← 辛普里丘

亚里士多德《论天》注释

§562.19-563.27

平面构造物体说与几何学原理的废除

辛普利丘阐释了亚里士多德针对由平面构造物体这一学说的两个批驳:其一是该学说取消了几何学的基本定义与原理;其二是若线由点构成,便会否定连续体的无限可分性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7#1

" Τοῖς δὲ τὸν τρόπον τοῦτον λέγουσιν ἕως τοῦ ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη." Πρῶτον ἔγκλημα τούτοις ἐπάγει τὸ τὰς γεωμετρικὰς ἀρχὰς ἀναιρεῖν πρόχειρον εἶναι λέγων τὴν τούτου κατανόησιν·1 διὸ καὶ παρῆκεν αὐτήν. λέγει δὲ ἀναιρεῖν αὐτοὺς τοὺς τῶν γεωμετρῶν ὅρους τοῦ τε σημείου καὶ τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας· εἰ γὰρ σημεῖον λέγουσιν, οὗ μέρος οὐθέν, γραμμὴν δὲ μῆκος ἀπλατές, ἐπιφάνειαν δέ, ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, οὐκ ἄν ποτε ἐκ σημείων γραμμὴ γένοιτο, ὥστε οὐδὲ ἐκ γραμμῶν ἐπιφάνεια οὐδὲ ἐξ ἐπιφανείας ἀβαθοῦς οὔσης σῶμα βεβαθυσμένον· εἰ δὲ γίνεται ἐξ ἐπιπέδου σῶμα, βάθος ἂν ἔχοι τὸ ἐπίπεδον, καὶ εἰ ἐκ γραμμῶν ἐπίπεδον, οὐκ ἂν εἴη ἀπλατὴς ἡ γραμμή, καὶ εἰ ἐκ σημείων γραμμή, οὐκ ἂν ἀμερὲς εἴη τὸ σημεῖον. ἔδει δέ, φησίν, ἢ μὴ κινεῖν τὰς τῶν μαθημάτων ἀρχὰς τοσοῦτον ἀξίωμα ἐχόντων εἰς ἀκρίβειαν ἐπιστημονικήν, ὡς τὰ ἀναμφιλέκτως ἀποδεικνύμενα λέγεσθαι γεωμετρικαῖς ἀνάγκαις ἀποδεδεῖχθαι, ἢ εἴ τις καὶ πρὸς τὰ τοιαῦτα παραβάλλεται, τοιούτοις ἔδει χρῆσθαι λόγοις,2 ὥστε πιστοτέρους αὐτοὺς τῶν ἀναιρουμένων εἶναι, ἀλλ’ οὐ καινοπρεπεῖς οὕτω καὶ ἀπεμφαίνοντας. ὑποθέσεις δὲ καλεῖ τὰς μαθηματικὰς ἀρχάς, διότι ἐξ ὑποθέσεως αὐτὰς λαμβάνουσιν· ὑποτίθενται γὰρ τὸ σημεῖον ἀμερὲς καὶ τὰ τοιαῦτα· οὐ γὰρ οἷόν τε τὴν ἀρχὴν ἀποδεῖξαι κατὰ τὴν μέθοδον ἐκείνην, ἧς λαμβάνεται ὡς ἀρχή, διότι ἡ ἀπόδειξις ἀεὶ εἰς πρότερον, ἀρχῆς δὲ οὐδὲν πρότερον. διὰ τοῦτο τὰς τῶν κατωτέρω ἀρχὰς αἱ ἀναβεβηκυῖαι ἐπιστῆμαι ἀποδεικνύουσιν, ἀρχιτεκτονικῆς μὲν μηχανική, ταύτης δὲ γεωμετρία, ταύτης δὲ ἡ πρώτη φιλοσοφία. Εἶτα δεύτερον ἐπάγει λόγον δυνάμενον μὲν καὶ αὐτὸν εἰς τὸ αὐτὸ ἄτοπον ἀπάγειν, αὐτὸς δὲ εἰς ἄλλο καὶ αὐτὸ ἐναργὲς ἀπήγαγε τὸ μὴ γίνεσθαι τὸ τῆς γραμμῆς μέρος γραμμὴν μηδὲ τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν εἶναι,3 ὃ καὶ αὐτὸ ὑπεναντίον ἐστὶ τοῖς μαθήμασι. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· ὃν ἔχει λόγον ἐπίπεδον πρὸς σῶμα, τοιοῦτον ἔχει καὶ γραμμὴ πρὸς ἐπίπεδον καὶ στιγμὴ πρὸς γραμμήν· πέρατα γὰρ πάντα· τοῦ αὐτοῦ οὖν ἐστι λόγου τό τε σῶμα ἐξ ἐπιπέδων γεννᾶν καὶ τὸ ἐπίπεδον ἐκ γραμμῶν καὶ τὴν γραμμὴν ἐκ στιγμῶν. ἀλλ’ ἐὰν ἐκ στιγμῶν ἡ γραμμή, ἔσονται μέρος αἱ στιγμαὶ τῆς γραμμῆς· ἐξ ὧν γάρ τι σύγκειται, ταῦτα ἔχει μέρη· ὥστε οὐ πᾶν μέρος γραμμῆς γραμμή, εἴπερ καὶ αἱ στιγμαὶ μέρη τῆς γραμμῆς εἰσιν· ὥστε καὶ καταλήξει ἡ τῆς γραμμῆς τομή, καὶ οὐκέτι ἐπ’ ἄπειρον ἔσται διαιρετή, εἴπερ ἐκ στιγμῶν ἡ γραμμὴ σύγκειται. ἀλλὰ μὴν δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τοῖς περὶ κινήσεως λόγοις, ἐν οἷς ἀντέλεγε πρὸς Ξενοκράτη γραμμὰς ἀτόμους λέγοντα, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη, τουτέστιν ὅτι οὐδὲν μέρος ἐστὶ τῆς γραμμῆς ἀδιαίρετον, ἀλλ’ ἐπ’ ἄπειρόν ἐστι διαιρετή· οὐκ ἄρα ἐκ στιγμῶν ἡ γραμμή, ὥστε οὐδὲ ἐκ γραμμῶν τὸ ἐπίπεδον οὐδὲ ἐξ ἐπιπέδων τὸ στερεόν. Ταῦτα μὲν τὰ τοῦ Ἀριστοτέλους, ὅπερ ἀεὶ λέγω, πρὸς τὸ φαινόμενον ὑπαντῶντος τοῦ λόγου.

