- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:551.2-552.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在《论天》第三卷开篇重新确认了整部著作的宗旨在于研究由原理直接构成的简单物体(天体与四大元素),标明了从前两卷关于天界的讨论转向月下四大元素生成与变化的过渡。随后他注疏了3.1的词条(298a24),分析了亚里士多德在前言中关于“第一天”及其部分和星辰本性的提要,并评析了亚历山大的解解。
Οὐδὲν ἴσως κωλύει καὶ νῦν ὑπομνῆσαι περὶ τοῦ τῆς ὅλης πραγματείας σκοποῦ, ὅτι περὶ τῶν ἁπλῶν ἐστιν ἐν τῷ κόσμῳ σωμάτων τῶν πρώτων ἀπὸ τῶν ἀρχῶν συγκειμένων· πέντε δὲ ὄντων τούτων, ὡς ἐκ τῶν ἁπλῶν ἐδείχθη κινήσεων, τοῦ τε κυκλοφορητικοῦ καὶ τῶν ὑπὸ σελήνην τεσσάρων ἐν τοῖς πρώτοις δύο βιβλίοις τὰ περὶ τοῦ κυκλοφορητικοῦ σώματος παντοδαπὰ θεωρήματα παραδέδωκε· καὶ γὰρ καὶ ὅσα περὶ τοῦ κόσμου λέγειν ἔδοξεν, ὅτι εἷς καὶ πεπερασμένος ἀγένητός τε καὶ ἄφθαρτος, ὡς διὰ τὸν οὐρανὸν ὑπάρχοντα τῷ κόσμῳ μνήμης ἐν ἐκείνοις τετύχηκε, καὶ τὰ περὶ τῆς γῆς εἰρημένα οὐχ ἁπλῶς ὡς περὶ γῆς εἴρηται, ἀλλ’ ὡς σχέσιν ἐχούσης πρὸς τὸν οὐρανόν, διὸ περὶ θέσεώς τε αὐτῆς εἴρηται ἐν τῷ παντὶ καὶ περὶ μονῆς καὶ σχήματος καὶ τῆς κατὰ τὸ μέγεθος παραβολῆς πρὸς τὸν οὐρανόν. ἐντεῦθεν δὲ περὶ τῶν ὑπὸ σελήνην ἁπλῶν σωμάτων ἄρχεται διδάσκειν, ὅτι οὔτε ἄπειρα τὸν ἀριθμὸν οὔτε ἕν, ἀλλὰ τέσσαρα, καὶ ὅτι γενητὰ καὶ οὔτε ἐξ ἀσωμάτων γινόμενα οὔτε ἐξ ἄλλου σώματος, ἀλλ’ ἐξ ἀλλήλων, καὶ οὔτε κατ’ ἔκκρισιν οὔτε κατὰ σύνθεσιν καὶ διάλυσιν ἐπιπέδων ἢ ἀτόμων· περὶ τούτων γὰρ ἐν τῷ προκειμένῳ βιβλίῳ διδάξει, ὥσπερ ἐν τῷ τετάρτῳ περὶ τῶν δυνάμεων αὐτῶν. ὅτι δὲ ὡς περὶ ἁπλῶν καὶ πρώτων σωμάτων καὶ περὶ τούτων ποιεῖται τὸν λόγον ὥσπερ περὶ τοῦ οὐρανοῦ, δηλοῖ τὸ καὶ ἐνταῦθα πάλιν τῷ αὐτῷ χρήσασθαι προοιμίῳ δεικνύντα,1 ὅτι ἡ φυσικὴ πραγματεία περὶ σωμάτων ἐστί, δηλώσει δὲ καὶ τὰ ἐν τῷ προοιμίῳ ῥηθησόμενα.
在此刻再次提醒整个论著的目的,指出它是关于宇宙中的简单物体、即由原理首先构成的物体的,这或许并无妨碍。既然正如从简单运动中所表明的那样,这些物体共有五个,即作圆周运动的物体和月下的四个物体,那么在前两卷中,他便传授了关于作圆周运动物体的各种定理。因为事实上,凡是他看似谈论宇宙之处——即宇宙是一、有限、不生且不灭——在那些卷册中受到提及,都是因为这些规定是通过天体而属于宇宙的;而关于大地所说的话,也并非单纯地作为关于大地而说,而是作为与天体具有关联而说的,因此探讨了大地的全宇宙位置、静止、形状以及在大小上与天体的比较。从这里起,他开始讲授月下的简单物体,阐明它们在数量上既非无限也非单一,而是四个,并且它们是可生成的,既非产生于非物体之物,也非产生于另一种物体,而是彼此互生,并且既非通过分离,也非通过平面或原子的结合与分解而产生;因为关于这些,他将在本卷中讲授,正如在第四卷中将讲授它们的能力一样。而他把关于这些物体的讨论当作关于简单和初始物体的讨论,正如关于天体一样,这一点由他在此处再次使用同样的前言、表明自然学研究是关于物体的这一事实所显明,并且也将由前言中即将阐述的内容所显明。
