← 辛普里丘

亚里士多德《论天》注释

§546.24-548.12

从月食阴影与星辰见象论证大地呈球形

辛普里修阐释了根据月食期间阴影界线的凸形推导大地为球形的第三个论证(297b23),以及根据星辰见象的变化论证大地的球形及其相对于诸天的微小、并通过大象的分布考察东西两极临近性的第四个论证(297b30)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.67

" Ἔτι δὲ καὶ διὰ τῶν φαινομένων ἕως τοῦ σφαιροειδὴς οὖσα." Τρίτον τοῦτο ἐπιχείρημα ἐναργὲς ἀπὸ τῶν τῇ αἰσθήσει φαινομένων περὶ τὴν τῆς σελήνης ἔκλειψιν· οὐ γὰρ ἂν αἱ τῆς σελήνης ἐκλείψεις ἐφαίνοντο κυρτὴν ἀεὶ τὴν γραμμὴν ἔχουσαι τὴν ὁρίζουσαν τό τε φωτεινὸν καὶ τὸ σκιερὸν τῆς σελήνης, εἰ μὴ σφαιροειδὴς ἦν ἡ γῆ. εἰ γὰρ ἡ τῆς σελήνης ἔκλειψις συμβαίνει ἐμπιπτούσης εἰς τὴν ἀπὸ τῆς γῆς γινομένην σκιάν,1 ἀνάγκη τὴν σκιὰν κωνικὴν εἶναι ἢ κυλινδρικὴν ἢ καλαθοειδῆ· ἄλλου γὰρ οὖσα σχήματος οὐκ ἂν κυρτὴν ἐποίει τὴν ἀποτομὴν ἀεὶ τῆς σεληνιακῆς σφαίρας. πάντα δὲ τὰ τοιαῦτα τῶν σκιῶν σχήματα ἀπὸ σφαιρικοῦ σχήματος γινόμενα δέδεικται. μείζονος γὰρ ὄντος τοῦ ἡλίου τῆς γῆς κωνοειδὴς 〈ἡ〉 σκιὰ γενήσεται, ἴσων δὲ ἀμφοῖν ὄντων κυλινδροειδής, εἰ δὲ ἐλάττων ἦν ὁ ἥλιος, καλαθοειδὴς καὶ οἷον κόλουρος κῶνος τὸ στενώτερον πρὸς τῇ γῇ ἔχων. εἰ οὖν ἡ διορίζουσα κυρτὴ ἀεί, ἡ δὲ ἀεὶ κυρτὴ ὑπὸ τῆς τοιαύτης προσγίνεται, σκιαὶ δὲ τοιαῦται πᾶσαι ἀπὸ σφαιρικοῦ γίνονται σώματος, σφαιρικὸν ἂν ἔχοι τὸ σχῆμα ἡ γῆ. κατὰ μὲν γάρ τινα θέσιν τοῦ ἡλίου πρὸς τὴν γῆν καὶ τυμπανοειδὴς οὖσα ἡ γῆ τοιαύτην σκιὰν ἀπέδωκεν ἄν, ἀεὶ δὲ καὶ κατὰ πᾶσαν θέσιν οὐκ ἄν, εἰ μὴ σφαιροειδὴς ἦν. ὅτι δὲ οὐ παρὰ τὴν σελήνην μὴ πεφυκυῖαν κατ’ εὐθεῖαν γραμμὴν ἀποτέμνεσθαι συμβαίνει τὸ ἐν ταῖς ἐκλείψεσι κυρτὴν ἀεὶ τὴν διορίζουσαν εἶναι, ἀλλὰ παρὰ τὴν σκιάν, ὑπέμνησεν ἐκ τοῦ τὴν σελήνην ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς, ἐν οἷς οὐδὲν εἰς αὐτὴν ἡ σκιὰ δρᾷ, πάσας λαμβάνειν τὰς διαιρέσεις· καὶ γὰρ εὐθεῖα γίνεται ἡ διαίρεσις ἐν ταῖς διχοτόμοις φάσεσι καὶ ἀμφίκυρτος ἐν ταῖς ἀμφικύρτοις καὶ κοίλη ἐν ταῖς μηνοειδέσιν, ἐν δὲ ταῖς ἐκλείψεσιν ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν.