“对于以这种方式主张的人”至“不存在不可分割的长度”。 他对他们提出了第一条指责,即取消了几何学原理,并说对此的理解是显而易见的;因此他也就略过了它。他说他们取消了几何学家对点、线、面的定义;因为如果他们把点定义为“没有部分者”,线定义为“无宽之长”,面定义为“仅有长与宽者”,那么点就绝不可能产生线,从而线也不可能产生面,无深度的面也不可能产生具有深度的物体;但如果物体是由平面产生的,平面就会具有深度;如果平面是由线产生的,线就不会是无宽的;如果线是由点产生的,点就不会是无部分的。他说,数学在科学精确性方面享有如此崇高的权威,以至于无可争议地被证明的事物都被说成是依凭几何学必然性证明的,因此人们要么不应当动摇数学的原理,要么即使有人冒险向这类原理挑战,也理应使用比那些被取消者更具说服力的论证,而不是如此新奇和乖谬的论证。他把数学原理称为“假设”,是因为他们是出于假设而采纳它们的;因为他们假设点是无部分的等等诸如此类;因为不可能按照以该原理作为原理的那门学科方法来证明该原理,因为证明总是追溯至先在者,而没有任何东西先于原理。为此,较高的科学证明较低科学的原理:力学证明建筑学的原理,几何学证明力学的原理,第一哲学证明几何学的原理。 随后他引出了第二个论证,该论证本身虽也能导出同样的荒谬,但他自己却导向了另一个同样自明其理的荒谬,即线的组成部分不成其为线,以及连续体不可无限分割,这本身也是与数学相背驰的。所言之意如下:平面对于物体具有怎样的比例,线对于平面、点对于线也同样具有怎样的比例;因为它们全都是界限;因此,由平面产生物体、由线产生平面、由点产生线,属于同一种推理。但是如果线由点构成,点就会成为线的部分;因为事物由什么构成,这些东西就是其部分;所以,倘若点也是线的部分,那么并非线的每一部分都是线;所以对线的分割也将告终,倘若线由点构成,它就不能再无限分割了。然而,在《物理学》关于运动的论述中,他在反驳主张不可分割线的色诺克拉底时已经证明了不存在不可分割的长度,这就是说线的任何部分都不是不可分割的,而是可以无限分割的;由此可见,线并非由点构成,因此平面并非由线构成,立体也并非由平面构成。 这些就是亚里士多德的论证,正如我常说的那样,他的论辩是针对学说表面所呈现的内容而发的。

语法注3 条
  1. 3.7τὸ τὰς γεωμετρικὰς ἀρχὰς ἀναιρεῖν πρόχειρον εἶναι λέγων τὴν τούτου κατανόησιν

    带冠词的不定词短语 τὸ ... ἀναιρεῖν 作主动词 ἐπάγει 的直接宾语(同格说明“第一条指责”的内容),随后的 πρόχειρον εἶναι ... 是由分词 λέγων 引导的间接引语(宾格加不定词结构)。τούτου 指代前面的“取消几何学原理”。

  2. 3.7ἔδει δέ, φησίν, ἢ μὴ κινεῖν τὰς τῶν μαθημάτων ἀρχὰς ... ἢ εἴ τις καὶ πρὸς τὰ τοιαῦτα παραβάλλεται, τοιούτοις ἔδει χρῆσθαι λόγοις

    非人称动词 ἔδει 由相关连词 ἢ ... ἢ ... 统辖两个选择项:不定词短语 μὴ κινεῖν,以及在条件从句之后重复出现的 τοιούτοις ἔδει χρῆσθαι。它表示过去未履行的应为之事。παραβάλλεται πρὸς ... 是中间体,意为“冒险向……抗衡/挑战”。

  3. 3.7τὸ μὴ γίνεσθαι τὸ τῆς γραμμῆς μέρος γραμμὴν μηδὲ τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν εἶναι

    由单个中性定冠词 τό 引导的两个并列不定词分句(μὴ γίνεσθαι ... 与 μηδὲ ... εἶναι)与前面的 εἰς ἄλλο καὶ αὐτὸ ἐναργές(“另一个同样自明的[荒谬]”)构成同格,具体说明其荒谬的内容。在第一个不定词分句中,τὸ τῆς γραμμῆς μέρος 是主格性质的宾格主语,γραμμήν 是表语宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:562.19-563.27