← 辛普里丘

亚里士多德《论天》注释

§544.2-545.27

附加重量下大地的球形与宇宙中心的一致

针对向大地的一个半球添加重量会导致其重心与宇宙中心不再重合的重心学疑难,西姆普利修解释道,通过精确界定亚里士多德的论证,可知添加的重量自身也会塑造成球形并以凹面包围宇宙中心,从而不论假定大地是生成的还是永恒的,其形状必然是球形的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.65#2

ἡ δὲ ἀπορία τοιαύτη· εἰ τῆς γῆς ἐπὶ τοῦ μέσου οὔσης καὶ σφαιροειδοῦς οὔσης πολλαπλάσιόν τι βάρος ἐπιγίνοιτο πρὸς θάτερον ἡμισφαίριον, δῆλον, ὅτι οὐκέτι τὸ αὐτὸ μέσον τῆς γῆς ἔσται καθ’ ἓν μέρος πολλαπλασίῳ τοῦ ἐξ ἀρχῆς μεγέθει προσαυξηθείσης, ὥσπερ καὶ πρότερον τῆς γῆς ἦν μέσον τὸ αὐτὸ καὶ τοῦ κόσμου ὑπάρχον· ὥστε οὐκ ἠρεμήσει τότε ἡ γῆ ἐπὶ τοῦ μέσου· οὐ γὰρ ἔτι ἐν τῷ μέσῳ τοῦ παντός ἐστι προσαυξηθεῖσα τοσοῦτον ἐφ’ ἓν μέρος, ἢ εἴπερ καὶ οὕτως ἔχουσα ἠρεμεῖ, ὅπερ διὰ τῆς ἐν τῷ ἢ εἴπερ ὑποστιγμῆς δηλοῦται, ἠρεμήσει καὶ νῦν1 καὶ ἔξω τοῦ μέσου τοῦ παντὸς κειμένη καὶ μὴ μέσον ἔχουσα τὸ τοῦ παντὸς μέσον, κἂν μηδὲν αὐτῇ βάρος κατὰ τὸ ἕτερον μέρος προστεθῇ, εἴπερ προστεθέντος ἔξω τοῦ μέσου γενόμενον διὰ τὴν προσθήκην ὅμως ἠρεμεῖν ὑποτίθεται. εἰπὼν δὲ ἠρεμήσει γε καὶ νῦν καὶ μὴ τὸ μέσον ἔχουσα ἐπήγαγεν ἢ πέφυκε κινεῖσθαι. λέγει δέ, ὅτι κατ’ ἐκεῖνο ἠρεμήσει τὸ ἔξω τοῦ μέσου, καθ’ ὃ οὐχὶ ἠρεμεῖν ἀλλὰ κινεῖσθαι πέφυκεν· ἄτοπον δὲ τὸ ἐν ἐκείνῳ ἠρεμεῖν, καθ’ ὃ πέφυκε κινεῖσθαι. πολλαπλάσιον δὲ τὸ προστιθέμενον βάρος ὑπέθετο, ἵνα τὸ νῦν μέσον τοῦ βάρους αὐτῆς πορρωτάτω γένηται τοῦ μέσου. τοῦτο οὖν ἀπορήσας ἀπὸ τῆς ἐν τῇ γενέσει τῆς γῆς ὑποτεθείσης προσθήκης, ὅτι κατὰ τὸ ἕτερον μέρος προσαυξηθείσης τῆς γῆς πολλαπλασίῳ ἑαυτῆς μεγέθει ἀνάγκη τοῦ μέσου αὐτῆς ἀμειφθέντος τοῦ κατὰ τὸ βάρος ῥέπειν εἰς ἐκεῖνο τὸ μέρος, εἰς ὃ γέγονεν ἡ τοῦ βάρους προσθήκη, καὶ μηκέτι μένειν ἐπὶ τοῦ μέσου, ἢ εἴπερ οὕτως ἔχουσα, ὡς διὰ τὴν προσθήκην ἐκτὸς εἶναι τοῦ μέσου, ἐδύνατο μένειν, ἠρεμήσει γε καὶ νῦν χωρὶς τῆς προσθήκης τὸ μὴ μέσον ἐπέχουσα, καθ’ ὃ οὐ μένειν ἀλλὰ κινεῖσθαι πέφυκεν· ὅπερ ἄτοπον· οὐδὲν γὰρ ἠρεμεῖ ἐκεῖ, ᾗ πέφυκε κινεῖσθαι, ἀλλ’ ἐκεῖ, ὅθεν οὐ πέφυκε κινεῖσθαι· τὸ μὲν οὖν ἀπορούμενον, φησί, τοῦτό ἐστιν, οὐ χαλεπὸν δὲ ἰδεῖν καὶ ἐπιστῆσαι τῇ ἀπορίᾳ καὶ τῇ λύσει μικρὸν ἐπιτείναντας, τὴν διάνοιαν δηλονότι, ἢ μᾶλλον τὸν πρότερον λόγον ἐπιτείναντας τὸν τὴν γένεσιν τῆς γῆς ὑποθέμενον, καὶ διορισαμένους, πῶς ἀξιοῦμεν ὁποσονοῦν μέγεθος