← 辛普里丘

亚里士多德《论天》注释

§53.19-54.33

作圆周运动的天体与火的区分及运动态

辛普里丘将《论天》269b10的文句诠释为一个证明作圆周运动的天体并非火的三段论,否定了亚历山大关于文句有所缺失的看法。随后,针对亚历山大关于火不可能具有天然圆周运动的论证,辛普里丘提出了火的不完全状态(直线向上)与完善状态(受相邻天体带动而作圆周运动)的区分作为回应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Ὥστ’ εἴπερ ἐστὶ πῦρ τὸ φερόμενον." Ὁ Ἀλέξανδρος καὶ τοῖς ἐπάνω δεδειγμένοις ἀκολουθεῖν τοῦτο τὸ ῥητόν φησι. τοῖς γὰρ λέγουσι κύκλῳ κινεῖσθαι τὸ πῦρ ἀκολουθεῖ τὸ παρὰ φύσιν αὐτῷ ταύτην εἶναι τὴν κίνησιν οὐδὲν ἧττον ἢ τὴν ἐπὶ τὸ κάτω, εἴπερ κατὰ φύσιν μὲν αὐτῷ ἡ ἐπὶ τὸ ἄνω, μία δὲ ἑνὸς κατὰ φύσιν. μήποτε δὲ οὐ τοῦτο τὸ λεγόμενόν ἐστιν, ὅτι τῷ πυρὶ παρὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις· τοῦτο γὰρ εἴρηται πολλάκις· ἀλλὰ δείξας, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστι παρὰ φύσιν ἡ κύκλῳ κίνησις, εἴπερ συνεχὴς καὶ ἀίδιος, ἐφεξῆς δείκνυσιν τῷ προαποδειχθέντι χρώμενος τῷ μὴ εἶναι παρὰ φύσιν τῷ κυκλοφορητικῷ σώματι τὴν κύκλῳ κίνησιν,1 ὅτι τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔστι πῦρ· δείκνυσι δὲ οὕτως· εἰ τὸ κυκλοφορητικὸν σῶμα πῦρ ἐστιν, ἀκολουθεῖ τὸ παρὰ φύσιν εἶναι τὴν κυκλοφορίαν αὐτῷ οὐδὲν ἧττον ἢ τὴν ἐπὶ τὸ κάτω κίνησιν· ἀλλὰ μὴν ἡ κύκλῳ κίνησις οὐκ ἔστι παρὰ φύσιν τῷ κυκλοφορητικῷ, εἴπερ συνεχὴς καὶ ἀΐδιος· οὐδὲ τὸ κυκλοφορητικὸν ἄρα σῶμα πῦρ ἐστι. δυνατὸν δὲ καὶ ἐν δευτέρῳ σχήματι κατηγορικῶς συλλογίσασθαι οὕτως· τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστι παρὰ φύσιν ἡ κύκλῳ κίνησις· τῷ πυρὶ παρὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις· τὸ ἄρα κυκλοφορητικὸν σῶμα οὐκ ἔστι πῦρ. εἰ δὲ οὕτως ἀκούσομεν τοῦ ῥηθέντος, οὐδὲ ἐνδεῖν τι τῇ λέξει φήσομεν, καθάπερ ὁ Ἀλέξανδρος λέγει, ὃς καὶ τοῦτο προστίθησιν, ὅτι καὶ οἱ λέγοντες αὐτὸ λεπτυνόμενον καὶ ἀτροφοῦν κύκλῳ κινεῖσθαι περὶ τὴν τροφὴν διὰ τὴν ἐπ’ εὐθείας εἰς ὕψος ἀνάτασιν τῆς τροφῆς μηκέτι πρὸς αὐτὸ ἀφικνουμένης καὶ οὗτοι ὁμολογοῦσιν2 αὐτὸ παρὰ φύσιν κινεῖσθαι ὑπὸ τῆς τροφῆς ἀγόμενον βίᾳ· ἡ δὲ βίαιος κίνησις παρὰ φύσιν, ἡ δὲ παρὰ φύσιν ὑστέρα τῆς κατὰ φύσιν, ὥστε οὐ πρώτη ἡ κύκλῳ κίνησις, εἴπερ πῦρ εἴη τὸ κύκλῳ κινούμενον. ἐνταῦθα δὲ ὁ Ἀλέξανδρος πολλοῖς ἐπιχειρήμασι καὶ πυκνοῖς χρῆται δεικνύς, ὅτι οὐκ ἔστι τῷ πυρὶ κατὰ φύσιν ἡ κύκλῳ κίνησις· “οὐ γὰρ εὔλογον, φησί, μόνον τῶν φυσικῶν σωμάτων δύο λέγειν κινεῖσθαι κινήσεις κατὰ φύσιν”. καίτοι οὐ τὸ πῦρ μόνον, ἀλλὰ καὶ τοῦ ἀέρος τὸ εὐαγὲς λέγουσιν κινεῖσθαι κύκλῳ. “ἄτοπον δέ, φησί, καὶ τὸ ἁπλοῦν ὑπάρχον τὸ πῦρ δύο κινήσεων ἀρχὰς ἔχειν κατὰ φύσιν· ὅτι γὰρ καὶ τὴν εἰς τὸ ἄνω φυλάσσει, δῆλον· ἂν γοῦν κατασπασθῇ, πάλιν οὕτω κινηθήσεται”. μήποτε δέ, ἂν κατασπασθῇ, ἀτελὲς γενόμενον τὴν ἐπ’ εὐθείας ἀντὶ τῆς κύκλῳ μεταλαμβάνει,3 ἄνω δὲ γενόμενον καὶ τελειωθὲν ἀποβάλλει μὲν τὴν ἀτελεῖ προσήκουσαν τὴν ἐπ’ εὐθείας, ὥσπερ καὶ τὸ ἀτελὲς εἶναι ἀποβάλλει, μεταλαμβάνει δὲ τὴν τῷ τελείῳ προσήκουσαν, ὅτι τῷ τελειοτάτῳ γέγονε συγγενές· οὐκ ἀπὸ τοῦ τόπου δὲ προσλαμβάνει τὴν κύκλῳ κίνησιν, ἀλλ’ ἀπὸ τοῦ γειτνιῶντος αὐτῷ τότε κυκλοφορητικοῦ σώματος, οὐδὲ ἀλλάσσει τὸ εἶδος ἁπλῶς τὴν κύκλῳ κίνησιν μεταλαβόν, εἴπερ ἡ μὲν ἐπ’ εὐθείας γινομένου πυρὸς ἦν, ἡ δὲ κύκλῳ τελειωθέντος. οὐδὲ γὰρ τὴν γῆν τὸ εἶδος ἀλλάσσειν φαμέν, ὅταν κατενεχθεῖσα ἠρεμῇ, ἀλλὰ τὴν μὲν ἐπ’ εὐθείας αὐτῇ κίνησιν ἀτελεῖ οὔσῃ δίδομεν, τὴν δὲ μονὴν τελειωθείσῃ. ὁ μέντοι τὸ πῦρ καθὸ πῦρ ἐπὶ τὸ ἄνω κινεῖσθαι λέγων καὶ τὴν γῆν καθὸ γῆ ἐπὶ τὸ κάτω καὶ μὴ διορίζων αὐτῶν τὰς ἀτελείας καὶ τὰς τελειότητας καὶ τὰς ἑκατέρᾳ τούτων προσηκούσας κινήσεις ἢ μονάς, λέγοι ἂν τὰ τοῦ Ἀλεξάνδρου κατά τι καλῶς λέγοντος.

