- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:560.11-561.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在梳理关于产生的诸种见解时,辛普里丘依次列举了四种立场:赫西俄德与神学诗人们、主张单一不生物体元素的早期自然哲学家,以及主张由基本三角形与平面构造物体并解释元素转化的毕达哥拉斯派与柏拉图学说。
" Ἕτεροι δέ τινες ὥσπερ ἐπίτηδες ἕως τοῦ καὶ διαλύοντες εἰς ἐπίπεδα καὶ ἐξ ἐπιπέδων." Μετὰ τοὺς ἀναιρεῖν τελέως τὴν γένεσιν δοκοῦντας τοὺς ἐξ ἐναντίας τούτοις παρατίθησι τοὺς πάντα γίνεσθαι λέγοντας καὶ μηδὲν ἀγένητον εἶναι τῶν ὄντων, πάντων δὲ γινομένων τὰ μὲν ἄφθαρτα μένειν, τὰ δὲ φθείρεσθαι. τούτων δὲ εἶναι τὸν Ἡσίοδόν φησιν, ὃς καὶ τὸ πρώτιστον τῶν ὑπ’ αὐτοῦ λεγομένων εἶναι τὸ Χάος γενητὸν ποιεῖ1 λέγων· ἤτοι μὲν πρώτιστα Χάος γένετο. τοῦτον μὲν οὖν μάλιστα πάντα γενητὰ ποιεῖν φησιν, ὅτι καὶ τὸ πρῶτον παρ’ αὐτῷ γενέσθαι λέγει· τῶν δὲ ἄλλων πρώτους φυσιολογῆσαι τοὺς περὶ Ὀρφέα καὶ Μουσαῖον λέγειν εἰκός, οἵτινες πλὴν τοῦ πρώτου πάντα γενέσθαι λέγουσι. δῆλον δέ, ὅτι διὰ μύθων οὗτοι θεολογοῦντες γένεσιν ἐκάλουν τὴν ἀπὸ τῶν αἰτίων πρόοδον· διὸ καὶ τὸ πρῶτον αἴτιον πάντες ἀγένητον φυλάττουσι. καὶ γὰρ καὶ Ἡσίοδος εἰπὼν πρῶτον γενέσθαι τὸ Χάος ἐνεδείξατο εἶναί τι καὶ πρὸ τοῦ Χάους, ἀφ’ οὗ τὸ Χάος γέγονε· τὸ γὰρ γινόμενον ἀνάγκη πάντως ὑπό τινος γίνεσθαι· καὶ τοῦτο δὲ προσενεδείξατο, ὅτι τὸ πρῶτον αἴτιον καὶ ὑπὲρ γνῶσιν καὶ ὑπὲρ ὀνομασίαν ἐστί. Διαστήσας οὖν οὕτω τὰς ἐναντίας ἀλλήλαις δόξας τρίτον προστίθησι τὴν τῶν κυρίως φυσικῶν λεγομένων δόξαν, οἵτινες πάντα γίνεσθαι λέγοντες ἓν μόνον ἔφασκον ἀγένητον ὑπομένειν, ἐξ οὗ τὰ ἄλλα γίνεται καὶ εἰς ὃ ἀναλύεται, Θαλῆς μὲν ὕδωρ, Ἀναξιμένης δὲ ἀέρα, Ἀναξίμανδρος τὸ μεταξύ, πῦρ δὲ Ἡράκλειτος. δῆλον δέ, ὅτι, κἂν ἀγένητον τὸ ἓν ἔλεγον ἐκεῖνοι, ἀλλ’ οὐκ ἀκίνητον, εἴπερ μετασχηματιζομένου αὐτοῦ τὰ ἄλλα γίνεσθαί φασιν. ἀλλ’ οὗτοι μὲν τὸ πρῶτον τοῦτο, ἐξ οὗ τὰ ἄλλα, σῶμα καὶ αὐτὸ ὂν ἀγένητον ἔλεγον. τετάρτους δὲ ἐπάγει τοὺς πᾶν σῶμα γενητὸν λέγοντας, οὕτω δὲ γενητὸν ὡς ἐξ ἐπιπέδων συγκείμενον καὶ εἰς τὰ ἐπίπεδα πάλιν διαιρούμενον. τοιαύτη δέ τίς ἐστιν ἡ τοῦ Πυθαγορικοῦ Τιμαίου φυσιολογία, ἣν καὶ ὁ Πλάτων ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παραδέδωκε. δύο γὰρ τρίγωνα ὑποθέμενοι, τὸ μὲν σκαληνὸν ἥμισυ ἰσοπλεύρου τριγώνου καὶ διὰ τοῦτο ἡμιτρίγωνον λεγόμενον, τὸ δὲ ἰσοσκελὲς ὀρθογώνιον, ἐκ τούτου μὲν συνιστῶσι τὸν κύβον καὶ τὴν γῆν, ἐκ δὲ τοῦ ἑτέρου2 τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον, ἐξ ὧν τό τε πῦρ καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ συνεστάναι λέγουσι, τὸ μὲν πῦρ ἐκ πυραμίδων, τὸν δὲ ἀέρα ἐξ ὀκταέδρων, τὸ δὲ ὕδωρ ἐκ τῶν εἰκοσαέδρων· καὶ διὰ τοῦτο ταῦτα μὲν τὰ τρία εἰς ἄλληλα μεταβάλλειν φασίν, ὅτι ἐκ τοῦ αὐτοῦ ἡμιτριγώνου συνεστήκασι, τὴν δὲ γῆν ἐξ ἰδίου στοιχείου τοῦ ἰσοσκελοῦς ὀρθογωνίου γενομένην οὔτε γίνεσθαι ἔκ τινος τῶν τριῶν ἐκείνων λέγουσιν οὔτε μεταβάλλειν εἰς ἐκεῖνα.
