- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:542.11-544.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于大地呈球形的第一条论证(重物从四面八方聚集于中心而形成球体),阐释了假想的生成过程并澄清物体不会越过中心,进而引出了关于大小中心与重心之间的疑难。
" Σχῆμα δὲ ἔχειν σφαιροειδὲς ἀναγκαῖον αὐτὴν ἕως τοῦ κατὰ τοῦτον δὴ τὸν λόγον ἀναγκαῖον εἶναι τὸ σχῆμα σφαιροειδὲς αὐτῆς." Ὅτι σφαιροειδὴς ἡ γῆ, διὰ πέντε δείκνυσιν ἐπιχειρημάτων, ὧν τὸ πρῶτον ἀποδείκνυσι προλαβών, ὅτι τὰ τῆς γῆς μόρια μέχρι τοῦ μέσου πέφυκε κινεῖσθαι·1 τοῦτο γὰρ σημαίνει διὰ τοῦ βάρος ἔχει μέχρι πρὸς τὸ μέσον· τὸ γὰρ βάρος ἔχον καὶ κατὰ βάρος κινούμενον ἕως τοῦ μέσου τοῦ παντὸς κινεῖται μὴ κωλυόμενον. πάντων δὲ τῶν μορίων πρὸς τὸ μέσον ῥεπόντων καὶ τῶν ἐλαττόνων ὑπὸ τῶν μειζόνων ὠθουμένων καὶ θλιβομένων διὰ τὴν ἰσχυροτέραν τῶν μειζόνων ἀεὶ πρὸς τὸ μέσον ῥοπὴν καὶ παραχωρούντων ἄλλων ἄλλοις πανταχόθεν τὸ σφαιροειδὲς γίνεται σχῆμα, ὡς ἐπὶ τοῦ εἰς σφαῖραν πλαττομένου κηροῦ τὸ ἐξέχον ἀεὶ πρὸς τὸ μέσον ὠθεῖται. εἶτα καὶ τὴν φαντασίαν ἡμῶν διορθοῖ τὴν ἄλλο μόριον ἐπ’ ἄλλο τιθεῖσαν εἰς ὕψος πολύ, ἕως ἂν ἐκπεσὸν τῆς ἐπὶ τὸ μέσον σπουδῆς ἀλλαχοῦ που ἐνεχθῇ· οὐ γὰρ κυμαίνει, φησί, τουτέστιν οὐκ ὀγκοῦται, μέχρι τοῦ ὑπερεκχεῖσθαι· οὔτε γὰρ τὸ ὠθοῦν οὔτε τὸ ὠθούμενον πρὸς ἄλλο τι τὴν ῥοπὴν ἔχουσιν ἢ πρὸς τὸ μέσον. ἢ τὸ οὐχ οἷόν τε κυμαίνειν εἶπεν ἀντὶ τοῦ ὑποχωρεῖν καὶ ἀντιπερίστασθαι τῷ πλείονι τὸ ἔλαττον·2 τοῦτο γὰρ τὰ ὑγρὰ πάσχει, ἐπὶ δὲ τῶν τῆς γῆς μορίων πιέζεται μᾶλλον τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος καὶ συμπλάττεται ἢ συγχωρεῖ ἕτερον ἑτέρῳ, ἕως ἂν ἔλθῃ ἐπὶ τὸ μέσον τὸ βαρύτερον, ἀλλὰ μὴ ὑπερεκχυθῇ ὀγκούμενα ὡς τὰ κύματα. εἰς ἐνάργειαν δὲ φέρων τὸ λεγόμενον ὑποτίθεται τὴν γῆν γινομένην, καθάπερ καὶ τῶν φυσιολόγων τινὲς καὶ αὐτοὶ τὴν παράταξιν τῶν ἐν τῷ κόσμῳ πρώτων καὶ ὑστέρων διὰ τῆς γενέσεως ἐνδεικνύμενοι· ἀλλ’ ἐκεῖνοι μὲν τὴν δίνην αἰτιώμενοι βιαίως αὐτὴν πρὸς τὸ μέσον φέρεσθαι λέγουσι, βέλτιον δὲ καὶ ἀληθέστερον τὸ λέγειν τοῦτο γίνεσθαι διὰ τὸ φύσιν ἔχειν φέρεσθαι τὸ βάρος ἔχον πρὸς τὸ μέσον. ὑποθέμενος οὖν τὴν γῆν μεμιγμένην τέως τοῖς ἄλλοις, εἶτα διακρινομένην, ὡς Ἀναξαγόρας ἐδόκει λέγειν, καὶ ἐνεργείᾳ ἐκ τοῦ δυνάμει γινομένην καὶ φερομένην ἐπὶ τὸ μέσον, εἰ μὲν πανταχόθεν ἀπὸ τῶν ἐσχάτων ἴσα φέροιτο τὰ βαρέα ἐπὶ τὸ μέσον ἓν ὄν, ἀνάγκη πανταχόθεν ἴσου προστιθεμένου ἴσον ἀπέχειν τοῦ μέσου τὸ ἔσχατον· τοῦτο δὲ τὸ σχῆμα σφαιροειδές ἐστιν· κἂν μὴ πανταχόθεν δὲ ὁμοίως συνέθει πρὸς τὸ μέσον τὰ μόρια αὐτῆς, ἀλλ’ ὅθεν μὲν πλέον, ὅθεν δὲ ἔλαττον, τὸ αὐτὸ συμβαίνει· καὶ οὕτω γὰρ σφαιρικὸν ἀνάγκη τὸ σχῆμα γίνεσθαι· καθὸ γὰρ μείζων ἡ προσθήκη γένηται, κατὰ τοῦτο τοῦ βάρους αὐξανομένου τὸ ὑποκείμενον ἔλαττον ὂν καὶ κουφότερον ἐξωθήσεται ὑπὸ τοῦ βαρυτέρου, ἕως ἂν ἐξωθούμενα τὰ κουφότερα ὑπὸ τῶν βαρυτέρων ἐπὶ θάτερα τοῦ κέντρου ἀθροισθέντα ἰσόρροπα τοῖς ἐξωθοῦσι πρὸς τὴν ἐπὶ τὸ κέντρον σπουδὴν ὁμοίαν γένηται. οὕτω μὲν καὶ ὁ Ἀλέξανδρος, οὐχ ὅτι ὑπερβαίνειν τὸ κέντρον οἴεταί τι βάρος ὠθούμενον· τὸ γὰρ ἐξιστάμενον ἀπὸ τοῦ κέντρου πρὸς τὸ ἄνω δηλονότι χωρεῖ καὶ τὸ ὠθοῦν αὐτὸ πρὸς τὸ ἄνω ὠθεῖ· πῶς οὖν τὸ βαρύτερον ἐπὶ τὸ ἄνω ἐξωθήσει κατὰ φύσιν; ὅλως γὰρ πρὸς τῷ κέντρῳ γενόμενον οὐδὲ βάρος ἔτι λοιπὸν ἕξει ὥστε ὠθεῖν. καὶ ὁ Ἀριστοτέλης δὲ σαφῶς τὰ βαρύτερα μέχρι τοῦ μέσου ὠθεῖν φησιν, ἀλλ’ οὐχ ὑπερωθεῖν τοῦ μέσου. τὸ οὖν λεγόμενόν ἐστιν, ὅτι τὸ πλέον τὸ πρὸ αὐτοῦ ἔλαττον προωθεῖ καὶ τοῦτο ἄχρι τοῦ μέσου. συμβαίνει οὖν ὁ προωθισμὸς ἄλλου ἄλλο ὠθοῦντος καὶ συμπιλοῦντος τῶν παρ’ ἑκατέρου συγχωρούντων, ὡς εἶπε, καὶ ὀγκουμένων διὰ τὴν στενοχωρίαν· οὕτω γὰρ εἰς μίαν ἐπιφάνειαν καθίσταται. ἀλλὰ καὶ τὸ ἐξέχον ἀεὶ καὶ πορρώτερον τοῦ κέντρου γενόμενον σπουδάζον αὐτῷ πλησιάζειν ἐπικαταφέρεται τῷ κοιλοτέρῳ, καὶ οὕτως ἡ σφαίρωσις γίνεται. Καὶ διὰ τῆς καθ’ ὑπόθεσιν οὖν γενέσεως τῆς γῆς τὴν σφαίρωσιν αὐτῆς ἐνδειξάμενος καὶ ὅτι τὸ μέσον αὐτῆς πανταχόθεν ἴσον ἀπέχει τῶν περάτων, ἀπορίαν ἐπάγει τινὰ ἀπὸ τῶν κεντροβαρικῶν παρὰ τοῖς μηχανικοῖς λεγομένων ἀναφυομένην.3 τὰ μὲν οὖν κεντροβαρικά, οἷα πολλὰ καὶ χαριέστατα ὅ τε Ἀρχιμήδης καὶ ἄλλοι γεγράφασι πολλοί, σκοπὸν ἔχει, πῶς τοῦ δοθέντος βάρους τὸ κέντρον εὑρεθείη, τουτέστι σημεῖόν τι ἐπὶ τοῦ σώματος, ἀφ’ οὗ σπάρτου τινὸς ἐξαφθείσης μετεωριζόμενον ἀκλινὲς ἔσται τὸ σῶμα· δῆλον δέ, ὅτι οὐ πάντως τὸ αὐτὸ ἔσται μέσον τοῦ τε μεγέθους καὶ τοῦ βάρους.