“再者,也通过诸现象”直至“因是球形的”。 这是根据关于月食的感觉显象所作的第三个明晰论证;因为如果大地不是球形的,月食就不会显现出划分月亮发光部分与阴影部分的界线始终是凸的。因为,如果月食是因为月亮落入大地所产生的阴影中而发生,那么这阴影必然或是圆锥形的,或是圆柱形的,或是篮状的[截头圆锥];因为如果它具有其他形状,就不会总是使月球的切截面呈凸形。而已经证明,所有这些阴影形状都是由球形的形状产生的。因为如果太阳大于大地,阴影将是圆锥形的;如果两者相等,则是圆柱形的;但如果太阳小于大地,则是篮状的,即一种在朝向大地的一侧较窄的截头圆锥。因此,如果分界线始终是凸的,而始终是凸的线是由这样的阴影造成的,且这样的阴影全都是由球形物体造成的,那么大地就应当具有球形。因为按照太阳相对于大地的某种特定位置,大地即便呈鼓形也能产生这样的阴影,但如果不是球形的,就不会在所有位置下都始终如此。 至于在月食中界线始终是凸的,并非由于月亮不具有依直线被切截的本性,而是由于阴影,他是从以下事实来提醒的:在每月的月相构型中(在这些构型中阴影对月亮毫无作用),月亮呈现出一切分割;因为在弦月相位时分割变为直线,在凸月相位时变为两面凸,在蛾眉月相位时变为凹形,但在月食中它始终具有凸的界线。

§2.68

"Ἔτι δὲ διὰ τὰς τῶν ἄστρων φαντασίας ἕως τοῦ τοῦτο πεπονθότων." Τέταρτον ἐπιχείρημα τοῦτο τῶν σφαιροειδῆ τὴν γῆν ἀποδεικνύντων, ὅπερ ἤδη καὶ περὶ τοῦ μεγέθους αὐτῆς ἀποδείκνυσιν, ὅτι σημείου λόγον ἔχει πρὸς τὸν οὐρανόν. εἰ γὰρ πρὸς ἄρκτον μὲν ἡμῶν μεταβαινόντων ὁ μὲν Κάνωβος ἀστὴρ καλούμενος οὐ φαίνεται ὅλως, οἱ δὲ τῆς Ἄρκτου ἀστέρες ὑπὲρ κεφαλῆς εἶναι δοκοῦσιν ἀεί, τοῖς δὲ ἐν Διοσπόλει τῇ Θηβαίᾳ ὁ μὲν Κάνωβος μετέωρος φαίνεται, ὁ δὲ ἔσχατος ἀστὴρ τῆς μεγάλης Ἄρκτου δύνων φαίνεται καὶ ἀνατέλλων, δῆλον, ὅτι καὶ πρὸς ὀλίγον μεθισταμένοις διάφοροι γίνονται οἱ ὁρίζοντες. τοῦτο δὲ διὰ τὸ σφαιροειδῆ τὴν γῆν εἶναι συμβαίνει. εἰ γὰρ τυμπανοειδὴς ἦν, ἀπὸ τῶν περάτων ἐπὶ τὰ πέρατα κινηθεῖσιν ἡμῖν ὁ αὐτὸς ἔμενεν ὁρίζων τῷ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένειν ἐπιπέδῳ προϊόντας ἡμᾶς,2 καὶ τὰ αὐτὰ ἂν ἐφαίνετο ἀεὶ περὶ τὴν τῶν ἄστρων θέσιν. εἰ οὖν διάφοροι οἱ ὁρίζοντες, καὶ σφαιροειδὴς ἡ γῆ καὶ οὐ μεγάλη, εἴπερ καὶ μὴ πολὺ προελθόντων ἐπιδήλως ἀμείβονται· μεγάλης γάρ τινος οὔσης σφαίρας οὐκ ἂν εὐσύνοπτος εὐθὺς ἦν ἡ τῶν ὁριζόντων παραλλαγή. εἰ δὲ μὴ πάνυ μεγάλη, φησίν, ἐστὶν ἡ γῆ, οὐ χρὴ νομίζειν ἄπιστα λέγειν τοὺς ὑπολαμβάνοντας τὸν δυτικώτατον καὶ τὸν ἀνατολικώτατον τῶν ἐγνωσμένων ἡμῖν τόπων τόν τε περὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας, ὃν Ἡράκλειαν ἐκάλεσε, καὶ τὸν περὶ τὴν Ἰνδικὴν συνάπτειν ἀλλήλοις οὐ πόρρωθεν, καὶ οὕτως εἶναι τὴν θάλατταν μίαν τήν τε Ἐρυθρὰν καλουμένην καὶ τὴν παρ’ ἡμῖν. τεκμαίρονται δέ, ὅτι μὴ πολύ τι διεστήκασιν ἀλλήλων οἱ εἰρημένοι τόποι τῷ ἐν ἀμφοτέροις ἐσχάτοις οὖσι τῆς ἡμετέρας οἰκήσεως τὸ τῶν ἐλεφάντων εἶναι γένος, ὡς τῶν ἐσχάτων τούτων διὰ τὸ συνῆφθαι ἀλλήλοις πεπονθότων τοῦτο τὸ φέρειν ἐλέφαντας3 τῇδε κἀκεῖσε τοὺς αὐτούς, ὡς ἔοικε, νεμομένους· οὐ γὰρ ὁμοιότητα τῶν τόπων ἐπιδεῖξαι βούλεται, ὡς οἶμαι, διὰ τούτων, ἀλλὰ γειτνίασιν· ἡ γὰρ ὁμοιότης ἠδύνατο καὶ τοῖς πόρρω διεστηκόσιν ὑπάρχειν τῆς αὐτῆς οὔσης τῶν ἀέρων σχεδὸν καταστάσεως τοῖς ὑπὸ τὸν αὐτὸν παράλληλον οἰκοῦσι.

