← 辛普里丘

亚里士多德《论天》注释

§540.22-542.10

大地居中静止之原因与天文学证据之考察

辛普里修阐明由于大地的各部分具有朝向中心汇聚的单一自然位移,大地整体留在中心乃是必然(296b26),随后注疏了支持大地居中且不动的诸天文学证据(297a2),讨论了星辰视大小、月食以及庞托斯的赫拉克利特的假说与托勒密的驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.63

" Πρὸς δὲ τούτοις δῆλον ἐκ τῶν εἰρημένων τὸ αἴτιον ἕως τοῦ ἀναγκαῖον μένειν αὐτὴν ἐπὶ τοῦ μέσου." Δείξας, ὅτι ἐπὶ τοῦ μέσου ἠρεμεῖ ἡ γῆ, ἐφεξῆς καὶ τὴν αἰτίαν διδάσκει, δι’ ἣν ἠρεμεῖ, ὅτι οὔτε διὰ τὸν ὑποκείμενον ἀέρα οὔτε διὰ τὴν δίνην, ἀλλ’ ὅτι κατὰ φύσιν ἐστὶν αὐτῇ τὸ μένειν ἐπὶ τοῦ μέσου. ὁ δὲ λόγος ἐστὶ τοιοῦτος· εἰ φύσει φέρεται τὰ μόρια αὐτῆς πάντοθεν πρὸς τὸ μέσον, ὥσπερ φαίνεται, διότι καὶ τὸ πῦρ ἀπὸ τοῦ μέσου πρὸς τὸ ἔσχατον, ἀδύνατον ἐνεχθῆναι ὁτιοῦν μόριον αὐτῆς ἀπὸ τοῦ μέσου μὴ βιασθέν· οὐ γὰρ δυνατὸν φύσει καὶ ἀπὸ τοῦ μέσου καὶ ἐπὶ τὸ μέσον φέρεσθαι, διότι μία φορὰ κατὰ φύσιν τοῦ ἑνὸς σώματος καὶ ἁπλῆ τοῦ ἁπλοῦ, ἀλλ’ οὐχ αἱ ἐναντίαι· ἡ δὲ ἀπὸ τοῦ μέσου τῇ ἐπὶ τὸ μέσον ἐναντία· ὥστε, εἰ ἡ ἐπὶ τὸ μέσον κατὰ φύσιν ἐστίν, ἡ ἀπὸ τοῦ μέσου οὐκ ἂν εἴη κατὰ φύσιν, ἀλλ’, εἴπερ ἄρα, βίᾳ. εἰ οὖν ἀδύνατον ὁτιοῦν μόριον ἐνεχθῆναι ἀπὸ τοῦ μέσου κατὰ φύσιν, καὶ τὴν ὅλην ἀδυνατώτερον. εἰ οὖν κατὰ φύσιν ἐπὶ τὸ μέσον φέρεται, ἀδύνατον ἀπὸ τοῦ μέσου κατὰ φύσιν φέρεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀναγκαῖον μένειν αὐτὴν ἐπὶ τοῦ μέσου. ἀλλὰ μὴν τὸ ἡγούμενον ἀληθὲς τὸ κατὰ φύσιν τὰ μόρια τῆς γῆς πανταχόθεν πρὸς τὸ μέσον φέρεσθαι· καὶ τὸ λῆγον ἄρα ἀληθὲς τὸ κατὰ φύσιν μένειν αὐτὴν ἐπὶ τοῦ μέσου·1 αὕτη ἄρα αἰτία τοῦ μένειν ἐπὶ τοῦ μέσου τὴν γῆν τὸ πεφυκέναι οὕτω, καὶ ἄλλην οὐ χρὴ ζητεῖν.

“除这些之外,从所言之事中原因也是清楚的”至“它必然留在中心”。 在指明了大地在中心处于静止之后,他紧接着讲授了它得以静止的原因:不是由于下方的空气,也不是由于漩涡,而是由于留在中心对它而言是合乎本性的。其论证如下:如果它的各个部分,正像显而易见的那样,从四面八方依本性被运送向中心(因为火也是从中心被运送向极限处),那么它的任何一个部分若非遭受强力,都不可能从中心被运送开去;因为依本性既从中心又向中心被运送是不可能的,原因在于一个物体只有一种合乎本性的位移,单纯物体只有单纯的位移,而不能有相反的位移;而从中心开去的位移与向中心的位移是相反的;因此,如果向中心的位移是合乎本性的,那么从中心开去的位移就不会是合乎本性的,而即使有,也是出于强力。那么,如果任何一个部分依本性从中心被运送开去都是不可能的,整体的大地[如此]就更加不可能。因此,如果它依本性被运送向中心,依本性从中心被运送开去就是不可能的;而如果这是不可能的,它留在中心就是必然的。然而前件是真实的,即大地的各个部分从四面八方依本性被运送向中心;因此后件也是真实的,即它留在中心是合乎本性的;因此,大地留在中心的原因就在于它依本性如此,而不应当寻求别的原因。

