← 辛普里丘

亚里士多德《论天》注释

§561.21-562.18

平面构造物体说被首先反驳的原因

辛普利丘探讨了亚里士多德在《论天》中为何略过其他产生学说,而首先将由平面构造物体的柏拉图(《蒂迈欧》)学说作为反驳对象,并结合亚历山大的解释及四元素的论证次序展开了考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#2

πᾶν δὲ σῶμα γενητὸν ποιεῖν αὐτοὺς εἶπεν ὁ Ἀριστοτέλης ἀντὶ τοῦ αὐτὸ τὸ σῶμα1 εἰς ἀτοπίαν ἐντεῦθεν ἤδη τὸν λόγον ἀπάγων· σώματος γὰρ γένεσιν ποιοῦσιν οἱ οὕτω λέγοντες, ὅπερ αὐτὸς ἀπογινώσκει· ἐκ γὰρ μὴ σώματος σῶμα λέγοντες γίνεσθαι οὔ τινος σώματος, ἀλλὰ ἁπλῶς σώματος γένεσίν φασι. Παραπεμψάμενος μὲν οὖν ὁ Ἀριστοτέλης τὰς ἄλλας τρεῖς περὶ γενέσεως δόξας τήν τε λέγουσαν μηδὲν γίνεσθαι καὶ τὴν πάντα γενητὰ ὑποτιθεμένην καὶ τὴν ἕν τι μόνον ὑπομένειν ἀγένητον σῶμα ὄν, ἐξ οὗ τὰ ἄλλα γίνεται καὶ εἰς ὃ ἀναλύεται, πρὸς τὴν τελευταίαν ῥηθεῖσαν ὑπαντᾷ τὴν ἐξ ἐπιπέδων τὰ σώματα συνιστῶσαν, ὡς μὲν ὁ πολυτίμητος τῶν Πλάτωνος φίλων χαριέντως ἀπέσκωψεν αὐτὰρ Ἀχιλλεὺς Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον, ὡς δὲ Ἀλέξανδρος ἀπολογεῖται, διότι καινοτέρα ἦν ἡ δόξα καὶ διὰ τοῦτο πιθανωτέρα μηδέπω μηδεμιᾶς ἀντιλογίας τετυχηκυῖα. καὶ τῇ τάξει δὲ πρώτην ταύτην τὴν ὑπόθεσιν ὁ Ἀλέξανδρος εἶναί φησι, διότι ἡ τοῦ σώματος γένεσις προτέρα τῆς ἐκ σωμάτων ἐστί· πρότερον γὰρ εἶναι δεῖ τὰ ἁπλᾶ σώματα, ὧν ἐποίουν τὴν γένεσιν ἐκ τῶν ἐπιπέδων, εἶθ’ οὕτω τὰ ἐκ τούτων γίνεσθαι. μήποτε δὲ καὶ διὰ τοῦτο τὰς ἄλλας νῦν παρῆκε δόξας, ὅτι ἐν τῇ Φυσικῇ ἀκροάσει πολὺν πρὸς ἐκείνας ἐποιήσατο τὸν λόγον. τάχα δὲ τὰ μὲν Παρμενίδου καὶ Ἡσιόδου κατ’ ἄλλας ἐννοίας λεγόμενα οὐ πολλῆς ἐδεῖτο τῆς ὑπαντήσεως· τῶν δὲ φυσικῶν ὁ μὲν ὕδωρ, ὁ δὲ ἀέρα, ὁ δὲ πῦρ ἔλεγεν, ὁ δὲ τὸ μεταξύ· ὁ τοίνυν Ἀριστοτέλης ἀπὸ τῶν ἁπλῶν κινήσεων τέτταρα δείξας τὰ κατ’ εὐθεῖαν κινούμενα ἁπλᾶ σώματα καὶ περὶ τούτων μέλλων διδάσκειν, ὅτι γενητὰ καὶ ὅπως γενητά, ὅτι κατὰ τὴν εἰς ἄλληλα μεταβολήν, εἰκότως ταύτην ἐξετάζει πρώτην τὴν δόξαν2 τὴν καὶ αὐτὴν γίνεσθαι μὲν τὰ τέσσαρα στοιχεῖα λέγουσαν καὶ μὴ τὸ ἓν αὐτῶν ἀγένητον ὑποτιθεμένην, ὥσπερ οἱ φυσικοί, τὸν δὲ τρόπον τῆς γενέσεως καινοπρεπῶς παραδιδοῦσαν καὶ ἀναιροῦσαν μάλιστα τὰς φυσικὰς αὐτῶν ῥοπὰς βαρύτητά τε καὶ κουφότητα, καθ’ ἃς αὐτὸς εἰδοποιεῖσθαι τὰ τέσσαρα στοιχεῖα βούλεται.

