- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:545.28-546.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了基于重物以相似(相等)角度下落来证明大地为球形的论证(297b18),解释了尽管地表存在凹凸但在本性上仍为球形的原因,并引述了亚历山大关于重心与几何中心之间偏差的解释。
" Καὶ ὅτι πάντα φέρεται τὰ βάρη πρὸς ὁμοίας γωνίας ἕως τοῦ ἀλλὰ μὴ βίᾳ καὶ παρὰ φύσιν." Δεύτερον τοῦτο ἐπιχείρημα ἐκ τοῦ πρὸς ὁμοίας ἤτοι πρὸς ἴσας γωνίας φέρεσθαι τὰ βάρη δεικνύον, ὅτι σφαιρικόν ἐστι τὸ τῆς γῆς σχῆμα. πάντων γὰρ ἐπὶ ταὐτὸ πανταχόθεν συννευόντων καὶ ἄλλοις ἄλλων ἀεὶ προστιθεμένων κατὰ τὴν ὁμοίαν ῥοπὴν ἴσας ἀνάγκη γίνεσθαι τὰς ἀπὸ τοῦ μέσου,1 ἐφ’ ὃ πάντα συννεύει, πρὸς τὰ ἔσχατα, τοῦτο δὲ σφαιροειδές ἐστι τὸ σχῆμα· διὸ τὸ πρὸς ὁμοίας γωνίας καταφέρεσθαι τὰ βάρη καὶ μὴ παράλληλα πρὸς τὸ φύσει σφαιροειδὲς πέφυκε·2 πανταχόθεν γὰρ οὐχ οἷόν τε πρὸς ὁμοίας φέρεσθαι γωνίας τὰ φερόμενα βάρη μὴ τὸ πρὸς ὃ φέρεται σφαιρικὴν ἔχον τὴν ἐπιφάνειαν. ἐπειδὴ δὲ οὐκ ἀπηκρίβωται τὸ σφαιρικὸν τῆς γῆς σχῆμα διὰ τὰς ἐξοχὰς τῶν ὀρῶν καὶ τὰς κοιλότητας, ἢ σφαιροειδής, φησίν, ἐστὶν ἡ γῆ, εἴ τις τὴν τοιαύτην διαφορὰν ἐλαχίστην οὖσαν προσλογίζοιτο· οὐδὲ γάρ, εἰ κέγχρον τις ἐπιθείη μεγάλῃ σφαίρᾳ κηρίνῃ, ὀκνήσοι ἂν αὐτὴν καλεῖν σφαῖραν διὰ τὴν τῆς κέγχρου ἐπανάστασιν· ἢ εἴ τις ἀκριβολογεῖται, καὶ οὕτω φύσει γε σφαιροειδής ἐστι· φύσει γὰρ πανταχόθεν συννεύει πρὸς τὸ μέσον, ὡς δηλοῖ πάντων τῶν βαρῶν ἡ πρὸς ὁμοίας γωνίας καταφορά. εἰ οὖν δεῖ ἕκαστον τοιοῦτον εἶναι λέγειν, οἷον εἶναι καὶ ὑπάρχειν φύσει βούλεται, ἀλλὰ μὴ ὃ βίᾳ καὶ παρὰ φύσιν, δῆλον, ὅτι σφαιροειδὴς ἂν εἰκότως ἡ γῆ λέγοιτο. Φιλοκάλως δὲ ὁ Ἀλέξανδρος τὴν αἰτίαν προστίθησι τοῦ μὴ ἀκριβῶς σφαιροειδὲς εἶναι τὸ τῆς γῆς σχῆμα τὸ ἀνομοιομερὲς τῆς γῆς αἰτιώμενος καὶ ἀνισόρροπον. οὐ γὰρ ἐπὶ πάντων, φησί, τῶν βαρέων σωμάτων τὸ μέσον τῆς ῥοπῆς καὶ τοῦ βάρους τοῦτο μέσον ἀκριβῶς καὶ τοῦ μεγέθους ἐστίν, ἀλλ’ ἐπ’ ἐνίων παραλλάσσει· οὐ γὰρ πάντα τὰ βαρέα ἰσοβαρῆ ἐστι, σπεύδει δὲ τὰ βαρέα τῷ τῆς ῥοπῆς τῆς οἰκείας μέσῳ λαβέσθαι τοῦ μέσου, οὐ τῷ τοῦ μεγέθους μέσῳ. διόπερ οὐδὲν κωλύει τοῦ μέσου τῆς γῆς τοῦ κατὰ τὴν ῥοπὴν ὄντος ἐν τῷ τοῦ παντὸς μέσῳ3 τὰς τοῦ μεγέθους τῆς γῆς ἀποστάσεις τὰς ἀπὸ τοῦ μέσου μὴ πάντῃ ἴσας εἶναι.