βάρος ἔχον φέρεσθαι πρὸς τὸ μέσον. τότε μὲν γὰρ ἀδιορίστως ἐλέγετο φύσιν ἔχειν φέρεσθαι τὸ βάρος ἔχον πρὸς τὸ μέσον, νῦν δὲ διοριζέσθω, ὅτι οὐ μέχρι τούτου μόνον φέρεται τὸ βάρος ἔχον πρὸς τὸ κέντρον μέχρι τοῦ τῷ ἑαυτοῦ ἐσχάτῳ ἅψασθαι τοῦ κέντρου καὶ οἷον ἐπιστῆναι αὐτῷ, ἀλλὰ τὸ πλέον ἀεὶ βάρος τοῦ ἐλάττονος κρατοῦν καὶ ἢ ἐξωθοῦν αὐτὸ ἢ συμπιλοῦν καὶ ἑνούμενον αὐτῷ μέχρι τοσούτου φέρεται πρὸς τὸ μέσον, ἕως ἄν ὡς δυνατὸν ἐνταθὲν καὶ σφαιρωθὲν τῷ ἑαυτοῦ μέσῳ, τουτέστι τῇ κοίλῃ ἐπιφανείᾳ, περιλάβῃ τὸ τοῦ παντὸς μέσον·2 μέχρι γὰρ τούτου τὴν ῥοπὴν ἔχει· ὥστε, κἂν προστεθῇ τῇ γῇ βάρος, οἷον ὁ ἀπορῶν ὑπέθετο λόγος, οὐ μένει ἐξέχον, ἀλλὰ γενήσεται καὶ αὐτὸ σφαιρικὸν καὶ περιλήψεται τὴν τῆς γῆς ἐπιφάνειαν, καὶ ἔσται πάλιν τὸ ἐξ ἀρχῆς μέσον καὶ τοῦ μετὰ τῆς προσθήκης μέσον· ἀνάγκη γὰρ καὶ τοῦτο γήινον ὂν καθ’ ὅλον ἐθέλειν ἑαυτὸ πελάζειν τῷ μέσῳ· μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν. εἰ γὰρ ἔτι κινοῖτο παραλλάξαν τῷ ἑαυτοῦ μέσῳ τὸ τοῦ παντὸς μέσον, ἄνω ἂν φέροιτο καὶ παρὰ φύσιν. Οὐδὲν δέ, φησί, διαφέρει, κἂν ἐπὶ μέρους τις τῆς γῆς κἂν ἐπὶ ὅλης ποιοῖτο τὸν λόγον· οὐ γὰρ διὰ μικρότητα ἢ μέγεθος συμβαίνει τὸ εἰρημένον, ἀλλὰ διὰ τὴν φυσικὴν ἐπὶ τὸ μέσον ῥοπήν, ὥστε, εἴτε ὅλη ποθὲν ἐφέρετο, ὥς φασιν οἱ διακριθεῖσάν ποτε αὐτὴν ἀπὸ τοῦ μίγματος εἰς τὸ μέσον εἰπόντες ἐνεχθῆναι, εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου φέρεσθαι, ἕως ἂν πανταχόθεν περιχεομένη ὁμοίως λάβῃ τὸ μέσον τῶν ἐλαττόνων ἀεὶ τὴν ἴσην ἐπιφάνειαν τοῖς μείζοσι λαμβανόντων· τῶν γὰρ μειζόνων καὶ βαρυτέρων ἐπὶ τὸ κάτω μᾶλλον χωρούντων τὰ ἐλάττονα τῇ προώσει τῆς ῥοπῆς ταύτης παρ’ ἑκάτερα τῶν μειζόνων ἐξωθούμενα βίᾳ πρὸς τὸ ἄνω ἴσην αὐτοῖς ἀπολαμβάνει τὴν ἐπιφάνειαν. Ἀντὶ δὲ τοῦ ἀναγκαῖον μέχρι τοῦδε φέρεσθαι λέγει ὁ Ἀλέξανδρός τινας γράφειν ἀναγκαῖον μετὰ τούτου φέρεσθαι, τουτέστι τῆς ἐπὶ τὸ μέσον ῥοπῆς, ἀποδέχεται δὲ τὴν ἑτέραν γραφήν. Συμπεραινόμενος δὲ τὸ ἐπιχείρημα ὁ Ἀριστοτέλης, εἴτε ἐγένετο, φησίν, ἡ γῆ, ἀναγκαῖον οὕτω γενέσθαι, ὡς εἴρηται, κατὰ τὴν πρὸς τὸ μέσον ῥοπήν, ὥστε σφαιροειδές ἐστιν αὐτῆς τὸ σχῆμα, εἴτε ἀίδιος οὖσα διατελεῖ, τὸν αὐτὸν ἔχει τρόπον, ὅνπερ καὶ γινομένη τὸ πρῶτον ἐγένετο ἄν· ὥστε καὶ οὕτως ἀναγκαῖον αὐτὴν σφαιροειδῆ εἶναι.

