← 辛普里丘

亚里士多德《论天》注释

§548.13-550.13

通过数学测算论证大地的大小与球形

围绕亚里士多德所提及的大地大小与球形证据,辛普里丘论述了大地与太阳及诸天球的比较,依据托勒密与阿基米德定理对大地周长、表面积与体积的推算,以及山岳高度不影响大地球形的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.69

" Καὶ τῶν μαθηματικῶν δέ, ὅσοι τὸ μέγεθος ἀναλογίζεσθαι πειρῶνται ἕως τοῦ τέλους." Καὶ ταύτην τελευταίαν πίστιν ἀπὸ τῆς τῶν μαθηματικῶν μαρτυρίας παράγει τοῦ καὶ σφαιρικὴν εἶναι τὴν γῆν καὶ μὴ μεγάλην ὡς πρὸς τὸ μέγεθος τῶν ἄστρων παραβαλλομένην· καὶ γὰρ ὡς σφαιρικῆς οὔσης τὰ μέτρα παραδεδώκασι καὶ οὐ λίαν μεγάλης, εἴπερ εἰς στάδια τοσαῦτα συναγόμενον τὸ μέγεθος αὐτῆς συνελογίσαντο. ἀλλὰ καὶ τὸν ἥλιον αὐτὸν ἑκατοντοεβδομηκονταπλάσιον ἐγγὺς τῆς γῆς ἀπέδειξαν κατὰ τὸ μέγεθος ποδιαῖον φαινόμενον διὰ τὴν ἀπόστασιν, ὡς, εἴ γε τὴν γῆν ἀπὸ τοῦ ἡλίου τις ἑώρα, τὸ ἑκατοστοεβδομηκοστὸν ἂν μέρος ἔχουσαν αὐτὴν τοῦ ποδιαίου διαστήματος ἐθεάσατο.1 εἰ δὲ καὶ τῶν ἀπλανῶν τινες μείζονες ὄντες τοῦ ἡλίου τοσούτῳ βραχύτεροι φαίνονται διὰ τὴν ἀπόστασιν, καὶ πρὸς τούτους ἡ γῆ παραβαλλομένη ἐλάχιστον ἂν ἐμφαίνοι τὸ μέγεθος. τῶν δὲ ἄλλων ἄστρων εἶπεν, ὅτι καὶ τὴν γῆν ἓν τῶν ἄστρων συμβολικῶς ἔλεγον οἱ Πυθαγόρειοι. εἰ μέντοι πρὸς τὴν ἀπλανῆ τις ὅλην σφαῖραν παραβάλλοι τὴν γῆν, ὄντως ἀδιάστατος καὶ τοῦ κυρίως κέντρου λόγον ἔχουσα φανήσεται πρὸς αὐτήν. ἐναργὲς δὲ τοῦτο καὶ ἀπὸ τοῦ τὰ κέντρα τῶν πρὸς ἀστρονομίαν παραλαμβανομένων ὀργάνων τοῦ τε μετεωροσκόπου καὶ τῶν ἀστρολάβων ἐν παντὶ μέρει τῆς γῆς τιθέμενα τῷ κέντρῳ τοῦ παντὸς ἀναλογεῖν. Ἐπειδὴ δὲ τοῦ μέτρου τῆς γῆς ἐμνημόνευσεν ὁ Ἀριστοτέλης τετταράκοντα μυριάδων αὐτῆς λέγεσθαι τὴν περιφέρειαν εἰπών, καλῶς ἂν ἔχοι καὶ διὰ τοὺς ἀπιστοῦντας τῇ σοφίᾳ τῶν παλαιῶν ἀνδρῶν τὴν μέθοδον τῆς μετρήσεως συντόμως προσαναγράψαι. λαβόντες ἀπὸ διόπτρας δύο τῶν ἀπλανῶν ἀστέρων μοιριαῖον ἀλλήλων ἀπέχοντας διάστημα, τουτέστι τριακοσιοστοεξηκοστὸν μέρος τοῦ μεγίστου ἐν τῇ ἀπλανεῖ κύκλου, καὶ εὑρόντες ἀπὸ διόπτρας τόπους, οἷς κατὰ κορυφήν εἰσιν οἱ δύο ἀστέρες, καὶ τὸ μεταξὺ διάστημα διὰ ὁδομέτρου μετρήσαντες, πεντακοσίων ηὗρον αὐτὸ σταδίων· ἐξ οὗ συνάγεται, ὅτι ὁ μέγιστος τῶν ἐν τῇ γῇ κύκλων περίμετρον ἔχει μυριάδων δεκαοκτώ, ὡς ὁ Πτολεμαῖος ἐν τῇ Γεωγραφίᾳ ἀνελογίσατο. ἐπεὶ δὲ δείκνυται ὑπὸ Ἀρχιμήδους ἡ περίμετρος τοῦ κύκλου τριπλασίων τῆς διαμέτρου καὶ ἔτι ἑβδόμῳ μέρει αὐτῆς ὑπερέχουσα, ἔσται ἡ διάμετρος μυριάδων πέντε