← 辛普里丘

亚里士多德《论天》注释

§55.1-56.20

论证确信与一物仅与一物相反的原则

辛普利丘根据亚里斯多德“推论起来人们会确信”一语,探讨了证明、确信与交感的关系以及天体实体的优越性;随后驳斥了克塞纳尔霍斯基于受迫运动的多样性以及德性的双重相反者对“一物仅与一物相反”原则所提出的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17#1

" Διόπερ ἐξ ἁπάντων ἄν τις τούτων συλλογιζόμενος πιστεύσειεν." Ἡ πίστις διττή ἐστιν, ἡ μὲν χωρὶς ἀποδείξεως ἀλόγως γινομένη, οἵαν τινὲς ἴσχουσι καὶ ἐπὶ τοῖς ἀτοπωτάτοις, ἡ δὲ μετὰ ἀπόδειξιν καὶ συλλογισμὸν ἀποδεικτικόν, ἥτις καὶ ἀσφαλής ἐστι καὶ ἀνέλεγκτος καὶ τῇ ἀληθείᾳ τῶν ὄντων συμπεφυκυῖα. ἐπειδὴ οὖν ἀποδεικτικῶς εἴρηται τὰ εἰρημένα, εἰκότως εἶπεν συλλογιζόμενος πιστεύσειεν. πλεονάζει δὲ ἡ τοιαύτη πίστις τῆς ἐπιστημονικῆς εἰδήσεως τῇ συμπαθείᾳ τῇ ζωτικῇ· διὸ καὶ φιλοσόφως καὶ οἰκείως ἐχρήσατο νῦν τῷ πιστεύσειεν, ὅτι τῇ περὶ τῶν θειοτέρων γνώσει βεβαίᾳ καὶ συμπάθεια ζωτικὴ συνανακινεῖται. δύναται δὲ τὸ πιστεύσειεν εἰπεῖν, καὶ διότι ἐξ ὑποθέσεων συνελογίσθη, καὶ δῆλον, ὅτι, ὡς ἔχουσιν αἱ ὑποθέσεις ἐναργείας, οὕτως ἕξει καὶ τὰ ἐξ αὐτῶν πίστεως.1 κάλλιον δέ, οἶμαι, λέγειν, ὅτι ταῖς ἀποδεικτικαῖς ἀνάγκαις προσεῖναι παραινεῖ πανταχοῦ μέν, μάλιστα δὲ ἐν τοῖς περὶ τῶν θείων λόγοις τὴν ἀπὸ τῆς πίστεως συμπάθειαν, οὐ μόνον βεβαίωσιν τῆς ἀληθοῦς γνώσεως ἐμποιοῦσαν, ὅταν μετὰ τὴν ἀπόδειξιν ἐπιγένηται, ἀλλὰ καὶ τὴν πρὸς τὰ γνωστὰ ἕνωσιν, ἥτις ἐστὶ τὸ τέλος τῆς ἀνθρωπίνης μακαριότητος. προηγεῖται μὲν γὰρ ὁ ἀναγωγὸς ἔρως ἔφεσιν τοῦ θείου κάλλους ἐνεγείρων ἐν ταῖς ψυχαῖς, ἕπεται δὲ ἡ ἀληθὴς ἐκείνου τοῖς ἀξίοις ἔκφανσις, ἐπὶ δὲ τούτοις ἡ πίστις βέβαιον ἵδρυσιν ἐν ἐκείνῳ καὶ ἕνωσιν τὴν πρὸς αὐτὸ χορηγεῖ. ὅτι δέ, ὅσῳ πλέον τῷ τόπῳ κεχώρισται τῶν ἐν γενέσει καὶ φθορᾷ τὰ οὐράνια, τοσούτῳ καὶ ἔτι μᾶλλον τῇ τιμιότητι τῆς οὐσίας ὑπερανέχει, πρόδηλον ἂν εἴη· καὶ γὰρ ταῦτα μὲν εἰς τὸ ἔσχατον τοῦ παντὸς ἀπεώσθη, ὁ δὲ οὐρανὸς τὴν ἀκρότητα τοῦ σωματοειδοῦς ἐκληρώσατο. Ἐν δὴ τούτοις τοῖς ἐκκειμένοις ἤδη ῥητοῖς ὁ Ξέναρχος ἐνίσταται καὶ πρὸς ἄλλα μέν, περὶ ὧν ἤδη εἴρηται, καὶ μέντοι πρὸς τὸ ἓν ἑνὶ λέγεσθαι ἐναντίον. ῥᾴδιον γάρ, φησί, βιασαμένοις κινῆσαι τὸ πῦρ καθ’ ὁτιοῦν γραμμῆς εἶδος εἴτε ἁπλοῦν εἴτε καὶ ποικίλον. “λέγομεν δέ, φησί, καὶ ἐν τοῖς περὶ τῶν ἠθῶν λόγοις, ἑκάστῃ τῶν ἀρετῶν δύο εἶναι τὰ ἐναντία, ὡς φρονήσει μὲν πανουργίαν καὶ εὐήθειαν, ἀνδρείᾳ δὲ θρασύτητά τε καὶ δειλίαν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως”. ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι καὶ τὰς παρὰ φύσιν κινήσεις ἰδίας ἑκάστων εἶναι χρή· φύσει γὰρ καὶ αὗται, ἀλλ’ οὐκ ἐξ ἐπιτεχνήσεως. καὶ τὰ ποικίλα δὲ τῶν γραμμῶν εἴδη οὐδὲν πρὸς τὸν λόγον· ἁπλαῖ γάρ εἰσιν αἱ τῶν ἁπλῶν κινήσεων γραμμαί. ἔτι δὲ τὰς παρὰ φύσιν τοιαύτας εἶναι χρὴ ὡς ἄλλοις εἶναι κατὰ φύσιν. πρὸς δὲ τὸ δεύτερον, ὅτι συμμετρίας οὔσης ἑκάστης τῶν ἀρετῶν τὰ παρ’ ἑκάτερα αὐτῆς δύο ὡς ἀσυμμετρία μία πρὸς συμμετρίαν ἀντίκειται·2 καὶ γὰρ τὸ μέν ἐστιν ὑπερβολή, τὸ δὲ ἔλλειψις, ἀμφοῖν δὲ κοινὸν ἡ ἀσυμμετρία. τοῦτο δὲ καὶ αὐτὸς προελθὼν συνεῖδεν, ὅτι τῇ μὲν εὐηθείᾳ ἡ πανουργία ἀντίκειται καὶ τῇ θρασύτητι ἡ δειλία, τῇ δὲ φρονήσει οὔτε πανουργία οὔτε εὐήθεια, ἀλλὰ τὸ ἀμφοῖν κοινόν, καὶ τῇ ἀνδρείᾳ τὸ κοινὸν θρασύτητος καὶ δειλίας, ὥσπερ τῷ μὲν ὑπερβάλλοντι τὸ ἐλλεῖπον ἀντίκειται, τὸ δὲ κοινὸν ἀμφοῖν ἡ ἀνισότης τῇ ἰσότητι. “ἀλλ’ εἰ ταῦτα ἀληθῆ, φησίν, οὐκ ἀνάγκη τὸν οὐρανὸν πέμπτου τινὸς εἶναι σώματος διὰ τὸ μὴ δύο ἑνὶ ἀντικεῖσθαι τὴν κύκλῳ τοῦ πυρὸς καὶ τὴν ἐπὶ τὸ κάτω τῇ ἐπὶ τὸ ἄνω· ἀντίκειται γὰρ ὡς μὲν ὑπερβολὴ καὶ ἔλλειψις ἡ ἐπὶ τὸ ἄνω τῇ ἐπὶ τὸ κάτω, ὡς δὲ ἀνισότης πρὸς ἰσότητα ἡ ἀμφοῖν κοινή, τουτέστιν ἡ ἐπ’ εὐθείας, πρὸς τὴν κύκλῳ”. ταῦτα δὲ εἴρηται μὲν γλαφυρῶς, οὐδὲν δέ, οἶμαι, πρὸς τὴν ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένην ἐναντίωσιν. οὐ γὰρ τὴν ἄνω καὶ τὴν κάτω ὡς δύο τῇ κύκλῳ ἀντέθηκεν, ἀλλὰ τὴν κύκλῳ καὶ τὴν κάτω τῇ ἄνω.