该疑难如下:如果大地在处于中心且呈球形时,有某种倍数的重量被加到其中一个半球上,那么显然,当大地在一侧增加了几倍于最初大小的体积时,大地的中心就不再是同一个中心了,就像以前大地的中心本身同时也是宇宙的中心一样;因此那时大地将不会在中心保持静止;因为在一侧增大了如此之多后,它便不再位于全宇宙的中心了;或者,即使处于这种状态下它若依然静止(这一点通过在“或者如果”处的标点符号指明),那么哪怕没有重量加在其另一侧,它现在也将处于全宇宙的中心之外,并不以全宇宙的中心为自身中心而保持静止,既然假定在添加之后,因添加而处于中心之外之物仍旧能够静止。在说了“它现在即便不占据中心也必将静止”之后,他又加上了“或者它依本性运动”。他的意思是说,大地将在中心之外的那个场所中静止,而依据本性它并非在此静止,而是运动;但是在一个依本性当运动的场所中静止是荒谬的。他之所以假定添加的重量是若干倍的,是为了使大地如今的重心尽可能远离[宇宙的]中心。 因此,在从大地生成中所假定的添加提出了这一疑难之后——即由于大地在一侧增大了数倍于自身的体积,随着其依重量而定的中心发生改变,它必然会向发生重量添加的那一部分倾斜,并不再停留在中心;或者,如果处于因添加而位于中心之外的状态下却能够停留,那么即使没有添加,它现在也将占据非中心之处而保持静止,而在那里依本性它并不停留而是运动;这实属荒谬;因为没有任何事物在其依本性当运动之处静止,而是在其依本性不再运动之处静止——他说,所疑难者便是这个,但是只要稍微集中一下思维,或者更确切地说,只要将先前假定大地生成的论证加以引申,并准确规定我们如何认定任何具有重量的大小向中心运送,那么看清并把握这一疑难及其解决便并非难事。 因为当时只是不加规定地讲,具有重量之物依本性向中心运送;而现在则当做出规定:具有重量之物向中心运送,不仅仅是达到以其自身的极限触碰中心并仿佛停立在其上的程度,而是较大的重量始终制服较小的重量,或者将其挤出,或者将其压缩并与自身融为一体,向中心运送直至如此程度,以至尽可能地展开并被塑造成球形,以自身的中心,亦即以其凹表面包围全宇宙的中心;因为它的倾向直到这一程度为止。因此,即使大地上被添加了如同提出疑难的论证所假定的那般重量,它也不会保持突出,而是其自身也将变成球形并包裹大地的表面,而最初的中心将再次成为添加之后的中心;因为这部分既然同属土性,整个自身渴望接近中心也是必然的;因为它的倾向直到这一程度为止。实际上,若以自身的中心越过宇宙的中心而继续运动,它就会朝向上方运送并违反本性了。 他说,无论人们是就大地的一部分还是就其整体来立论,都没有任何区别;因为所说的现象并不是由于微小或宏大而发生,而是由于朝向中心的自然倾向而发生;因此,无论整个大地是从何处运送而来,正如那些主张它曾从混合物中分离并运送到中心的人所说的那样,还是按部分运送而来,它都必然运送直至这一程度,即从四面八方同样地倾注包围,占据中心,而较小的部分始终与较大的部分获得相等的表面;因为随着较大且较重的部分更多地向下运动,较小的部分由于这一倾向的推进而被强行向着较大的部分两侧向上推挤,与它们分享同等的表面。 亚历山大说,有人用“必然带着这个运送”(meta toutou),即带着朝向中心的倾向,来代替“必然运送直至这一程度”(mechri toude),但他赞同后一种读法。 亚里士多德在总结这一论证时说:无论大地是曾经生成的,依朝向中心的倾向它都必然如前所述那样生成,从而其形状是球形的;还是它是永恒存在的,它的状态也与假定它最初生成时所会生成的样式相同;因此这样一来,它是球形的也是必然的。