§2.64

"Μαρτυρεῖ δὲ τούτοις ἕως τοῦ τοσαῦτα εἰρήσθω περὶ αὐτῆς." Τοῦ τὴν γῆν ἐπὶ τοῦ μέσου κεῖσθαι καὶ ἠρεμεῖν μαρτύριον φέρει τὸ καὶ τοὺς ἀστρολόγους δεικνύναι τὰ φαινόμενα περὶ τὸν οὐρανὸν οὕτως συμβαίνειν ὡς ἐπὶ τοῦ μέσου τῆς γῆς2 κειμένης καὶ ἠρεμούσης. τὸ δὲ ἑξῆς τῆς λέξεως τοιοῦτον· τὰ φαινόμενα μεταβαλλόντων τῶν σχημάτων, οἷς ὥρισται τῶν ἄστρων ἡ τάξις, συμβαίνει ὡς ἐπὶ τοῦ μέσου κειμένης τῆς γῆς· ἡ γὰρ τάξις τῶν ἄστρων κατὰ τοὺς σχηματισμοὺς ὥρισται τοὺς κατὰ τὰς κινήσεις γινομένους. εἰ γὰρ μὴ μέση τοῦ οὐρανοῦ ἦν ἡ γῆ, τῶν ἀστέρων ἀνατολικῶν γινομένων, εἶτα ἐπὶ τοῦ μεσημβρινοῦ καὶ τελευταῖον πρὸς δυσμὰς οὐκ ἂν τὰ μεγέθη τῶν αὐτῶν ἀεὶ ἴσα ἐφαίνετο, ἀλλ’ εἰ μὲν πρὸς δυσμὰς ἡ γῆ παρεκεχωρήκει, μείζονα ἐφαίνετο τὰ αὐτὰ δύνοντα ἤπερ ἀνατέλλοντα, εἰ δὲ πρὸς ἀνατολάς, τοὐναντίον, καὶ τὰ μεταξὺ αὐτῶν διαστήματα ὁμοίως. οὐδ’ ἂν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτην εἶχον τάξιν τῶν σχηματισμῶν, ὥστε κατὰ τὴν 〈κατὰ〉 διάμετρον αὐτῆς ἀεὶ πρὸς τὸν ἥλιον στάσιν ἀποτελεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς ἐλάττοσι τοῦ ἡμικυκλίου διαστήμασι. τοῦτο δὲ ἂν συνέβαινε, καὶ εἰ μεταβατικὴν ἐποιεῖτο κίνησιν ἡ γῆ· εἰ δὲ κύκλῳ περὶ τὸ κέντρον, ὡς Ἡρακλείδης ὁ Ποντικὸς ὑπετίθετο, τῶν οὐρανίων ἠρεμούντων,3 εἰ μὲν πρὸς δύσιν, ἐκεῖθεν ἂν ἐφάνη τὰ ἄστρα ἀνατέλλοντα, εἰ δὲ πρὸς ἀνατολάς, εἰ μὲν περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους, οὐκ ἂν ἀπὸ διαφόρων ὁρίζοντος τόπων ὁ ἥλιος καὶ οἱ ἄλλοι πλάνητες ἀνέτελλον, εἰ δὲ περὶ τοὺς τοῦ ζῳδιακοῦ, οὐκ ἂν οἱ ἀπλανεῖς ἀπὸ τῶν αὐτῶν ἀεὶ τόπων ἀνέτελλον, ὥσπερ νῦν· εἴτε δὲ περὶ τοὺς τοῦ ἰσημερινοῦ εἴτε περὶ τοὺς τοῦ ζῳδιακοῦ, πῶς ἂν ἐσώθη τῶν πλανωμένων ἡ εἰς τὰ ἑπόμενα ζῴδια μετάβασις ἀκινήτων τῶν οὐρανίων ὄντων; ὃ δὴ λέγει καὶ ὁ Πτολεμαῖος, ὅτι πάντα ἂν τὰ μὴ βεβηκότα μίαν ἀεὶ τὴν ἐναντίαν τῇ γῇ κίνησιν ἐφαίνετο ποιούμενα, καὶ οὔτ’ ἂν νέφος ποτὲ ἐδείκνυτο παροδεῦον πρὸς ἀνατολὰς οὔτε ἄλλο τι τῶν ἱπταμένων ἢ βαλλομένων φθανούσης ἀεὶ πάντα τῷ τάχει τῆς γῆς, εἴπερ τοσαύτην ἐν βραχεῖ χρόνῳ ποιεῖται τὴν ἀποκατάστασιν. Συμπερανάμενος δὲ τὰ εἰρημένα περί τε τῆς θέσεως τῆς γῆς, ὅτι ἐν τῷ μέσῳ, καὶ περὶ τῆς μονῆς καὶ κινήσεως, ὅτι μένει καὶ οὐ κινεῖται, ἐφεξῆς ἐπὶ τὸν περὶ τοῦ σχήματος μεταβαίνει λόγον.

