- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:556.1-558.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将以往哲学家关于产生是否存在的见解分为四类,考察了亚里士多德对被认为否定产生的爱利亚学派(麦里梭与巴门尼德)的批评,并通过引证诗句为他们辩护,指出他们区分了感觉领域与理智之一。
" Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν ἕως τοῦ μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖ λόγους." Τετραχῇ διεῖλε τὰς περὶ γενέσεως δόξας· καὶ γὰρ οἱ μὲν τελέως τὴν γένεσιν ἀναιροῦσι πάντα τὰ ὄντα ἀγένητα λέγοντες διὰ τὸ τῶν γενητῶν καὶ φθαρτῶν μὴ εἶναι γνῶσιν ἀεὶ ῥεόντων αὐτῶν, ὡς Παρμενίδης καὶ Μέλισσος ἐδόκουν λέγειν, οἱ δὲ ἀπ’ ἐναντίας τούτων, ὡς Ἡσίοδος καὶ τὸ πρώτιστον τῶν παρ’ αὐτῷ γενέσθαι λέγων ἤτοι μὲν πρώτιστα Χάος γένετ’, οἱ δὲ τὰ μὲν ἄλλα γενέσθαι λέγουσιν, ἓν δὲ μόνον τὸ κοινὸν ὑποκείμενον ἀγένητόν φασιν, ἐξ οὗ τὰ ἄλλα γίνεται, ὥσπερ Ἡράκλειτος, οἱ δὲ οὐδὲν ἀγένητον σῶμα λέγουσιν, ἀλλὰ πάντα γενέσθαι, ἐξ ἐπιπέδων μέντοι συντιθέμενα. πρώτους δὲ προχειρίζεται τοὺς περὶ Μέλισσον καὶ Παρμενίδην, ὧν ὁ μὲν οὐδὲ ὅλως γένεσιν εἶναί φησι, Παρμενίδης δὲ οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς δόξαν· διὰ τοῦτο προσέθηκε τὸ ἀλλὰ μόνον δοκεῖν ἡμῖν. οὗτοι δέ, φησί, κἂν τὰ ἄλλα λέγωσι καλῶς· τὰ γὰρ περὶ τοῦ ἑνὸς ὄντος καὶ τῆς νοητῆς φύσεως καλῶς τῷ ὄντι καὶ θείως ἐνόησάν τε καὶ τοῖς ἑπομένοις ἐξέφηναν καὶ τὸ μὴ δύνασθαι ἐπιστήμην εἶναι τῶν ἐν γενέσει τε καὶ κινήσει ὄντων ἅτε ῥεόντων ἀεί· ἀλλ’ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν αὐτοὺς περὶ τὰ ὑπὲρ τὴν φύσιν φιλοσοφοῦντας. τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα, ὅπερ ἀπεδείκνυον ἐκεῖνοι, ἑτέρας ἐστὶ τῆς πρώτης φιλοσοφίας ἀποδεικνύναι1 καὶ οὐχὶ τῆς φυσικῆς σκέψεως τῆς περὶ τὰ κινούμενα ἐχούσης, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεως, οἱ δὲ κίνησιν ἀναιροῦντες καὶ τὴν φύσιν ἀναιροῦσι καὶ τὰ φυσικὰ πράγματα. καὶ τί κωλύει, φαίη ἄν τις, μὴ λέγεσθαι φυσικοὺς ἐκείνους μηδὲ ὡς φυσικοὺς εὐθύνεσθαι; ἢ ὅτι Περὶ φύσεως ἐπέγραφον τὰ συγγράμματα καὶ Μέλισσος καὶ Παρμενίδης; τοῦτο δὲ οὐκ ἂν εἴη τοσοῦτον· καὶ γὰρ καὶ κοινὸν ἦν ὄνομα τῆς φύσεως, καθὸ καὶ θεοῦ φύσιν πολλάκις τολμῶσιν εἰπεῖν καὶ τὴν τῶν ὄντων φύσιν λέγομεν, καὶ μέντοι οὐ περὶ τῶν ὑπὲρ φύσιν μόνον, ἀλλὰ καὶ περὶ τῶν φυσικῶν ἐν αὐτοῖς τοῖς συγγράμμασι διελέγοντο, καὶ διὰ τοῦτο ἴσως οὐ παρῃτοῦντο περὶ φύσεως ἐπιγράφειν. ἀλλ’ ὅπερ Ἀριστοτέλης αὐτοῖς ἐγκαλεῖ τὴν αἰτίαν τῆς διαμαρτίας ἐξελέγχων σκληρὸν ὄντως ἦν, εἴπερ ἀληθὲς ἦν· ἐκεῖνοι γάρ, φησίν, οὐδὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνοντες ἐν ὑποστάσει εἶναι, πρῶτοι δὲ ἐννοήσαντες, ὅτι ἀνάγκη τοιαύτας τινὰς ἀγενήτους καὶ ἀκινήτους εἶναι φύσεις, εἴπερ ἔστι γνῶσις ἐπιστημονική· τῶν γὰρ ἀεὶ ῥεόντων οὐκ ἔστιν ἐπιστήμη, καὶ λέγει καὶ ὁ παρὰ τῷ Πλάτωνι Παρμενίδης, ὅτι οὐδὲ ὅποι τρέψει τις τὴν διάνοιαν ἕξει μὴ τῶν ἀιδίων εἰδῶν ὑποτιθεμένων εἶναι· ταῦτα οὖν ἐννοήσαντες μετήνεγκαν ἐπὶ τὰ αἰσθητὰ καὶ γενητὰ τοὺς τοῖς νοητοῖς καὶ ἀκινήτοις ἐφαρμόζοντας λόγους, εἴ γε περὶ φύσεως προτιθέμενοι λέγειν τὰ ἐκείνοις προσήκοντα λέγουσι. καὶ εἰ Περὶ φύσεως ἢ Περὶ τοῦ ὄντος ἐπέγραψε Μέλισσος, δῆλον, ὅτι τὴν φύσιν ἐνόμιζεν εἶναι τὸ ὂν καὶ τὰ φυσικὰ τὰ ὄντα, ταῦτα δέ ἐστι τὰ αἰσθητά. καὶ ταύτῃ δὲ ἴσως ὁ Ἀριστοτέλης εἶπεν αὐτοὺς μηδὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν τῷ ἓν λέγειν τὸ ὄν·2 τοῦ γὰρ αἰσθητοῦ ἐναργῶς εἶναι δοκοῦντος, εἰ ἓν τὸ ὄν ἐστιν, οὐκ ἂν εἴη ἄλλο παρὰ τοῦτο. λέγει δὲ Μέλισσος μὲν “εἰ γὰρ εἴη, ἓν εἴη ἄν· εἰ γὰρ δύο εἴη, οὐκ ἂν δύναιτο ἄπειρα εἶναι, ἀλλ’ ἔχοι ἂν πείρατα πρὸς ἄλληλα”, Παρμενίδης δὲ οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης, ὡς ἔθος αὐτῷ, πρὸς τὸ φαινόμενον καὶ νῦν τῶν λόγων ὑπήντησε προνοῶν τοῦ μὴ τοὺς ἐπιπολαιοτέρους παραλογίζεσθαι, οἱ δὲ ἄνδρες ἐκεῖνοι διττὴν ὑπόστασιν ὑπετίθεντο, τὴν μὲν τοῦ ὄντως ὄντος τοῦ νοητοῦ, τὴν δὲ τοῦ γινομένου τοῦ αἰσθητοῦ, ὅπερ οὐκ ἠξίουν καλεῖν ὂν ἁπλῶς, ἀλλὰ δοκοῦν ὄν· διὸ περὶ τὸ ὂν ἀλήθειαν εἶναί φησι, περὶ δὲ τὸ γινόμενον δόξαν. λέγει γοῦν ὁ Παρμενίδης· χρεὼ δέ σε πάντα πυθέσθαι, ἠμὲν ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής· ἀλλ’ ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.3 ἀλλὰ καὶ συμπληρώσας τὸν περὶ τοῦ ὄντως ὄντος λόγον καὶ μέλλων περὶ τῶν αἰσθητῶν διδάσκειν ἐπήγαγεν· ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης, δόξας δ’ ἀπὸ τοῦδε βροτείας μάνθανε κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
