- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:554.22-555.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《天体论》第3卷第1章(298b6–298b8)。辛普里丘解释了从天体探讨转向月下四元素(依向上与向下两种简单运动归结为二)的产生与消灭的过渡逻辑,并指出鉴于早期哲学家之间的根本分歧,首要探讨产生之存否乃是必然之举。
" Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται ἕως τοῦ λοιπὸν δὲ περὶ τοῖν δυοῖν εἰπεῖν." Δείξας καὶ πρότερον καὶ νῦν, ὅτι ἡ περὶ φύσεως πραγματεία περὶ σωμάτων ἐστὶ καὶ δηλονότι περὶ προτέρων τῶν ἁπλῶν, εἶθ’ οὕτω περὶ τῶν συνθέτων, οὐκέτι δεῖται νῦν περὶ τῆς τοῦ σώματος φύσεως διδάξαι, οὐδὲ πόσα τὰ ἁπλᾶ σώματα, ὡς ἤδη περὶ τούτων δεδειχώς, ἀλλ’ ὑπομνήσας, ὅτι περὶ ἑνὸς τῶν ἁπλῶν εἴρηται τοῦ οὐρανίου, ὃ πρῶτον εἰκότως εἶπεν ὡς καὶ θέσει καὶ χρόνῳ καὶ τῷ τῆς αἰτίας λόγῳ τῶν ὑπὸ σελήνην πρωτεῦον, ἐπὶ τὰ λοιπὰ μέτεισι τὰ ὑπὸ σελήνην. στοιχεῖον δὲ τὸ οὐράνιον ὡς ἁπλοῦν καλεῖ, ἐπεὶ οὐδὲ τοῦ κόσμου στοιχεῖόν ἐστιν, ὡς Ἀλέξανδρός φησιν, ἀλλὰ μέρος μᾶλλον· τὸ γὰρ στοιχεῖον δι’ ὅλου τοῦ στοιχειωτοῦ διήκει καὶ τοῖς μεθ’ ἑαυτοῦ στοιχείοις συγκεράννυται. τὸ δὲ ποῖόν τι τὴν φύσιν,1 ὅτι πέμπτης τινὸς ἐξῃρημένης οὐσίας κυκλοφορητικῆς καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον. λοιπὸν οὖν περὶ τοῖν δυοῖν εἰπεῖν τῶν γένεσιν καὶ φθορὰν ἐχόντων. δύο δὲ τὰ τέσσαρα τὰ ὑπὸ σελήνην εἶπεν εἰς τὰς κινήσεις αὐτὰ συνελὼν τήν τε ἄνω καὶ τὴν κάτω καὶ εἰς τὰς ῥοπὰς τὸ κοῦφον καὶ βαρύ· δείξας δὲ πρότερον ἀπὸ τῶν κινήσεων τῶν ἁπλῶν, ὅτι τρία τὰ ἁπλᾶ σώματα κατὰ γένος ἐστὶν τό τε κυκλοφορητικὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω κινούμενον, καὶ περὶ τοῦ κυκλοφορητικοῦ εἰπὼν εἰκότως ἐπήγαγεν, ὅτι λοιπὸν περὶ τοῖν δυοῖν εἰπεῖν.
“关于诸元素中的第一种已经谈过”直至“余下的则是谈论这两者”。 [亚里士多德]无论在此前还是在当下都已表明,关于自然的论著是关于物体的,并且显然在复合的物体之前是关于单纯的物体的,因此他现在不再需要讲授物体的本性,也不需要讲授单纯物体有几个,因为他已经就这些问题作出了论证;而是提醒人们关于单纯物体中的一种(即天体)已经作了讨论(他合乎情理地将天体称为第一,因为无论在位置、时间还是在作为原因的规定上,它都优先于月下之物),随后转向余下的月下之物。他称天体为元素是就其单纯而言,因为正如亚历山大所说,天体甚至不是宇宙的元素,而毋宁是部分;因为元素贯穿于由元素构成的整体之中,并与其后的诸元素相混合。至于其本性是何种样貌,[此前已谈到]它是某种独特的、进行圆周运动的第五实体,且不灭不生。因此,余下的便是谈论具有产生与消灭的这两者。他将月下的四种事物称为两类,是将它们归结为向上的运动与向下的运动,以及轻与重这两种倾向;而他在先前根据单纯运动表明单纯物体在类上有三种(即圆周运动者、向上运动者与向下运动者),并在讨论了圆周运动者之后,理所当然地补充说“余下的则是谈论这两者”。