“再者,由于星辰的显现”直至“经历这一情况的”。 这是证明大地为球形的第四个论证,该论证更进而关于大地的大小证明了:它相对于诸天具有一个点的比例。因为,如果我们向北迁移,被称为老人星的星辰就完全看不见,而大熊座的诸星则显得始终在头顶上方;但对于底比斯的迪奥斯波利斯的居民来说,老人星显现得很高,而大熊座最边缘的星辰则显出下沉与升起;由此显而易见,即使对于只移动了少许的人而言,地平圈也会变得不同。而这一情况之所以发生,是因为大地是球形的。因为如果它是鼓形的,当我们从一端移至另一端时,由于我们是在同一平面上前行,地平圈将保持相同,关于星辰位置所见到的也将始终是同样的事物。因此,如果地平圈是不同的,大地就是球形的而且不大,既然即便前行不远的人,地平圈也会发生显著的改变;因为如果是某个巨大的球体,地平圈的变动就不会立刻一目了然。 他说,如果大地不是非常大,人们就不应认为那些主张我们所知的最西与最东区域——即加代拉与赫拉克勒斯之柱周边、他称为“赫拉克雷亚”的区域,以及印度周边的区域——彼此相接而不远,并因此所谓的红海与我们的大海乃是同一片海的人是在说不可信之言。而他们用以证明上述地方彼此相隔不远的证据是:在作为我们所居世界之两极的区域中都存在大象的族类;这就好比由于这两个极端彼此相接,才经历了承载看来是在此地与彼地来回觅食的相同大象的这一情况;因为依我之见,他并不是想通过这些事情表明地方的相似性,而是想表明其临近性;因为相似性即使对于相距遥远的地方也是可能存在的,因为在同一纬度线下居住的人,其空气的状况几乎是相同的。

语法注3 条
  1. 2.67οὐ παρὰ τὴν σελήνην μὴ πεφυκυῖαν κατ’ εὐθεῖαν γραμμὴν ἀποτέμνεσθαι συμβαίνει τὸ ἐν ταῖς ἐκλείψεσι κυρτὴν ἀεὶ τὴν διορίζουσαν εἶναι, ἀλλὰ παρὰ τὴν σκιάν

    对偶介词短语 οὐ παρὰ τὴν σελήνην ... ἀλλὰ παρὰ τὴν σκιάν(“并非由于月亮……而是由于阴影”)是句子的因果骨架,介词 παρά 后接宾格表示原因。分词 μὴ πεφυκυῖαν 带否定词 μή,表示假设性或转述性的原因(“并非因为月亮没有依直线被切截的本性”)。主动词 συμβαίνει 的主语是由冠词引导的不定式短语 τὸ ... κυρτὴν ἀεὶ τὴν διορίζουσαν εἶναι。

  2. 2.68ἀπὸ τῶν περάτων ἐπὶ τὰ πέρατα κινηθεῖσιν ἡμῖν ὁ αὐτὸς ἔμενεν ὁρίζων τῷ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένειν ἐπιπέδῳ προϊόντας ἡμᾶς

    此句为非真实条件句的结句。与格分词短语 κινηθεῖσιν ἡμῖν 表假设(“如果我们移动”)。在表示原因的与格冠词不定式短语 τῷ ... μένειν(“由于停留”)中,分词 προϊόντας(“前行”)作宾格,与不定式 μένειν 的宾格逻辑主语 ἡμᾶς 保持一致。

  3. 2.68ὡς τῶν ἐσχάτων τούτων διὰ τὸ συνῆφθαι ἀλλήλοις πεπονθότων τοῦτο τὸ φέρειν ἐλέφαντας

    带 ὡς 的属格独立结构(主语为 τῶν ἐσχάτων τούτων,谓语为完成时分词 πεπονθότων),表示论者们的主观假定或依据。指示代词 τοῦτο 先行指代(先取)随后的冠词不定式短语 τὸ φέρειν ἐλέφαντας(“承载大象这一情况”),构成同位语关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:546.24-548.12