← 辛普里丘

亚里士多德《论天》注释

§558.8-560.10

巴门尼德与麦里梭残篇中关于生成的阐释

辛普里丘引用巴门尼德与麦里梭的诗行与散文,论证爱利亚学派确实承认感觉事物的产生,而其不生与不动的主张仅针对真正理智的存在者,以此反驳对亚里士多德批判的字面理解,并转述了阿佛洛狄西亚的亚历山大的三段论解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#2

παραδοὺς δὲ τὴν τῶν αἰσθητῶν διακόσμησιν ἐπήγαγε πάλιν· οὕτω τοι κατὰ δόξαν ἔφυ τάδε καί νυν ἔασι καὶ μετέπειτ’ ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα· τοῖς δ’ ὄνομ’ ἄνθρωποι κατέθεντ’ ἐπίσημον ἑκάστῳ. πῶς οὖν τὰ αἰσθητὰ μόνον εἶναι Παρμενίδης ὑπελάμβανεν ὁ περὶ τοῦ νοητοῦ τοιαῦτα φιλοσοφήσας, ἅπερ νῦν περιττόν ἐστι παραγράφειν; πῶς δὲ τὰ τοῖς νοητοῖς ἐφαρμόζοντα μετήνεγκεν ἐπὶ τὰ αἰσθητὰ ὁ χωρὶς μὲν τὴν ἕνωσιν τοῦ νοητοῦ καὶ ὄντως ὄντος παραδούς, χωρὶς δὲ τὴν τῶν αἰσθητῶν διακόσμησιν ἐναργῶς καὶ μηδὲ ἀξιῶν τῷ τοῦ ὄντος ὀνόματι τὸ αἰσθητὸν καλεῖν; ἀλλὰ καὶ Μέλισσος ὡς καταλογάδην γράψας σαφέστερον ἔτι τὴν ἑαυτοῦ περὶ τούτων γνώμην ἐξέφηνε δι’ ὅλου μὲν τοῦ λόγου, καὶ ἐν τούτοις δὲ οὐχ ἥκιστα τοῖς ῥητοῖς· εἰπὼν γὰρ περὶ τοῦ ὄντος, ὅτι ἕν ἐστι καὶ ἀγένητον καὶ ἀκίνητον καὶ μηδενὶ κενῷ διειλημμένον, ἀλλ’ ὅλον ἑαυτοῦ πλῆρες, ἐπάγει· “μέγιστον μὲν οὖν σημεῖον οὗτος ὁ λόγος, ὅτι ἓν μόνον ἔστιν, ἀτὰρ καὶ τάδε σημεῖα· εἰ γὰρ ἦν πολλά, τοιαῦτα χρὴ αὐτὰ εἶναι, οἷόν περ ἐγώ φημι τὸ ἓν εἶναι· εἰ γὰρ ἔστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ σίδηρος καὶ χρυσὸς καὶ πῦρ καὶ τὸ μὲν ζῶον, τὸ δὲ τεθνηκός, καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα, ὅσα φασὶν οἱ ἄνθρωποι εἶναι ἀληθῆ, εἰ δὴ ταῦτα ἔστι, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι χρὴ ἕκαστον τοιοῦτον, οἷόν περ τὸ πρῶτον ἔδοξεν ἡμῖν, καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι ἑτεροῖον, ἀλλὰ ἀεὶ εἶναι ἕκαστον, οἷόν περ ἐστίν. νῦν δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι, δοκεῖ δὲ ἡμῖν τό τε θερμὸν ψυχρὸν γίνεσθαι καὶ τὸ ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλθακὸν καὶ τὸ μαλθακὸν σκληρὸν καὶ τὸ ζῶον ἀποθνήσκειν καὶ ἐκ μὴ ζῶντος γίνεσθαι, καὶ ταῦτα πάντα ἑτεροιοῦσθαι καὶ ὅ τι ἦν τε καὶ ὃ νῦν οὐδὲν ὅμοιον εἶναι, ἀλλ’ ὅ τε σίδηρος σκληρὸς ἐὼν τῷ δακτύλῳ κατατρίβεσθαι ὁμοῦ ῥέων καὶ χρυσὸς καὶ λίθος καὶ ἄλλο ὅ τι ἰσχυρὸν δοκεῖ εἶναι πᾶν, ἐξ ὕδατός τε γῆ καὶ λίθος γίνεσθαι· ὥστε συμβαίνει μήτε ὁρᾶν μήτε τὰ ὄντα γινώσκειν. οὐ τοίνυν ταῦτα ἀλλήλοις ὁμολογεῖ· φαμένοις γὰρ εἶναι πολλὰ καὶ ἀίδια καὶ εἴδη τε καὶ ἰσχὺν ἔχοντα πάντα ἑτεροιοῦσθαι ἡμῖν δοκεῖ1 καὶ μεταπίπτειν ἐκ τοῦ ἑκάστοτε ὁρωμένου· δῆλον τοίνυν, ὅτι οὐκ ὀρθῶς ἑωρῶμεν, οὐδὲ ἐκεῖνα πολλὰ ὀρθῶς δοκεῖ εἶναι· οὐ γὰρ ἂν μετέπιπτεν, εἰ ἀληθῆ ἦν, ἀλλ’ ἦν, οἷόν περ ἐδόκει ἕκαστον, τοιοῦτον· τοῦ γὰρ ἐόντος ἀληθινοῦ κρεῖσσον οὐδέν, ἦν δὲ μεταπέσῃ,2 τὸ μὲν ἐὸν ἀπώλετο, τὸ δὲ οὐκ ἐὸν γέγονεν. οὕτως οὖν, εἰ πολλὰ εἴη, τοιαῦτα χρὴ εἶναι, οἷόν περ τὸ ἕν”. σαφῶς οὖν οὗτος καὶ τὴν αἰτίαν εἶπε, δι’ ἣν τὰ αἰσθητὰ οὐκ εἶναι λέγουσιν ἀλλὰ δοκεῖν εἶναι. πῶς οὖν ἄν τις αὐτοὺς ὑπολάβοι μόνον τὸ αἰσθητὸν νομίζειν εἶναι; ἀλλὰ καὶ γένεσιν ἀπὸ τοῦ ὄντως ὄντος ἀναιροῦσιν· ἐπ’ ἐκείνου γὰρ καὶ Παρμενίδης εἶπε τὸ γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος καὶ Μέλισσος ὡς Παρμενίδης· τῶν μέντοι αἰσθητῶν γένεσιν σαφῶς λέγουσι, Μέλισσος μὲν ἐν τούτοις “τὸ θερμὸν ψυχρὸν γίνεσθαι” καὶ τὰ ἑξῆς * “ἐξ ὕδατός τε γῆ καὶ λίθος γίνεσθαι”, Παρμενίδης δὲ περὶ τῶν αἰσθητῶν ἄρξασθαί φησι λέγειν, πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη αἰθήρ τε ξυνὸς γάλα τ’ οὐράνιον καὶ Ὄλυμπος ἔσχατος ἠδ’ ἄστρων θερμὸν μένος ὡρμήθησαν γίγνεσθαι, καὶ τῶν γινομένων καὶ φθειρομένων μέχρι τῶν μορίων τῶν ζῴων τὴν γένεσιν παραδεδώκασι. δῆλον δέ, ὅτι οὐκ ἠγνόει Παρμενίδης, ὅτι γενητὸς αὐτὸς ἦν, ὥσπερ οὐδέ, ὅτι δύο πόδας εἶχεν, ἓν λέγων τὸ ὄν, ἀλλ’ ὅπερ ἐν τῇ Μετὰ τὰ φυσικὰ καλῶς ὁ Ἀριστοτέλης ἀπεφθέγξατο, τὸ “Παρμενίδης δὲ ἔοικέ που βλέπειν,” τοῦτο πανταχοῦ μετὰ τὸν τοῦ φαινομένου ἔλεγχον ἐπιφέρειν τὸν Ἀριστοτέλην νομιστέον.3 Ὁ δὲ Ἀλέξανδρος οὕτως αὐτοὺς συλλογίζεσθαί φησι· τὰ αἰσθητὰ μόνα ὄντα· τῶν ὄντων ἐπιστήμη· ὧν δὲ ἐπιστήμη, ταῦτα ἀκίνητά ἐστι· τὰ αἰσθητὰ ἄρα ἀκίνητα. τούτῳ δέ, φησίν, ἀκολουθήσαντες τῷ λόγῳ τὰ ἐπὶ τῶν ἀκινήτων οὐσιῶν ἀληθῶς λεγόμενα μετήνεγκαν ἐπὶ τὰ αἰσθητά, οὐχ ὑγιῶς· διὸ συνέβαινεν αὐτοὺς περὶ τῶν φυσικῶν οὐ φυσικῶς λέγοντας ἀναιρεῖν τὴν φύσιν.