亚里士多德说他们使“一切物体”产生,而非说“物体本身”,从而已经由此将该论点引向荒谬;因为这样说的人设定了物体的产生,而这正是他自己所否定的;因为在说物体由非物体产生时,他们所主张的不是某一特定物体的产生,而是单纯而言物体的产生。 因此,亚里士多德搁置了关于产生的其他三种意见——即主张无物产生之说、假设万物皆产生之说,以及主张唯有一物作为物体是不生而存续的,其他事物从中产生并分解为它之说——而针对最后提及的那种由平面构造物体的意见;这一方面正如柏拉图朋友中备受尊崇的一位所诙谐讽刺的那样,“然而阿喀琉斯尤其渴望径直迎对赫克托耳冲入重围”,另一方面正如亚历山大所辩护的那样,是因为这种意见更为新奇,且由于尚未遭遇任何反驳,因此更具说服力。亚历山大还说,这一假说在次序上也是第一位的,因为物体的产生先于由物体而来的产生;因为他们设定由平面产生的那些简单物体必须先存在,然后由这些构成的物体才产生。不过,或许也是由于他在《物理学》中已对那些意见进行了大量论述,所以现在才略过了其他意见。而且,也许巴门尼德与赫西俄德之说是依据其他涵义而言的,并不需要过多的正面交锋;而在自然哲学家中,有的说是水,有的说是气,有的说是火,有的说是中间物。因此,亚里士多德既然根据简单运动指出了沿直线运动的简单物体有四种,并且正打算就这些物体讲授它们是产生的以及如何产生的(即通过彼此之间的转化),他自然合理地首先考察这种意见,它同样主张四元素是产生的,而没有像自然哲学家那样假设其中之一是不生的,但以新奇的方式传授了产生的样式,且尤其取消了它们的自然倾向即重与轻,而他自己正是认为四元素依此得以分化定型的。

语法注2 条
  1. 3.6ἀντὶ τοῦ αὐτὸ τὸ σῶμα

    介词 ἀντί 后接中性单数属格定冠词 τοῦ,统辖名词短语 αὐτὸ τὸ σῶμα。这既可理解为省略了不定词 εἰπεῖν 的冠词不定词结构(“而非说‘物体本身’”),亦可理解为直接将该名词短语作属格化处理。无论哪种解构,它都与前文的 πᾶν σῶμα(“一切物体”)形成对比,表明亚里士多德抓住柏拉图学派论证的是物体本身的产生而非某类特定物体的产生这一点,作为引向荒谬反驳的切入点。

  2. 3.6ὁ τοίνυν Ἀριστοτέλης ἀπὸ τῶν ἁπλῶν κινήσεων τέτταρα δείξας τὰ κατ’ εὐθεῖαν κινούμενα ἁπλᾶ σώματα καὶ περὶ τούτων μέλλων διδάσκειν, ὅτι γενητὰ καὶ ὅπως γενητά, ὅτι κατὰ τὴν εἰς ἄλληλα μεταβολήν, εἰκότως ταύτην ἐξετάζει πρώτην τὴν δόξαν

    这一长句的主干结构为:主语 ὁ Ἀριστοτέλης、主动词 ἐξετάζει 以及直接宾语 ταύτην ... τὴν δόξαν(二者之间夹入作状语/表语的 πρώτην)。在主语与动词之间,插入了由两个分词(不定过去时分词 δείξας 与现在时分词 μέλλων)构成的长篇原因性状语从属成分。宾语 τὴν δόξαν 之后则由一系列带定冠词的分词(τὴν ... λέγουσαν ... καὶ μὴ ... ὑποτιθεμένην ... παραδιδοῦσαν καὶ ἀναιροῦσαν)一直修饰至句末,罗列了被考察意见的几个核心特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:561.21-562.18