"Ἅμα δὲ συμβήσεται περὶ τούτων λέγουσιν ἕως τοῦ καὶ πρὸς ἀλλήλους διηνέχθησαν." Μετὰ τὸν περὶ τοῦ ἀιδίου σώματος λόγον περὶ τῶν γενητῶν μέλλων λέγειν ζητεῖ πρῶτον, εἰ ἔστιν ὅλως γένεσις ἢ οὔ, ἐπειδὴ ἔλεγόν τινες μὴ εἶναι, καὶ εἰ ἔστι, πῶς μὲν οὐκ ἔστι, πῶς δὲ ἔστιν, ἐπειδὴ τῶν λεγόντων εἶναι γένεσίν τινες οὐ κατὰ τὸ προσῆκον αὐτὴν ἐξηγοῦνται. δείξας δὲ πρῶτον, ὅτι ἀναγκαῖος ὁ περὶ γενέσεως λόγος τῷ περὶ τῶν ὑπὸ σελήνην μέλλοντι λέγειν, εἴπερ ἢ τὸ παράπαν οὐκ ἔστι γένεσις ἢ μόνον ἐν τούτοις ἔστι τοῖς ὑπὸ σελήνην στοιχείοις καὶ τοῖς ἐκ τούτων συνισταμένοις, ζητεῖ λοιπόν, πότερον ἔστι γένεσις ἢ οὐκ ἔστιν· τοῦτο γὰρ πρῶτόν ἐστι τῶν προβλημάτων τὸ εἰ ἔστιν ἢ οὐκ ἔστι τὸ προτιθέμενον, ὅταν μὴ παντελῶς προφανὲς καὶ ἀναμφίλεκτον ᾖ τὸ εἶναι, ὡς ἐπὶ τῆς γενέσεως ἔχει. οἱ γὰρ πρῶτον περὶ τῆς ἀληθείας φιλοσοφήσαντες θεωρητικῶς, ἀλλ’ οὐ πρακτικῶς καὶ πολιτικῶς περὶ τὰ αἱρετὰ καὶ φευκτὰ διατρίψαντες καὶ πρὸς τοὺς ἡμετέρους διηνέχθησαν λόγους καὶ πρὸς ἀλλήλους, πρὸς μὲν ἡμᾶς, ὅτι λέγομεν εἶναι γένεσιν καὶ οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν τοῖς ὑπὸ σελήνην μόνοις, ἐκείνων τῶν μὲν οὐδενὸς λεγόντων γένεσιν, τῶν δὲ πάντων,2 καὶ διὰ τοῦτο καὶ πρὸς ἀλλήλους διαφερομένων· ὥστε καὶ τὸ περὶ γενέσεως ὅλως ζητεῖν ἀναγκαῖον τῷ περὶ τῶν ὑπὸ σελήνην διασκοποῦντι καὶ τὸ εἰ ἔστι γένεσις καὶ τίνων ἔστι πολλῆς οὔσης περὶ τοῦτο διαφωνίας.
“同时,对于谈论这些事物的人来说将会发生”直至“且彼此相互分歧”。 在关于永恒物体的论述之后,正打算谈论生成之物时,他首先探讨究竟是否存在产生,因为有人曾说不存在产生;而如果存在产生,又是以何种方式不存在、以何种方式存在,因为在主张存在产生的人当中,有些人并未合宜地解释产生。在首先表明关于产生的论述对于打算谈论月下之物的人而言是必然的之后(如果产生要么全然不存在,要么仅存在于这些月下元素及由其构成之物中),他接下来探讨产生究竟是存在还是不存在;因为当某物的存在并非完全明显且无可争议时(正如果产生的情形那样),被提出之事“是存在还是不存在”乃是诸问题中的第一项。因为最早从理论上而非从实践与政治上(围绕可选择与应回避之事)探讨真理的哲学家们,既与我们的论述产生了分歧,又彼此相互分歧:与我们产生分歧,是因为我们主张存在产生,但并非在一切事物中,而仅仅在月下之物中存在;而那些人中有的主张无物有产生,有的主张万物皆有产生,因而他们彼此之间也相互分歧。因此,对于考察月下之物的人而言,无论总括地探讨产生,还是探讨是否存在产生以及哪些事物有产生,鉴于围绕此事存在诸多分歧,都是必然的。
- 3.3τὸ δὲ ποῖόν τι τὴν φύσιν
句首的宾格短语,充当话题提示宾格(或关系宾格)。其后引导 ὅτι 从句的述谓动词(如 εἴρηται)被省略,全句理解为“至于其本性是何种样貌,[此前已谈到]……”。
- 3.4ἐκείνων τῶν μὲν οὐδενὸς λεγόντων γένεσιν, τῶν δὲ πάντων
属于独立属格结构,其中表示部分的 τῶν μέν 与 τῶν δέ 同格并置于表示整体的属格 ἐκείνων 之下。后半句的 πάντων 需承接前文的 οὐδενὸς ... γένεσιν,补出 γένεσιν εἶναι 来理解(“他们中有人说无物有产生,有人说万物皆有产生”)。