καὶ ἑπτακισχιλίων διακοσίων ἑβδομήκοντα τριῶν. δείκνυται δὲ πάλιν τὸ ὑπὸ τῆς διαμέτρου καὶ τοῦ τετάρτου μέρους τῆς περιμέτρου ἴσον τῷ ἐμβαδῷ τοῦ κύκλου, ὡς γίνεσθαι τὸ ἐπίπεδον τοῦ κύκλου μυριάδων διπλῶν ἐμβαδῶν εἴκοσι πέντε καὶ ἁπλῶν2 ἑπτακισχιλίων ἑπτακοσίων εἰκοσιοκτὼ καὶ ἔτι σταδίων πεντακισχιλίων. πάλιν δὲ δείκνυται, ὅτι ἡ ὅλη τῆς σφαίρας ἐπιφάνεια τετραπλασίων ἐστὶ τοῦ ἐμβαδοῦ τοῦ ἐν αὐτῇ μεγίστου κύκλου, ὡς συνάγεσθαι τὸ τῆς ἐπιφανείας μέγεθος σταδίων μυριάδων διπλῶν ἑκατὸν τριῶν καὶ 〈ἁπλῶν〉 ἐννακοσίων δεκατεσσάρων. ἵνα δὲ καὶ τὸ στερεὸν εὑρεθῇ τῆς γῆς μέγεθος, ὁ μέγιστος κύκλος ὁ ἔχων μυριάδας διπλᾶς εἴκοσι πέντε καὶ ἁπλᾶς ἑπτακισχιλίας ἑπτακοσίας εἰκοσιοκτὼ καὶ ἔτι πεντακισχιλίας μονάδας πολλαπλασιάζεται ἐπὶ τὴν διάμετρον καὶ γίνεται κύλινδρος ὁ βάσιν μὲν ἔχων ἴσην τῷ μεγίστῳ κύκλῳ, ὕψος δὲ ἴσον τῇ διαμέτρῳ, μυριάδων τριπλῶν ἑκατὸν τεσσαράκοντα ἑπτὰ καὶ διπλῶν ἑξακισχιλίων ὀγδοήκοντα ὀκτὼ καὶ ἁπλῶν τετρακισχιλίων τριακοσίων ὀγδοήκοντα καὶ ἔτι πεντακισχιλίων μονάδων. καὶ ἐπειδὴ ὁ οὕτως ἔχων κύλινδρος ἡμιόλιός ἐστι τῆς σφαίρας, ἀφαιρῶ τούτων τὸ τρίτον καὶ τὸν καταλειπόμενον ἀριθμὸν ἔχω τοῦ στερεοῦ τῆς σφαίρας τῆς γῆς μυριάδων τριπλῶν ἐνενήκοντα ὀκτὼ καὶ διπλῶν τετρακισχιλίων ἑξήκοντα τριῶν καὶ ἁπλῶν ἑξακισχιλίων τετρακοσίων τεσσαράκοντα ἓξ καὶ ἔτι μονάδων ἐννακισχιλίων πεντακοσίων τριῶν. πρὸς δὲ τὸ τοσοῦτον μέγεθος τῆς γῆς τὰ τῶν ὀρῶν ἀναστήματα οὐκ ἔστιν ἱκανὰ τὸ σφαιρικὸν αὐτῆς ἀφελέσθαι σχῆμα οὐδὲ τὰ μέτρα τὰ ὡς σφαιρικῆς οὔσης αὐτῆς συναχθέντα διαβάλλειν. ὁ γὰρ Ἐρατοσθένης τὴν ἀπὸ τῶν ὑψηλοτάτων ὀρῶν ἐπὶ τὰ χθαμαλώτατα πίπτουσαν κάθετον δείκνυσι διὰ τῶν ἐξ ἀποστημάτων μετρουσῶν διοπτρῶν σταδίων οὖσαν δέκα. Εἰ δὲ ὁ Ἀριστοτέλης τὸ τῆς περιφερείας τῆς γῆς μέγεθος εἰς τεσσαράκοντα μυριάδας συλλογίζεσθαι τοὺς μαθηματικούς φησι περιφέρειαν πάντως τὴν ἐπιφάνειαν αὐτῆς λέγων,3 ἐπειδὴ μὴ προστέθεικε σταδίων εἶναι τοῦτο τὸ μέτρον, ἄδηλον, εἰ διαφωνεῖ πρὸς τὸν ὕστερον συλλογισθέντα τῆς ἐπιφανείας τῆς γῆς τῶν σταδίων ἀριθμόν. κἂν διαφωνῇ δέ, θαυμαστὸν οὐδέν· οὔπω γὰρ ηὕρητο τὰ ὑπὸ Ἀρχιμήδους πορισθέντα θεωρήματα πρὸς τὴν ἀκαμπῆ τοῦ προκειμένου κατάληψιν. μήποτε δὲ οὐδὲ ὁ Ἀριστοτέλης φαίνεται ὡς ἀκριβὲς τοῦτο τὸ μέτρον ἀποδεχόμενος, ἀλλὰ τοσοῦτον ἔλαβεν ἐξ αὐτοῦ μόνον, ὅτι οὐ λίαν ἐστὶ μεγάλη τοσούτων οὖσα μέτρων.

“而且在数学家中,凡试图推算其大小者”直至末尾。 他也从数学家的见证中引出这最后的确证:大地既是球形的,且与星辰的大小相比并不大;因为他们也是在假定大地为球形且非过分巨大的前提下传授其测度的,既然他们推算出它的大小归结为若干斯塔德。不仅如此,他们还证明了太阳本身——由于距离的缘故它显现为一普斯的尺寸——在大小上接近大地的170倍,因此,如果有人从太阳观看大地,他所见的大地将具有一普斯间距的170分之一。而如果定星中的某些星辰虽然比太阳更大,却由于距离而显得如此微小,那么与它们相比,大地也将显出极其微小的大小。他说“其他星辰的”,是因为毕达哥拉斯学派的人在象征意义上也称大地为诸星之一。不过,如果有人将大地与整个定星天球相比,它将显现为真正毫无广度,并相对于天球具有严格意义上的中心的比例。而这一点也从以下事实得到明证:用于天文学的仪器,即测天仪和星盘的中心,被置于大地的任何部分,都与全宇宙的中心相应。既然亚里士多德提及了大地的测度,说其周长被称为40万[斯塔德],那么为了那些对古人的智慧抱有怀疑的人,简要地补记其测量方法也是有益的。他们用测角仪选取了彼此相隔1度(即定星天中最大圆的360分之一)的两颗定星,并用测角仪找到了这两颗星在天顶正上方的地点,通过里程计测量其间的距离,发现它是500斯塔德;由此推导得出,如托勒密在《地理学》中所推算的那样,大地上的最大圆具有18万[斯塔德]的周长。既然阿基米德证明了圆的周长是直径的三倍并还超出其七分之一,直径就将是5万7273[斯塔德]。又证明了由直径和周长的四分之一所构成的矩形等于圆的面积,以致圆的平面面积成为25双万、7728单万、再加5000斯塔德。又证明了球的整个表面是其内最大圆面积的四倍,以致表面的大小归结为103双万和914单万斯塔德。为了求得大地立体的体积,以具有25双万、7728单万、再加5000单位的最大圆乘以直径,生成一个底面等于最大圆、高等于直径的圆柱体,其体积为147三万、6088双万、4380单万、再加5000单位。由于具有如此条件的圆柱体是球体的一倍半,我从中减去三分之一,便得到大地球体体积的剩余数值:98三万、4063双万、6446单万、再加9503单位。而相对于大地的如此巨大,山岳的隆起并不足以剥夺其球形形状,也不足以抹煞假定其为球形而推得的测度。因为埃拉托斯特尼通过远距离测量的测角仪表明,从最高的山峰落到最低地面的垂线是10斯塔德。然而,即便亚里士多德说数学家将大地周长的大小推算为40万,无论如何用“周长”意指其表面,既然他没有补充说这个测度是以斯塔德计的,那么这是否与后来推算的大地表面的斯塔德数目不一致,便不得而知。即使不一致,也毫不奇怪;因为阿基米德为了对所讨论的主题作出不可动摇的把握而提供的那些定理,当时尚未被发现。或许亚里士多德本人也并未显得是将这一测度作为精确之物来接受,而仅仅从中得出这一结论:既然具有如此测度,大地就并非过分巨大。

语法注3 条
  1. 2.69ὡς, εἴ γε τὴν γῆν ἀπὸ τοῦ ἡλίου τις ἑώρα, τὸ ἑκατοστοεβδομηκοστὸν ἂν μέρος ἔχουσαν αὐτὴν τοῦ ποδιαίου διαστήματος ἐθεάσατο

    由 ὡς 引出的表推论结果的从句,其内部嵌套了一个与事实相反的虚拟条件句(εἰ ἑώρα ... ἂν ἐθεάσατο)。分词 ἔχουσαν 作为附随宾补分词,与知觉动词 ἐθεάσατο 的直接宾语 αὐτήν(大地)保持一致。

  2. 2.69μυριάδων διπλῶν ... καὶ ἁπλῶν

    希腊数学中表示巨大数位的方法:ἁπλαῖ μυριάδες(单万)代表一万(10^4),διπλαῖ μυριάδες(双万)代表一万的平方即一亿(10^8),下文出现的 τριπλαῖ μυριάδες(三万)代表一万的立方即一兆(10^12)。在此处文本中,各个单位依相应的幂次逐项列出。

  3. 2.69περιφέρειαν πάντως τὴν ἐπιφάνειαν αὐτῆς λέγων

    分词 λέγων 表让步或伴随状况(“无论如何以 περιφέρεια 意指其表面”)。注疏者在此考虑亚里士多德可能是指二维的表面积,因为若作为一维圆周,40万这一数值显得过大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:548.13-550.13