"Περὶ μὲν οὖν τοῦ πρώτου οὐρανοῦ ἕως τοῦ διεληλύθαμεν πρότερον." Τὸ προοίμιον κἀνταῦθα σύντομον ὑπόμνησιν ἔχει τῶν ἤδη προδιδαχθέντων ἔν τε τῷ πρώτῳ καὶ δευτέρῳ βιβλίῳ. πρῶτον δὲ οὐρανὸν τὸ αἰθέριον λέγει πᾶν σῶμα· εἰ γὰρ οὐρανὸς καὶ ὁ κόσμος ὅλος καλεῖται διὰ τοῦτον, ὁ πρῶτος καὶ κυρίως οὐρανὸς οὗτος ἂν εἴη ἡ τῶν ὀκτὼ σφαιρῶν συνηρημένη μονάς, περὶ ἧς ἐν τῷ πρώτῳ βιβλίῳ τὸν λόγον ἐποιήσατο. μέρη δὲ αὐτοῦ προσεχῶς τὰς ὀκτὼ λέγει σφαίρας· μέρη μὲν γάρ εἰσι καὶ οἱ ἀστέρες, ἀλλὰ μερῶν μέρη. περὶ δὲ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἀστέρων ἐν τῷ δευτέρῳ βιβλίῳ διῆλθε. τὰ δὲ ἐφεξῆς κατὰ κοινοῦ περὶ πάντων ἀκουστέον2 τοῦ τε πρώτου οὐρανοῦ καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἄστρων· καὶ γὰρ ἐκ τίνων συνεστᾶσιν, ὅτι ἐκ τῆς πέμπτης οὐσίας, καὶ ποῖα ἄττα τὴν φύσιν, ὅτι οὐκ ἄψυχα σώματα, ἀλλ’ ἐμψυχωμένα καὶ νοῦ καὶ πράξεως μέτοχα καὶ κατὰ τὸ σχῆμα σφαιρικά, πρὸς δὲ τούτοις, ὅτι ἀγένητα καὶ ἄφθαρτα καὶ ἀναλλοίωτα καὶ ἀπαθῆ καὶ πάσης ἀπηλλαγμένα θνητῆς δυσχερείας· ταῦτα γὰρ περὶ πάντων εἴρηται καὶ δέδεικται κοινῶς. εἰ δέ, ὡς Ἀλέξανδρος οἴεται, τῷ ἐκ τίνων τε συνεστάσι καὶ ποῖα ἄττα τὴν φύσιν ἐστίν,3 ὅτι ὅμοια ταῖς σφαίραις, ἐν αἷς εἰσιν, ἐδείχθη, καὶ ὅτι σφαιροειδῆ καὶ ἀκίνητα, δεῖ καὶ τὸ ἀγένητα καὶ ἄφθαρτα μὴ περὶ πάντων, ὡς αὐτὸς εἶπεν, ἀλλὰ περὶ τῶν ἄστρων καὶ ταῦτα ἀκούειν, διότι περὶ τοῦ οὐρανοῦ παντός, ὅτι ἀγένητος καὶ ἄφθαρτος, ἐν τῷ πρώτῳ δέδεικται βιβλίῳ.
“关于第一天”直至“我们此前已讨论过”。 此处的前言同样包含了对第一卷和第二卷中已先行讲授内容的简要提要。他将整个以太物体称为“第一天”;因为如果整个宇宙也是因它之故被称为天,那么严格意义上的第一天就当是这八个天球合并成的统一体,关于它,他在第一卷中作了讨论。他称这八个天球为其直接部分;因为星辰固然也是部分,但却是部分的部分。而关于其部分和星辰,他在第二卷中作了论述。接下来的文句必须共同理解为适用于所有这些对象——即第一天、其部分以及星辰。因为关于它们由什么构成,是指它们由第五本体构成;关于它们具有怎样的本性,是指它们不是无灵魂的物体,而是有灵魂的、分有理智与行动的,且在形状上是球形的;除这些之外,还指它们是不生、不灭、不变异、不受动并免于一切必死困厄的;因为这些都是就所有这些对象共同说明并予以证明的。但如果正如亚历山大所认为的,对应于“由什么构成以及具有怎样的本性”,所证明的是它们与它们所在的诸天球相似,并且它们呈球形且不运动,那么就必须把“不生且不灭”也不理解为适用于所有这些对象(如他自己所说),而同样是专对星辰而言,因为关于整个天体是不生且不灭的,在第一卷中已经证明过了。
- 3.0δεικνύντα
阳性宾格分词 δεικνύντα 顺应语义修饰带冠词不定式 τὸ... χρήσασθαι 的逻辑主语(亚里士多德),而非依从前面的与格 τῷ αὐτῷ... προοιμίῳ。
- 3.1τὰ δὲ ἐφεξῆς κατὰ κοινοῦ περὶ πάντων ἀκουστέον
ἀκουστέον 是中性单数非人称动形容词,表示必然性(“必须被理解/听取”)。短语 κατὰ κοινοῦ 作副词用,意为“共同地”,修饰紧随其后的 περὶ πάντων。
- 3.1τῷ ἐκ τίνων τε συνεστάσι καὶ ποῖα ἄττα τὴν φύσιν ἐστίν
中性单数与格定冠词 τῷ 使并列的两个间接疑问子句 ἐκ τίνων τε συνεστάσι 与 ποῖα ἄττα τὴν φύσιν ἐστίν 名词化,并作为涉及/关涉与格(dative of reference)依附于该分句的主动词 ἐδείχθη(“针对……而言被证明”)。
