← 辛普里丘

亚里士多德《论天》注释

§553.20-554.21

物体的功用受动与自然科学的探究范围

辛普里丘通过分析实体的自然功用与受动(运动、质变、生成消灭),理清了自然科学的主要对象是物体这一结论的推论逻辑,并探讨了亚里士多德为何使用“大部分”而非“全部”的数种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#2

Εἰπὼν δέ, τίνες εἰσὶν αἱ φυσικαὶ οὐσίαι, ἐπάγει, τίνα τὰ πάθη καὶ τὰ ἔργα τὰ φυσικὰ τῶν σωμάτων, τάς τε κατὰ τόπον κινήσεις λέγων ἔργα μᾶλλον οὔσας τῶν εἰρημένων οὐσιῶν καὶ τὰ ἄλλα,1 ὧν εἰσιν αἴτιαι αὗται κατὰ τὴν φυσικὴν δύναμιν. καὶ γὰρ οὐ μόνον κατὰ τόπον κινεῖται τὸ πῦρ, ἀλλὰ καὶ θερμαίνει καὶ ξηραίνει φυσικῶς, καὶ τῶν ἄλλων φυσικῶν σωμάτων ἕκαστον κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐνεργεῖ, καί ἐστι τὸ γινόμενον τοῦ μὲν ποιοῦντος ἔργον, τοῦ δὲ πάσχοντος πάθος, τοιαῦται δὲ καὶ αἱ ἀλλοιώσεις, τοῦ μὲν ἀλλοιοῦντος ἔργα, τοῦ δὲ ἀλλοιουμένου πάθη, καὶ αἱ εἰς ἄλληλα μεταβάσεις, τουτέστιν αἱ γενέσεις καὶ αἱ φθοραί, τοῦ μὲν ποιοῦντος ἢ φθείροντος ἔργα, τοῦ δὲ γινομένου ἢ φθειρομένου πάθη. εἰ οὖν καὶ τὰ ἔργα καὶ τὰ πάθη τὰ φυσικὰ τῶν φυσικῶν οὐσιῶν εἰσι, τουτέστι τῶν σωματικῶν, εἰκότως ἔλεγεν ἡ ἐπιφορὰ τοῦ λόγου, ὅτι ἡ πλείστη τῆς περὶ φύσιν ἐπιστήμης περὶ σωμάτων ἐστί. τὴν πλείστην δὲ εἶπεν ἤτοι ἀντὶ τοῦ πᾶσαν μετὰ φιλοσόφου μετριότητος ἢ κυρίως τὴν πλείστην, ἐπειδὴ καὶ περὶ ψυχῆς καὶ περὶ τοῦ πρώτου κινοῦντος ἐπὶ ποσὸν ὁ λόγος τῷ φυσικῷ· καὶ γὰρ καὶ οὗτος πρὸς τὸ συνεχῆ καὶ ἀίδιον εἶναι τὴν κυκλοφορίαν προσεχρήσατο τοῖς περὶ τοῦ ἀκινήτου αἰτίου λόγοις. ἢ τὴν πλείστην εἶπε περὶ σωμάτων εἶναι, διότι καὶ περὶ τὰ ἔργα καὶ τὰ πάθη τῶν σωμάτων ἄλλων ὄντων παρὰ τὰ σώματα,2 κἂν εἰς τὰ σώματα καὶ ταῦτα ἀναφέρηται; ἢ ὅτι αἱ φυσικαὶ οὐσίαι οὐχ ἁπλῶς εἰσι σώματα, ἀλλ’ ἢ σώματα ἢ μετὰ σωμάτων, ὡς αὐτὸς ἐπήγαγεν· ὥστε εἴη ἂν ἡ πλείστη περὶ σώματα, εἴπερ καὶ ψυχαί τινες οὐσίαι φυσικαί, οὐ σώματα. ὅτι δὲ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίνονται κατὰ τὴν ψυχῆς πρὸς σῶμα κοινωνίαν, δῆλον, φησίν, ἔκ τε τοῦ διωρίσθαι, ποῖά ἐστι τὰ φύσει, ὡς πρότερον παρεδείκνυε πῦρ καὶ γῆν λέγων καὶ τὰ σύστοιχα τούτοις καὶ ὅσα ἐκ τούτων καὶ καθόλου τὰ ἐν αὑτοῖς ἀρχὴν κινήσεως ἔχοντα καθ’ αὑτά· ταῦτα δὲ πάντα ἢ σώματα μόνον εἰσὶν ἢ μετὰ σωμάτων. ἔστι δὲ δῆλον τοῦτο, φησί, καὶ ἐκ τῆς καθ’ ἕκαστα θεωρίας· καὶ γὰρ ἑκάστη θεωρία τούτων, ἃς φυσικὰς λέγομεν, περὶ σωμάτων ἢ τῶν μετὰ σωμάτων ἐστί. τὰ αὐτὰ δὲ σχεδόν ἐστι ταῦτα τοῖς κατ’ ἀρχὰς τῆς πραγματείας εἰρημένοις ἔχουσιν οὕτως· “ἡ περὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη τυγχάνει περί τε σώματα καὶ μεγέθη καὶ τὰ τούτων οὖσα πάθη καὶ τὰς κινήσεις.”

