- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:552.20-553.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了第三卷开篇的前言(298a27),将亚里士多德关于自然研究的对象是物体的论述重构成假言三段论,并解释了准连接词“既然”(ἐπεί)的逻辑性质、自然实体与超自然实体的区分,以及简单物体与由其构成的复合物体的范围。
" Ἐπεὶ δὲ τῶν φύσει λεγομένων ἕως τοῦ καὶ ἐκ τῆς καθ’ ἕκαστα θεωρίας." Μέλλων, ὡς εἴρηται, πάλιν περὶ ἄλλων ἁπλῶν σωμάτων τῶν ὑπὸ σελήνην ποιεῖσθαι τὸν λόγον τῷ αὐτῷ χρῆται προοιμίῳ πάλιν, ᾧ καὶ κατ’ ἀρχὰς τῆς πραγματείας ἐχρήσατο. ἔστι δὲ ὁ λόγος τοιοῦτος κατὰ τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν προερχόμενος· εἰ τῶν φύσει λεγομένων τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ ἔργα καὶ πάθη τῶν τοιούτων οὐσιῶν, τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι· καὶ γὰρ ὁ περὶ τῶν ἔργων καὶ παθῶν τῶν σωμάτων λόγος ἐπὶ τὰ σώματα τὴν ἀναφορὰν ἔχει· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. τὰ δὲ μεταξὺ παρεμβληθέντα σαφηνίζει, τίς μὲν ἡ οὐσία ἡ φυσική, ὅτι τὰ σώματα, τίνα δὲ τὰ ἔργα καὶ τὰ πάθη. ἐν δὲ τοῖς ὑποθετικοῖς, ἐν οἷς τὸ ἡγούμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἐναργὲς καὶ ἀναμφίλεκτον, ἀντὶ τοῦ εἰ συνδέσμου τῷ ἐπεὶ χρῶνται παρασυναπτικῷ ἀντὶ τοῦ συναπτικοῦ,1 διὸ τὸ τοιοῦτον ἀξίωμα οἱ νεώτεροι παρασυναπτικὸν καλοῦσι· καὶ Θεόφραστος δὲ ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυτικῶν τὴν αἰτίαν τῆς τοιαύτης χρήσεως ἐδήλωσεν. διὰ τοῦτο οὖν καὶ ὁ Ἀριστοτέλης νῦν οὐκ εἶπεν “εἰ τῶν φύσει λεγομένων”, ἀλλ’ ἐπειδὴ τῶν φύσει λεγομένων, ὡς φανεροῦ ὄντος τοῦ τῶν φύσει λεγομένων τὰ μὲν οὐσίας εἶναι, τὰ δὲ ἔργα καὶ πάθη τῶν οὐσιῶν. ἐπειδὴ δὲ οὐσίαι καὶ ὑπὲρ φύσιν εἰσίν, εἰκότως διακρίνει διὰ τῆς ἐπαγωγῆς, τίνες αἱ φυσικαὶ οὐσίαι, ὅτι αἱ σωματικαί· αἱ γὰρ ὑπὲρ φύσιν ἀσώματοι· ὥστε, ὅτε ἔλεγε τῶν φύσει λεγομένων τὰ μέν εἰσιν οὐσίαι, τὰς σωματικὰς ἔλεγεν οὐσίας, διὸ τούτῳ ἡγουμένῳ ἠκολούθει τὸ ἑπόμενον τὸ τῆς περὶ φύσεως ἱστορίας τὴν πλείστην εἶναι περὶ σώματα.2 Πῦρ δὲ καὶ γῆν εἰπὼν ἐπήγαγεν καὶ τὰ σύστοιχα τούτοις τὰ ἄλλα τρία λέγων τὰ ἁπλᾶ τό τε πέμπτον καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ. τὸ δὲ καὶ ὅσα ἐκ τούτων τὰ σύνθετα πάντα δηλοῖ, ἅπερ ἐφεξῆς ὀνομάζει τόν τε σύνολον οὐρανὸν τὸ αἰθέριον εἰπὼν πᾶν καὶ τὰ μέρη αὐτοῦ καὶ πάλιν ἐν τῷ ὑπὸ σελήνην τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων· πάντα γὰρ τὰ ὑπὸ σελήνην ἢ ζῷά ἐστιν ἢ φυτὰ ἢ τούτων μόρια.
“既然在因自然而被述说的事物中”直至“以及来自对各个别事物的考察”。 正如已说过的,由于他将要再次探讨月下的其他简单物体,他便再次使用了他在本论著开头所用过的同一前言。其论证是按照假言三段论的第一式进行的,如下所示:“如果在因自然而被述说的事物中,有些是实体,有些是这类实体的功用和受动,那么关于自然的研究绝大部分就必然是关于物体的;因为关于物体的功用和受动的论述同样是指向物体的;然而前件为真;所以后件也为真。”而插入其间的话语阐明了何为自然实体(即物体),以及何为功用和受动。在假言命题中,凡当前件不仅为真,而且显明且无可争辩时,人们便不用假言连接词“如果”,而用准连接词“既然”来代替连接词;因此后起哲学家称这类命题为准连接命题。泰奥弗拉斯托斯在《前分析篇》第一卷中也说明了这种用法的缘由。正因如此,亚里士多德此刻没有说“如果在因自然而被述说的事物中”,而是说“既然在因自然而被述说的事物中”,因为在因自然而被述说的事物中,有些是实体,有些是实体的功用和受动,这是显而易见的。但既然也存在超乎自然的实体,他通过枚举合理地区分了哪些是自然实体,即物体性的实体;因为超乎自然的是非物体的。因此,当他说“在因自然而被述说的事物中,有些是实体”时,他指的是物体性的实体,所以伴随着这一前件的是后件,即关于自然的研究绝大部分是关于物体的。 在说了“火与土”之后,他又加上了“以及与这些同列的事物”,指的是另外三种简单物体,即第五元素、气和水。而“以及由这些构成的所有事物”指的是一切复合事物,他紧接着列举了这些复合事物:首先指出了作为总体的天(即整个以太物体)及其部分,又指出了在月下区域中的动物、植物以及它们的部分;因为所有月下事物要么是动物,要么是植物,要么是它们的部分。
- 3.2ἀντὶ τοῦ εἰ συνδέσμου τῷ ἐπεὶ χρῶνται παρασυναπτικῷ ἀντὶ τοῦ συναπτικοῦ
逻辑学专门术语的句法构造。此处将表示纯粹假设条件的连接词 εἰ(συναπτικός,“连接词/假言连接词”)与预设已知事实的前件词 ἐπεί(παρασυναπτικός,“准连接词”)相对比。介词短语 ἀντὶ τοῦ συναπτικοῦ(“代替连接词”)修饰动词 χρῶνται,说明由于前件真实自明,假设命题转变为准连接命题(因果性/前提性条件句)的逻辑理由。
- 3.2τὸ τῆς περὶ φύσεως ἱστορίας τὴν πλείστην εἶναι περὶ σώματα
该不定式复合结构(AcI)作动词 ἠκολούθει 的主语 τὸ ἑπόμενον 的同格成分。τὴν πλείστην 为阴性单数宾格,作主语(承前省略 μοῖραν 或 ἱστορίαν 等名词),支配部分属格 τῆς περὶ φύσεως ἱστορίας,意为“关于自然的研究的绝大部分”,而介词短语 περὶ σώματα 作表语。