“而另有一些人,仿佛故意地……直至并且分解为平面和由平面构成”。 在那些似乎彻底取消产生的人之后,他列举了与这些人正相反的人,即那些主张万物皆产生、存在者中无一是不生的,且在万物产生之中,一部分保持不灭,另一部分则消灭的人。他说赫西俄德便是其中之一,赫西俄德甚至将他所说的存在者中最先者“混沌”也当做产生的,说道:“确实,最先产生了混沌”。因此他说,此人最主要是把一切事物都当做产生的,因为在他那里连最初之物也是产生的;而在其他人当中,合理的说法是奥菲斯和缪塞奥斯周围的人乃是最先探究自然者,他们说除第一者之外万物皆产生。显然,这些人通过神话进行神学论述,将源于原因的流布演进称为“产生”;因此他们也都将第一原因保持为不生。因为赫西俄德在说混沌最先生出时,也正暗示了在混沌之前亦存在某种东西,混沌乃是从中产生的;因为凡产生之物必然无论如何都要由某物所产生;并且他还额外暗示了这一点:第一原因既超越认识,亦超越命名。 因此,在这样区分了彼此对立的意见之后,他第三添加了被严格称为自然哲学家之人的意见,他们虽说万物皆产生,却声称唯独有一物作为不生者保留下来,其他事物从中产生并分解为它:泰勒斯主张水,阿那克西美尼主张气,阿那克西曼德主张中间物,赫拉克利特主张火。然而显然,纵使那些人主张这一者是不生的,却并非不动的,如果说在它变换形状时其他事物确实产生的话。不过这些人主张,其他事物从中产生的这最初之物,本身也是物体且是不生的。 第四,他又引入了那些主张一切物体皆是产生的、且是以由平面构成并再次分解为平面的方式产生的人。毕达哥拉斯派蒂迈欧的自然学便是这样一种理论,柏拉图在同名对话录中也传授了这一学说。因为在设定了两个三角形——其一是作为等边三角形之半且因此被称为‘半三角形’的不等边三角形,其二是等腰直角三角形——之后,他们由后者构造了立方体与土,由前者构造了角锥、八面体与二十面体,并说火、气、水是由这些构成的:火由角锥构成,气由八面体构成,水由二十面体构成。正因如此,他们说这三者彼此转化,因为它们是由相同的半三角形构成的;而土由于是由其自身特有的元素即等腰直角三角形产生的,他们说它既不由那三者中的任何一种产生,也不转化为它们。
- 3.6τῶν ὑπ’ αὐτοῦ λεγομένων εἶναι τὸ Χάος γενητὸν ποιεῖ
τὸ Χάος 是 ποιεῖ 的直接宾语,γενητόν 作宾语补足语(述语宾格)。τῶν ὑπ’ αὐτοῦ λεγομένων εἶναι 为部分属格,修饰 τὸ πρώτιστον,整句结构为“将他所说存在者中最先者混沌也作为产生的”。
- 3.6ἐκ τούτου μὲν συνιστῶσι τὸν κύβον καὶ τὴν γῆν, ἐκ δὲ τοῦ ἑτέρου
在紧接着前面提到的两个三角形(不等边半三角形与等腰直角三角形)中,ἐκ τούτου 指代较近的后者(等腰直角三角形),而 ἐκ δὲ τοῦ ἑτέρου 指代前者(不等边半三角形)。这与后文明确指出“土由等腰直角三角形产生”完全一致。