在说明了何为自然实体之后,他又补充说明了何为物体的自然受动与功用,指出空间运动更多是上述诸实体的功用,并指出了这些实体依照自然潜能而作为其原因的其他诸事。因为火不仅依空间而运动,而且自然地发热和干燥,其他各个自然物体也都依其自身的潜能而活动,所发生的事情对于施动者而言是功用,而对于受动者而言则是受动;诸种质变也是如此,对于促成质变者而言是功用,而对于受质变者而言是受动;彼此之间的相互转化,即诸产生与消灭也是如此,对于造成产生或消灭者而言是功用,而对于被产生或被消灭者而言是受动。因此,如果自然的功用与受动也属于自然实体(即物体性的实体),那么论证的推论理所当然地说:关于自然的大部分科学都是关于物体的。至于他说“大部分”,要么是出于哲学家的审慎而用以代替“全部”,要么是在严格意义上说“大部分”,因为关于灵魂和第一推动者的论述在某种程度上也属于自然哲学家;事实上,他自己为了证明圆周运动是连续且永恒的,也附带使用了关于不动原因的论述。或者他说大部分是关于物体的,是因为[该科学]也是关于物体的功用和受动的,尽管这些[功用和受动]不同于物体,即便它们也归结于物体?抑或是因为自然实体并不单纯是物体,而是如他自己补充的那样,要么是物体,要么与物体相伴;因此,如果确实某些灵魂也是自然实体而非物体,那么大部分科学就会是关于物体的。他说,自然实体依灵魂对身体的结合而成其为物体或与物体相伴,这一点显而易见,既来自对何为因自然而存在之物的规定(正如他此前所表明的那样,提及火和土、与这些同列之物、由这些构成之物,以及总括而言凡依自身而在自身中具有运动原理之物;而所有这些要么只是物体,要么与物体相伴)。他说,这一点从对各个别事物的考察中也是显而易见的;因为我们称之为自然的这些〔考察〕中的每项考察,都是关于物体或与物体相伴之物的。这些话与论著开头所说的大致相同,其文如下:“关于自然的科学,几乎大部分恰恰都是关于物体与广延,以及它们的受动与运动的。”

语法注2 条
  1. 3.2τάς τε κατὰ τόπον κινήσεις λέγων ἔργα μᾶλλον οὔσας τῶν εἰρημένων οὐσιῶν καὶ τὰ ἄλλα

    分词 λέγων 支配带分词的宾语结构:τάς τε κατὰ τόπον κινήσεις 与 καὶ τὰ ἄλλα 为其并列宾语(宾格)。分词 οὔσας 与宾格名词 κινήσεις 一致,作谓语性分词(“指出空间运动是……功用”),随后的 καὶ τὰ ἄλλα, ὧν εἰσιν αἴτιαι... 作为第二个宾格宾语延续(“并[指出]这些作为其原因的其他诸事”)。

  2. 3.2διότι καὶ περὶ τὰ ἔργα καὶ τὰ πάθη τῶν σωμάτων ἄλλων ὄντων παρὰ τὰ σώματα

    在 διότι 从句中,主动词(ἐστί)被省略,需从上下文补充(“因为[该科学]也是关于物体的功用和受动的”)。此外,ἄλλων ὄντων 并非修饰紧邻的属格 τῶν σωμάτων,而是作为以先前出现的 ἔργα καὶ πάθη 为语义主语的属格独立结构(或同化为属格),表让步意味(“尽管功用和受动不同于物体”),与下文的 κἂν ... ἀναφέρηται 相应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:553.20-554.21