“因此,如果被运送之物是火……” 亚历山大说,这一文句亦顺承于上文所证明之事。因为对于那些主张火作圆周运动的人来说,如果向上运动对火是合乎本性的,且对一物而言合乎本性的运动只有一个,那么这一运动对于火是违反本性的,正如向下运动一样,乃是顺理成章的推论。但或许所说的并非这一点:即圆周运动对于火是违反本性的(因为这已被多次言及);而是说,在表明了既然圆周运动是连续且永恒的,它对于作圆周运动的物体就并非违反本性之后,紧接着他运用先前所证明的结论——即圆周运动对于作圆周运动的物体并非违反本性——证明了作圆周运动的物体并不是火。他如下证明:如果作圆周运动的物体是火,那么圆周运动对于它而言是违反本性的,正如向下运动一样;然而圆周运动对于作圆周运动之物而言并非违反本性,既然它是连续且永恒的;因此作圆周运动的物体也不是火。亦可以在第二格中定言式地进行三段论推论如下:对于作圆周运动的物体而言,圆周运动并非违反本性;对于火而言,圆周运动是违反本性;因此作圆周运动的物体不是火。 如果我们将所说之话如此理解,我们便不会像亚历山大所说的那样,认为文句中有何缺失;亚历山大还补充了这一点:即便那些主张火因变稀薄且缺乏滋养、由于向高处的直线伸展、且滋养不再到达它身边而围绕滋养作圆周运动的人,这些人亦承认它是受滋养强制带动而违反本性地运动的;但受强制的运动是违反本性的,而违反本性之物后于合乎本性之物,因此如果作圆周运动之物是火,圆周运动便不会是第一的。 在此,亚历山大使用了许多密集的论据,证明圆周运动对于火并非合乎本性:“因为在自然物体中,”他说,“唯独主张它合乎本性地以两种运动而运动是不合情理的。”尽管人们主张不仅是火,而且空气中纯净的部分亦作圆周运动。他说:“火作为单一之物,却具有两种合乎本性的运动之始基,这亦是荒谬的;因为显而易见的是它亦保持着向上的运动:至少,如果它被向下拉扯,它将再次如此运动。” 然而,如果它被向下拉扯,变得不完全,它或许是以直线运动代替了圆周运动;但当它到达上方并得以完善时,它便褪去了属于不完全者的直线运动,正如它褪去了不完全的存在一样,并换上了属于完全者的运动,因为它是与最完全者同属一类;它并非从位置获得圆周运动,而是从当时与其相邻的作圆周运动的物体中获得,并且在换上圆周运动后也并非单纯地改变了相,如果直线运动属于生成过程中的火,而圆周运动属于已完善的火。因为我们并不说土在被运送到下方并静止时改变了相,而是把直线运动归于不完全状态下的土,把静止归于已完善状态下的土。不过,主张火就其为火而言向上运动、土就其为土而言向下运动,而未能区分它们的不完全与完全状态以及分别适于这两者的运动或静止的人,便会说出亚历山大的话,而亚历山大在某种程度上是言之有理的。