语法注2 条
  1. 2.65ἢ εἴπερ καὶ οὕτως ἔχουσα ἠρεμεῖ, ὅπερ διὰ τῆς ἐν τῷ ἢ εἴπερ ὑποστιγμῆς δηλοῦται, ἠρεμήσει καὶ νῦν

    关于亚里士多德文本读法的注解。短语 ἢ εἴπερ 引入了归谬法(二难推论)的第二条路径,提出让步假设:“或者假若它即使处于这种状态[即因不均匀添加而偏离中心]依然静止”。句中的 ὅπερ... δηλοῦται 是注解者对写本文本标点(读点)的插入说明,其后接主句 ἠρεμήσει καὶ νῦν...(“那么即使现在没有添加,它也将在中心之外保持静止”)。

  2. 2.65ἕως ἄν ὡς δυνατὸν ἐνταθὲν καὶ σφαιρωθὲν τῷ ἑαυτοῦ μέσῳ, τουτέστι τῇ κοίλῃ ἐπιφανείᾳ, περιλάβῃ τὸ τοῦ παντὸς μέσον

    由 ἕως ἄν 搭配虚拟式(περιλάβῃ)引导的时间与限度从句,与主句中的 μέχρι τοσούτου(“直至如此程度”)相呼应。分词 ἐνταθέν 和 σφαιρωθέν 是修饰主语(τὸ πλέον ἀεὶ βάρος)的被动态方式分词。τῷ ἑαυτοῦ μέσῳ 是工具与手段与格,由紧随其后的同位语 τουτέστι τῇ κοίλῃ ἐπιφανείᾳ 说明其指代围绕宇宙中心的物体内部凹表面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:544.2-545.27