而在阐述了感觉事物的秩序之后,[巴门尼德]又补充道: “确实,依照意见,这些事物如此生成,如今存在, 自此之后,它们在成长完备后便将走向终结; 人们则为它们当中的每一个安放了识别之名”。 那么,探讨关于理智之物深邃至如今抄录已显多余的巴门尼德,又怎会设想唯有感觉事物存在呢? 他又怎会将切合于理智之物的性质转用于感觉事物呢?他可是一方面阐述了理智且真正存在者的合一,另一方面又清晰地阐述了感觉事物的秩序,甚至认为不配用‘存在者’之名来称呼感觉之物。 不仅如此,麦里梭作为用散文写作的人,在其整部论述中,尤其在以下字句中,更加清楚地表明了自己关于这些问题的见解;因为在谈及存在者是一、不生、不动且不被任何虚空所隔开、而是全幅自身充实之后,他接着写道: “因此这一论述是唯独存在一的最大证据,不过以下也是证据。因为如果是多,它们就必须如同我所说的一所是的那样。因为如果存在土、水、气、铁、金、火,有的活着,有的死去,又有黑、白以及凡人所说为真的所有其他事物——如果这些确实存在,且我们正确地看见和听见,那么每一事物都必须如同起初向我们显现的那样,而不发生转变,也不变为不同,而是每一事物必须始终如其所是。可是现在我们既主张自己正确地看、听并理解,在我们看来热却变冷,冷变热,硬变软,软变硬,活着的事物死去并由非活物产生,这一切都在变异,昔日所是与今日所是毫无相似之处,甚至坚硬的铁也被手指摩擦磨损,与之一同流逝,金、石以及一切看起来坚固的东西皆是如此,水也产生出土与石;以至于结果是我们既看不见,也不认识存在者。因此这些事情彼此并不一致。因为对于声称存在许多具有形相和力量的永恒事物的我们而言,万物似乎都在变异,并且脱离了每次所见之物;由此显而易见,我们并未正确地看见,那些多数事物也并非正确地显现为存在;因为如果它们是真的,就不会转变,而是会正如每一事物所显现的那样。因为没有什么能强于真实的存在者;但若发生转变,原本存在者便消灭了,而原本不存在者便产生了。因此,如果存在多,它们就必须如同这一所是的那样”。 因此,他也清楚地说出了他们为何主张感觉事物并不存在、而只是看起来存在的缘由。那么,人们又怎会设想他们认为唯有感觉事物存在呢?相反,他们是从真正存在者那里排除了产生;因为关于那真正存在者,巴门尼德也曾说“产生已熄灭,毁灭无可闻知”,麦里梭所言亦同于巴门尼德。然而关于感觉事物,他们明白地主张产生——麦里梭在这些字句中谈到“热变冷”以及接下去的“由水产生土与石”,巴门尼德则说自己开始讲述感觉事物,即“大地、太阳、月亮,共同的以太、天之乳与极端的奥林匹斯,以及群星的炽热力量,是如何奋力产生的”,并且他们传授了产生与消灭之物的产生,直至动物的各部分。显然,巴门尼德并非不知道自己是产生出来的,正如他在主张存在是一时并非不知道自己有两只脚一样;相反,必须认为亚里士多德在《形而上学》中所精辟宣称的“而巴门尼德似乎在某处有所洞见”,乃是亚里士多德在对表面显象进行检核之后在各处都会补充的一句话。然而亚历山大却说他们是这样进行推论的:“唯有感觉事物是存在者;存在者有科学知识;而有科学知识的对象是不动的;因此感觉事物是不动的”。他说,他们遵循这一论据,将真正适用于不动实体的论述转用于感觉事物,这是不健全的;因此结果是他们在探讨自然事物时却以非自然学的方式言说,从而否定了自然。

语法注3 条
  1. 3.5φαμένοις γὰρ εἶναι πολλὰ ... δοκεῖ

    与格分词 φαμένοις 与非人称动词 δοκεῖ 的与格补语 ἡμῖν(“我们”)相一致。整句结构为“对于声称存在多数事物的我们而言,万物似乎都在变异”。

  2. 3.5ἦν δὲ μεταπέσῃ

    这里的 ἦν 是 εἰ ἄν(即 ἐάν)的爱奥尼亚方言缩合形式,后接虚拟式 μεταπέσῃ,构成未来一般条件从句(“如果它发生转变”),不可误认为过去未完成时动词 ἦν。

  3. 3.5τὸ “Παρμενίδης δὲ ἔοικέ που βλέπειν,” τοῦτο πανταχοῦ μετὰ τὸν τοῦ φαινομένου ἔλεγχον ἐπιφέρειν τὸν Ἀριστοτέλην νομιστέον

    句子的核心骨架是 νομιστέον [ἐστί] ἐπιφέρειν τὸν Ἀριστοτέλην τοῦτο(“应当认为亚里士多德补充了这一点”)。句首带冠词的引用短语 τὸ “Παρμενίδης...” 与后方的指示代词 τοῦτο 构成同位语,系前置先取(prolepsis)以示强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:558.8-560.10