“它必然具有球形”至“正是依照这条论证,它的形状必然是球形的”。 关于大地是球形的,他通过五个论证来证明,其中第一个论证是他在预先假定了大地的各个部分依本性运动直至中心之后予以证明的;因为他通过“直至中心都具有重量”所表达的就是这个意思;因为具有重量并依重量运动之物,若不受阻碍,都会一直运动到宇宙的中心。当所有部分都倾向中心,且较小的部分由于较大的部分始终向着中心具有更强的倾向而被推动和压挤,并且从各个方向彼此让位时,球形便由此生成,正如在被塑造成球形的蜡中,突出的部分总是被推向中心。接着,他也纠正了我们的想象,即把一个部分放置在另一个部分之上达到很高的高度,直到它偏离了冲向中心的势头而被运送到了别处的想象;因为他说“它并不翻涌”,也就是说并不隆起直至溢出;因为无论推动者还是被推动者,除了朝向中心之外都没有朝向其他任何方向的倾向。或者他说“不可能翻涌”,是用以代替“较少者退让并与较多者发生互换替代”;因为流体经受这种现象,而在大地的各个部分中,较小者更多地是被较大者压迫并共同模塑,或者彼此让位,直到更重者到达中心,而不会像波浪那样隆起并溢出。 为了使所言之事变得明朗,他假定大地正处于生成之中,正如某些自然学家自己也通过生成来指明宇宙中先者与后者的排列一样;但是那些人将原因归咎于漩涡,称大地是受强力被运送到中心的,而更好且更真实的说法则是,这是由于具有重量之物依本性具有向中心运送的倾向而发生的。因此假定大地一度与其余事物相混杂,随后被分离,正如阿那克萨戈拉似乎主张的那样,由潜在转为现实地生成并向中心运送,那么如果相等的重物从四面八方的极限处向着作为单一的中心运送,由于各处添加的是相等之物,其极限与中心等距就是必然的;而这种形状就是球形的。即使大地的各个部分并不是从四面八方同样地向中心聚集,而是某处较多,某处较少,同样的事情也会发生;因为即使这样,形状也必然成为球形;因为在添加变得更大的地方,随着重量依此增加,位于其下方作为较少且较轻的部分就会被较重者挤出,直到较轻的部分被较重者挤出而在中心的另一侧聚集起来,在同样冲向中心的势头中与推动它们的部分达到平衡。 亚历山大也是这样解释的,这并不是因为他认为有任何重量在被推动时会越过中心;因为离开中心之物显然是朝向上方运动的,而推动它的东西也就是在向上推它;那么更重之物又如何能依本性向上推挤呢?因为完全到达中心之物,根本不再保留任何用以推动的重量。而且亚里士多德也清楚地说,更重之物推动直至中心,但并非推到中心之外。因此所说的意思是,较多者向前推动在其前方的较少者,并且这一直推至中心。因此,当一者推动并紧实地压缩另一者,而两侧部分如他所说的那样退让并由于狭隘而隆起时,这种向前推进便发生了;因为这样一来它就被整平成单一的表面。此外,那始终突出且离中心更远的部分在努力接近中心的过程中,也会倾落到更为凹陷的部分之上,球形化便由此产生。 于是,在通过假想的大地生成指明了它的球形化、以及它的中心从四面八方与边界等距之后,他又提出了一个由机械学家中所说的关于重心之理论引起的疑难。关于重心的论著(阿基米德和其他许多人都撰写过许多极其优美的此类论著),其目的在于如何能够求得给定重量的重心,也就是物体上的某一个点,从该点系上一根绳子将物体悬空挂起时,物体将保持不倾斜;而显然,大小的中心与重量的中心绝非在任何情况下都是相同的。
- 2.65ὧν τὸ πρῶτον ἀποδείκνυσι προλαβών, ὅτι τὰ τῆς γῆς μόρια μέχρι τοῦ μέσου πέφυκε κινεῖσθαι
部分属格关系代名词 ὧν 指代前文的 πέντε ἐπιχειρημάτων(“在这五个论证中,第一个……”)。不定过去时分词 προλαβών 作主要动词 ἀποδείκνυσι 的伴随修饰语(表先行动作),意为“预先设定/假定之后”。
- 2.65ἢ τὸ οὐχ οἷόν τε κυμαίνειν εἶπεν ἀντὶ τοῦ ὑποχωρεῖν καὶ ἀντιπερίστασθαι τῷ πλείονι τὸ ἔλαττον
在由 ἀντὶ τοῦ 引导的冠词不定式短语 ὑποχωρεῖν καὶ ἀντιπερίστασθαι 中,τὸ ἔλαττον 是不定式的宾格逻辑主语,而 τῷ πλείονι 则是与格补足语(“较少者向较多者退让并相互替代”)。这是用另一种表述来解释亚里士多德原文用语的句式。
- 2.65ἀπορίαν ἐπάγει τινὰ ἀπὸ τῶν κεντροβαρικῶν παρὰ τοῖς μηχανικοῖς λεγομένων ἀναφυομένην
分词短语 ἀναφυομένην 修饰直接宾语 ἀπορίαν τινά,介词短语 ἀπὸ τῶν κεντροβαρικῶν 夹在其中构成框架结构。παρὰ τοῖς μηχανικοῖς λεγομένων 修饰实质化的中性复数 τῶν κεντροβαρικῶν(“在机械学者中所论及的关于重心的学说/论题”)。