语法注3 条
  1. 1.16τῷ προαποδειχθέντι χρώμενος τῷ μὴ εἶναι παρὰ φύσιν τῷ κυκλοφορητικῷ σώματι τὴν κύκλῳ κίνησιν

    带冠词不定式短语 τῷ μὴ εἶναι... 作为实体化分词 τῷ προαποδειχθέντι(先前已证明之事)的同位语。在该不定式短语内部,τὴν κύκλῳ κίνησιν 是不定式 εἶναι 的宾格逻辑主语,而 τῷ κυκλοφορητικῷ σώματι 则是受 εἶναι 支配的所属/关涉与格。

  2. 1.16καὶ οἱ λέγοντες αὐτὸ λεπτυνόμενον καὶ ἀτροφοῦν κύκλῳ κινεῖσθαι περὶ τὴν τροφὴν διὰ τὴν ἐπ’ εὐθείας εἰς ὕψος ἀνάτασιν τῆς τροφῆς μηκέτι πρὸς αὐτὸ ἀφικνουμένης καὶ οὗτοι ὁμολογοῦσιν

    作为主语的分词短语 καὶ οἱ λέγοντες... 与主要动词 ὁμολογοῦσιν 之间插入了介词短语及属格独立结构 τῆς τροφῆς μηκέτι πρὸς αὐτὸ ἀφικνουμένης,随后在主动词前通过照应代词短语 καὶ οὗτοι(这些人自身亦……)重新提示并强调主语,构成重迭式复述结构。

  3. 1.16μήποτε δέ, ἂν κατασπασθῇ, ἀτελὲς γενόμενον τὴν ἐπ’ εὐθείας ἀντὶ τῆς κύκλῳ μεταλαμβάνει

    μήποτε δέ 是古希腊注解文献中习见的委婉提法或推测性反论结构(“但或许……”)。在此它引出了辛普里丘针对紧接在前所引述的亚历山大的反驳而提出的自身替代假说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:53.19-54.33