“因此,从这一切推论起来,人们会确信。” 确信有两种:一种是没有证明、非理性地产生的,正如某些人即便对极其荒谬之事所抱有的那样;另一种是在证明和论证性三段论之后产生的,它既牢固又不可反驳,并与实存之物的真理浑然一体。既然所说之事是以论证方式言及的,他理所当然地说“推论起来,人们会确信”。这种确信因其生命的交感而超越了科学的认知;因此他现在出于哲学的方式并且恰如其分地使用了“会确信”一词,因为对于神圣事物的牢固认识亦同时激发了生命的交感。他说“会确信”,亦可能是因为这是从假定中推论出来的,并且显然,诸假定具有多大程度的明晰性,从它们所导出的结论亦具有相应程度的确信。但我认为,更好的是说,他告诫人们在论证的必然性中——无论在何处,尤其是在关于神圣事物的论述中——都应伴随来自确信的交感,当它在证明之后产生时,不仅能对真实的知识确立巩固,更能带来与所认知对象的结合,而这正是人类至福的终极目的。因为引导向上的爱引领在前,在灵魂中唤起对神圣之美的渴望;随后则是那美对配得者显露真容;在此之上,确信赐予了在那美之中的牢固定立以及与它的结合。显而易见的是,属天的物体在空间上与处于生成和消灭中的物体相距多远,它在实体的尊贵上也便以何等程度乃至更甚地超越它们;因为后者被推挤到宇宙的最末梢,而天则承领了有形体者的顶峰。 在已经展示的这些文句中,克塞纳尔霍斯提出了异议,既针对已述及的其他事项,亦针对所谓“一物对一物为相反”这一说法。因为他说,若施加强制,要让火沿着任何形式的线条运动——无论简单的还是复合的——都是轻而易举的。 “并且,”他说,“在关于品德的论述中我们也说,每一种德性都有两个相反者,例如对于明智有狡黠和愚钝,对于勇敢有鲁莽和怯懦,在其他德性上亦同样如此。” 对此,针对第一点应当说,违反本性的运动亦必须是各自固有的;因为这些运动亦源于本性,而非出自人为造作。而且复合形式的线条与论证毫不相干;因为单一运动的线条是单一的。此外,违反本性的运动必须是对其他物体合乎本性的运动。针对第二点则应当说,既然每一种德性都是一种适度,其两侧的两端便作为一个单一的不适度与适度相对立;因为一端是过度,另一端是不足,两者的共有之物是不适度。并且他自己在进一步推论中亦领悟到了这一点:即愚钝与狡黠相对立,怯懦与鲁莽相对立,但与明智相对立的既非狡黠亦非愚钝,而是两者的共有之物;与勇敢相对立的亦是鲁莽与怯懦的共有之物;正如同不足者与过度者相对立,而两者的共有之物不均等性则与均等性相对立。 “但如果这些是真实的,”他说,“那么便没有必然性以两物不对一物相对立——即火的圆周运动与向下运动不对向上运动相对立——为由,认为天必须属于某种第五种物体;因为向上运动与向下运动作为过度和不足相对立,而两者的共有之物,即直线运动,如同不均等性对均等性那样,对圆周运动相对立。” 然而这些说法虽然表述巧妙,我认为与亚里斯多德所言的相反性却毫不相干。因为他并不是把向上和向下作为两者对圆周运动相对立,而是把圆周运动和向下运动对向上运动相对立。

语法注2 条
  1. 1.17ὡς ἔχουσιν αἱ ὑποθέσεις ἐναργείας, οὕτως ἕξει καὶ τὰ ἐξ αὐτῶν πίστεως

    这是动词 ἔχω 与表示性质程度的部分格(ἐναργείας, πίστεως)连用的结构,构成比例句:“诸假定具有多大程度的明晰性,从它们所导出的结论亦具有相应程度的确信”。ἕξει 的主语是 τὰ ἐξ αὐτῶν。

  2. 1.17τὰ παρ’ ἑκάτερα αὐτῆς δύο ὡς ἀσυμμετρία μία πρὸς συμμετρίαν ἀντίκειται

    主语是中性复数 τὰ δύο(处于德性两端的两者),动词 ἀντίκειται 依中性复数主语使用单数形式。短语 ὡς ἀσυμμετρία μία 起同位语/表语作用,意为两端“作为一个单一的不适度”与中庸适度(συμμετρία)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:55.1-56.20