“并且所有的重物都以相似的角度被运送”直至“而不是由于强力且违反本性”。 这是从重物以相似的、即相等的角度被运送这一事实,来表明大地的形状是球形的第二个论证。因为,当一切事物从四面八方汇聚于同一地点,并且依据相似的倾向不断彼此相加时,从一切事物所汇聚的中心到外端[的距离]必然变得相等,而这就是球形的形状;因此,重物以相似的角度而不是平行地下落,依本性正是朝向依本性为球形之物的;因为如果重物所运向的目标不具有球形表面,那么被运送的重物就不可能从四面八方以相似的角度被运送。 但是,既然由于山脉的凸起和凹陷,大地的球形形状并不精确,那么他说,如果人们把这种差异视为极小而加以考虑,大地也是球形的;因为即使有人将一粒黍米放在一个巨大的蜡制球体上,他也不会因为黍米的隆起而犹豫将它称为球体;或者,即使有人执着于严谨,那么即便如此,至少依本性它是球形的;因为依本性它从四面八方汇聚于中心,正如所有重物以相似角度下落所表明的那样。因此,如果应当将每一事物表述为它依本性所愿成为并存在的那样,而不是表述为它由于强力且违反本性而成为的那样,那么显而易见,大地理所当然会被称为球形的。 亚历山大极佳地补充了大地的形状不严格呈球形的原因,归咎于大地各部分的不均匀性以及倾向的不等。因为他说,并不是在所有重物体中,倾向与重量的中心都恰恰也是大小的中心,而是在某些物体中存在偏差;因为并非所有重物都具有同等的重量,而重物急于以自身倾向的中心去占据[宇宙的]中心,而不是以其大小的中心去占据。因此,尽管大地依倾向而定的中心位于全宇宙的中心,但这丝毫不妨碍大地的大小自中心起的距离在各个方向上并不相等。
- 2.66ἴσας ἀνάγκη γίνεσθαι τὰς ἀπὸ τοῦ μέσου
阴性复数冠词 τὰς 省略了受修饰的名词(γραμμάς 或 διαστάσεις / ἀποστάσεις,即“线”或“距离”),充当 ἴσας ... γίνεσθαι 这一不定式结构的宾格主语。
- 2.66πρὸς τὸ φύσει σφαιροειδὲς πέφυκε
介词短语 πρὸς τὸ φύσει σφαιροειδές 与动词 πέφυκε 连用,表示“朝向依本性为球形之物的本性”或“与依本性为球形之物相适合的本性”。其主语是前面的带冠词不定式短语 τὸ ... καταφέρεσθαι。
- 2.66τοῦ μέσου τῆς γῆς τοῦ κατὰ τὴν ῥοπὴν ὄντος ἐν τῷ τοῦ παντὸς μέσῳ
这是一个属格独立结构(τοῦ μέσου ... ὄντος),表示让步或附带状况(“即便/在大地依倾向而定的中心位于全宇宙中心的状态下”),从属于后面的主干结构 οὐδὲν κωλύει。
