν φιλοσόφων ὡς οὕτως κατὰ τὸ λεγόμενον ἔχουσαν πειρῶνται δεικνύναι. συνθέτων γὰρ ὄντων τῶν τεσσάρων στοιχείων ἐξ ὕλης καὶ εἴδους καὶ διὰ τοῦτο πρὸς ἀρχῆς λόγον μὴ ὄντων ἐπιτηδείων οἱ μὲν τὰς παθητικὰς λεγομένας ποιότητας, θερμότητα, ξηρότητα καὶ τὰς ἀντικειμένας ταύταις, πρώτας ἐγγενομένας τῇ ὕλῃ ἤτοι τῷ ἀποίῳ σώματι συνιστάνειν καὶ τὰ τέσσαρα στοιχεῖά φασιν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης ἀξιοῖ καὶ τὴν κουφότητα καὶ τὴν βαρύτητα προσλογιζόμενος ὡς αἰτίας μὲν ταύτας κινήσεως τῆς ἁπλῆς καὶ φυσικῆς, τῆς δὲ φύσεως κατὰ κίνησιν μάλιστα χαρακτηριζομένης· κἂν ἐρωτήσῃ τις, διὰ τί τὸ μὲν πῦρ θερμαίνει, τὸ δὲ ὕδωρ ψύχει, ὅτι τὸ μὲν θερμόν, τὸ δὲ ψυχρόν, ἐροῦσιν· ἀρχὰς γὰρ θέμενοι ταύτας οὐδὲν ἔτι ζητοῦσιν ἐπέκεινα τῶν ἀρχῶν αἴτιον. Δημόκριτος δέ, ὡς Θεόφραστος ἐν τοῖς Φυσικοῖς ἱστορεῖ, ὡς ἰδιωτικῶς ἀποδιδόντων τῶν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα αἰτιολογούντων2 ἐπὶ τὰς ἀτόμους ἀνέβη, ὁμοίως δὲ καὶ οἱ Πυθαγόρειοι ἐπὶ τὰ ἐπίπεδα νομίζοντες τὰ σχήματα αἴτια καὶ τὰ μεγέθη τῆς θερμότητος εἶναι καὶ τῆς ψύξεως· τὰ μὲν γὰρ διακριτικὰ καὶ διαιρετικὰ θερμότητος συναίσθησιν παρέχεσθαι, τὰ δὲ συγκριτικὰ καὶ πιλητικὰ ψύξεως· καὶ γὰρ πᾶν σῶμα κατ’ οὐσίαν εὐθὺς πεπόσωται, τὸ δὲ σχῆμα, εἰ καὶ ποιότης ἐστίν, ἀλλ’ ἐκ τοῦ γένους εἴληπται τῶν ποσῶν, διὸ τῶν σωμάτων ἕκαστον ποσόν ἐστιν ἐσχηματισμένον· ἡ μὲν γὰρ ὕλη καθ’ αὑτὴν ἀσώματός ἐστι, τὸ δὲ δεύτερον ὑποκείμενον σῶμα μὲν ἄποιον καθ’ αὑτό, σχήμασι δὲ ποικίλοις μεμορφωμένον καὶ τοῦ μαθηματικοῦ σώματος διαφέρον τῷ ἔνυλον καὶ ἁπτὸν εἶναι τῆς ἁφῆς κατὰ τὸν ὄγκον ἀντιλαμβανομένης αὐτοῦ καὶ οὐ κατὰ θερμότητα ἢ ψυχρότητα.

但应当指出,如果那些主张立体由平面构成并将立体还原为平面的人,是在说平面是数学性的,以至于只有长与宽,那么亚里士多德对他们提出的这些荒谬以及接下来提出的荒谬便是完全正确的;但如果他们主张平面是自然学意义上的,以至于不仅具有长与宽,而且还具有在自然事物中最初能够成立的深度,那么针对无深度的平面所提出的那些荒谬,就不再依随于他们的主张了。而他们假设平面是自然学意义上的而非数学性的,这一点从他们称其为居于质料中的便可显然得知;正因如此,他们首先给出了质料,然后才说这质料是由形式和数塑造成形的。蒂迈欧本人也在自己的著作中写下了这样的话:“因此,生成之物的原理,作为基底的是质料,而作为形态的理路的是形式;从它们衍生出来的则是物体:地与水、气与火,其生成如下:凡物体皆由平面构成,而平面由三角形构成,其中之一是直角等腰的半正方形”;随后他进而给出了三角形的差异,并由此组合出四种形状,将它们赋予四种元素。对于这种通过几何形状构成的自然学说,柏拉图的某些注疏家——神圣的扬布里柯亦在其中——认为它是象征性地言说的,他本人就是如此解释柏拉图的《蒂迈欧篇》的;但较晚近的柏拉图主义哲学家们则试图证明它正如字面所言。因为四种元素是由质料与形式构成的复合体,因此不适宜作为原理的地位,所以有些人主张,所谓的受动性质——热、干以及与此相对的性质——首先产生于质料之中,也就是无性质的物体之中,从而也构成了这四种元素,正如亚里士多德所主张的那样,他还一并考虑了轻与重,理由在于它们是简单且自然的运动的原因,而自然最主要的特征就是运动;如果有人问,为什么火会发热而水会致冷,他们会说,因为前者是热的,后者是冷的;因为既然把这些立为原理,他们就不再探究原理之外的原因了。但是,德谟克利特——正如泰奥弗拉斯托斯在《物理学》中所记载的——认为那些依据热、冷及此类性质说明原因的人解释得过于外行,因而追溯到了原子;同样,毕达哥拉斯学派也追溯到了平面,认为形状与大小是热与冷的原因;因为那些具有离析和分割作用的形状提供了热的感觉,而那些具有凝聚和压缩作用的形状提供了冷的感觉;因为一切物体依其实体立即具有数量规定,而形状即便属于性质,也是取自数量的属,正因如此,每一个物体都是具有形状的数量;因为质料就其自身而言是非物体的,但第二基底就其自身而言虽是无性质的物体,却被赋予了多样的形状,并且由于居于质料之中且可被触及而区别于数学物体,触觉是根据其体积而非根据热或冷来感知它的。

语法注2 条
  1. 3.7ὡς μὴ μόνον μῆκος καὶ πλάτος ἀλλὰ καὶ βάθος ἔχειν τὸ πρῶτον ἐν τοῖς φυσικοῖς συστῆναι δυνάμενον

    名词短语 τὸ πρῶτον ἐν τοῖς φυσικοῖς συστῆναι δυνάμενον 作为 βάθος 的同位语或后置修饰语,意为“在自然事物中最初能够成立的深度”。不定式 ἔχειν 的逻辑主语为宾格 τὰ ἐπίπεδα。

  2. 3.7ὡς ἰδιωτικῶς ἀποδιδόντων τῶν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα αἰτιολογούντων

    带有 ὡς 的属格独立结构。主语为实体化分词短语 τῶν ... αἰτιολογούντων(依据热与冷等探究原因者),谓语分词为 ἀποδιδόντων。ὡς 表示主语(德谟克利特)的主观判断,意为“鉴于/认为他们解释得过于外行”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:563.27-565.6