“因为他们中的一些人完全否定了产生”直至“将那里的论述转用于这些事物”。 [亚里士多德]将关于产生的见解划分为四类。因为有些人完全否定产生,主张一切存在者皆是不生的,因为产生与消灭之物始终处于流变之中而无法被认识,正如巴门尼德与麦里梭似乎所主张的那样。另一些人则持相反的主张,正如赫西俄德那样,他主张其著作中最开端之物也是产生出来的,说“确实,最先产生的是卡俄斯”。另一些人则主张其他事物产生,却断言唯有一切共有的底层基质是不生的(其他事物由它产生),正如赫拉克利特那样。还有一些人主张没有任何物体是不生的,而是万物皆已产生,不过是由平面组合而成的。他首先讨论麦里梭和巴门尼德等人,其中前者断言全然不存在产生,而巴门尼德则断言不是按真理而是按意见[存在产生];因此[亚里士多德]补充道“而只是在我们看来如此”。但是他说,即便这些人就其他方面谈论得很出色——因为关于一的存在者和理智本性,他们确实在事实上出色而神妙地予以构想并向其追随者阐明,并且也阐明了处于产生与运动中的事物由于始终流变因而不可能有科学知识——然而绝不可认为探讨超自然之物的他们是在以自然学的方式谈论。因为存在者中的某些事物不生且全然不动(这正是他们所论证的),乃是另一门学问即第一哲学所当论证的,而不是关乎运动之物的自然学考察所当论证的,如果自然确实是运动的本原,而否定运动的人便同时否定了自然和自然事物。有人或许会说:又有什么妨碍他们不被称为自然学家,也不作为自然学家受到检核呢?难道是因为麦里梭和巴门尼德都将自己的著作题为《论自然》吗?但这不会是多么要紧的事;因为“自然”是一个通称,依照这一用法人们甚至常常敢于谈论“神的自然”,我们也谈论“存在者的自然”;况且他们在那同样的著作中不仅讨论超自然之物,也讨论自然之物,或许正因如此他们并未拒绝题为《论自然》。然而亚里士多德指责他们、揭示其错误原因之处,若确为真实,则实属苛刻。因为他说,那些人虽然并未设想在感觉实体的存在之外还有任何别的东西,但却最先领悟到:若要有科学认识,就必然存在某些这样不生且不动的本性——因为对于始终流变的事物不存在科学知识,柏拉图著作中的巴门尼德也说,若不设定永恒相的存在,人们甚至不知该将思想转向何处——因此他们领悟了这些之后,便将适用于理智且不动之物的论述转用于感觉且产生之物,如果他们确实打算谈论自然却说着切合于前者的话。如果麦里梭将著作题为《论自然或论存在》,显然他认为存在就是自然,而自然事物就是存在者,且这些乃是感觉事物。或许正因如此,亚里士多德通过他们说“存在是一”而断定他们并未设想在感觉实体的存在之外还有别的东西;因为既然感觉之物明显地被视为存在,如果存在是一,那么在此之外便不可能有别的存在。麦里梭说:“因为如果它存在,它将是一;因为如果它是二,它们便不可能无限,而是彼此之间具有界限”;而巴门尼德则说“完满的、独一无二的、不动的且不生的”。但是亚里士多德依照其惯常做法,在这里也针对他们言论的字面显象作出了回应,以防浮泛之人陷入谬误推论;而那些人其实设定了双重的存在,一者是真正存在的理智之物的存在,另一者是产生出来的感觉之物的存在(对此他们认为不配径直称为存在,而称为看似的存在)。因此他说,关于存在有真理,而关于产生之物有意见。无论如何,巴门尼德说:“你需要了解一切:既要了解圆满真理的不动之心,也要了解其中并无真正信任的凡人意见;但你仍旧将学习这些,看那些看似之物如何必须普遍地贯通万物而切实地存在”。不仅如此,在完成了关于真正存在者的论述并打算讲授感觉之物时,他又补充道:“在此我为你结束关于真理的可信论述与思想;自此以后,通过听取我言辞的欺骗性秩序,去学习凡人的意见吧”。
- 3.5ἑτέρας ἐστὶ τῆς πρώτης φιλοσοφίας ἀποδεικνύναι
不定词 ἀποδεικνύναι 作主语,处于表语位置的属格 ἑτέρας... τῆς πρώτης φιλοσοφίας 为表示归属、职责的描述性属格(“属于另一门学问即第一哲学的职责”)。
- 3.5τῷ ἓν λέγειν τὸ ὄν
带有中性单数与格定冠词 τῷ 的不定词短语,用作表示原因或根据的与格,解释亚里士多德对他们的判断依据(“通过断定存在是一”)。
- 3.5ὡς τὰ δοκοῦντα χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα
引自巴门尼德残篇(DK 28 B 1.31-32)。为由 ὡς 引导并受 μαθήσεαι 支配的间接疑问从句,主干为无人称过去式 χρῆν 加上不定词 εἶναι。主语为中性复数 τὰ δοκοῦντα,分词 περῶντα 为中性复数主格,与 τὰ δοκοῦντα 一致,表方式(“看那些看似之物如何必须普遍地贯通万物而切实地存在”)。