“给这些作证的是”至“关于它就说这么多吧”。 作为大地位于中心并处于静止的证据,他提出天文学家也表明,有关天空的现象乃是在仿佛大地位于中心并处于静止的条件下发生的。文句的次序如下:随着界定星辰秩序的那些构型发生改变而显现的现象,是在仿佛大地位于中心的情况下发生的;因为星辰的秩序是根据其运动中产生的构型来界定的。因为如果大地不在天空的中心,当星辰出现在东方、随后位于子午线上、最后朝向西方时,相同星辰的视大小就不会总是显得相等;相反,如果大地偏向西方,相同的星辰下落时就会显得比升起时更大,而如果偏向东方,则情况相反,它们之间的间距也是如此。月食也不会具有这样一种构型秩序,以致总是在它与太阳处于正相对立的位置时完成,而是在小于半圆的间距下也会发生。而如果大地作平移运动,这种情况也会发生;但如果如庞托斯的赫拉克利德斯所假定,是在中心周围作圆周运动而天体保持静止,那么如果朝向西方运动,星辰就会显得从那里升起;但如果朝向东方,若是围绕赤道两极运动,太阳和其他行星就不会从地平线的不同位置升起,若是围绕黄道两极,恒星就不会像现在这样总是从相同的位置升起;而无论是围绕赤道的〔两极〕还是围绕黄道的〔两极〕,如果天体是不动的,行星向后继黄道星座的移行又如何能够得到保全?这也正是托勒密所说的:一切未踏立在地面上的东西都会显得总在作与大地相反的单一运动,绝不会看到云彩向东漂移,也不会看到任何其他飞翔或抛掷之物[向东飞行],因为如果大地在短时间内完成如此巨大的复归运动,它就会以其速度始终领先于万物。在总结了关于大地的位置(即在中心)以及关于其停留与运动(即它停留而不运动)的论述之后,他紧接着转向关于其形状的讨论。

语法注3 条
  1. 2.63ἀλλὰ μὴν τὸ ἡγούμενον ἀληθὲς τὸ κατὰ φύσιν τὰ μόρια τῆς γῆς πανταχόθεν πρὸς τὸ μέσον φέρεσθαι· καὶ τὸ λῆγον ἄρα ἀληθὲς τὸ κατὰ φύσιν μένειν αὐτὴν ἐπὶ τοῦ μέσου

    小品词连用 ἀλλὰ μήν 在假言三段论(肯定前件式)中引入小前提(肯定前件),而 ἄρα 引出结论(后件为真)。在 τὸ ἡγούμενον(前件)与 τὸ λῆγον(后件)之后带中性定冠词的不定式短语(τὸ ... φέρεσθαι 与 τὸ ... μένειν)分别作为同位语,指明具体命题的内容。

  2. 2.64τὰ φαινόμενα μεταβαλλόντων τῶν σχημάτων, οἷς ὥρισται τῶν ἄστρων ἡ τάξις, συμβαίνει ὡς ἐπὶ τοῦ μέσου κειμένης τῆς γῆς

    对亚里士多德原句复杂语序的梳理。主语为 τὰ φαινόμενα,主动词为 συμβαίνει;中间插入了属格独立结构 μεταβαλλόντων τῶν σχημάτων(及其限定关系从句 οἷς ... ἡ τάξις),句末带有比况副词 ὡς 的属格独立结构 ὡς ἐπὶ τοῦ μέσου κειμένης τῆς γῆς 修饰动词 συμβαίνει。

  3. 2.64εἰ δὲ κύκλῳ περὶ τὸ κέντρον, ὡς Ἡρακλείδης ὁ Ποντικὸς ὑπετίθετο, τῶν οὐρανίων ἠρεμούντων

    非真实条件句(过去直说语气)的省略结构。根据上下文省略了动词 ἐκινεῖτο ἡ γῆ,意为“如果[大地]在天体保持静止的同时围绕中心作圆周运动”。其后引出的结论部分根据旋转方向(向西/向东)与转轴(天赤道极/黄道极)的不同组合展开了多层嵌套假定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:540.22-542.10