- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:531.32-533.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在《论天》295b10中对将大地静止归因于对称/相似性(柏拉图与阿那克西曼德)之说的考察与反驳,阐明静止的原因并非几何对称,而是元素依本性朝向固有场所的运动及其固有亲和性。
" Εἰσὶ δέ τινες, οἳ διὰ τὴν ὁμοιότητά φασιν αὐτὴν μένειν ἕως τοῦ σχεδὸν ταῦτά ἐστι." Ταύτης μὲν οὖν τῆς δόξης καὶ Πλάτων ἐστίν, ἐν οἷς ἐν Φαίδωνι λέγει ‘ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδὲ ἧττον οὐδαμόσε κλιθῆναι.” ἀλλ’ ὅ γε Ἀριστοτέλης εὑρὼν προειλημμένην αὐτὴν ὑπὸ Ἀναξιμάνδρου ἐμμελέστερον οἴεται τὸ τοῦτον ἐλέγχειν τοῦ ἀντιλέγειν πρὸς Πλάτωνα1 ἤ, ὡς φησί τις τῶν διιστώντων τοὺς φιλοσόφους, ἐπειδὴ ἀνωτέρω ἴλλεσθαι καὶ κινεῖσθαι τὴν γῆν ἔφη λέγειν τὸν Πλάτωνα περὶ τὸν διὰ παντὸς τεταμένον πόλον, διὰ τοῦτο τὴν περὶ τῆς μονῆς δόξαν οὐκ ἀνήγαγεν εἰς τὸν Πλάτωνα. ὁ δὲ Ἀλέξανδρος, διὰ τοῦ εἰπεῖν, φησίν, ὥσπερ τῶν ἀρχαίων Ἀναξίμανδρος ἐδήλωσεν ὡς καὶ ἄλλων ὄντων οὐκ ἀρχαίων ταύτης τῆς δόξης· ἢ καὶ ἄδηλον, φησίν, ὅσον ἐπὶ τῇ λέξει ταύτῃ, πότερον καὶ ἠρεμεῖ ἐν τῷ μέσῳ οὖσα ἢ μένει μὲν ἐν τῷ μέσῳ διά τὴν ἰσορροπίαν τὴν οἰκείαν καὶ τὴν τοῦ περιέχοντος ὁμοιότητα, μένουσα δὲ ἴλλεται καὶ κινεῖται περὶ τὸν διὰ παντὸς πόλον τεταμένον; Ἀναξιμάνδρῳ δὲ ἐδόκει καὶ διὰ τὸν ἀέρα τὸν ἀνέχοντα μένειν ἡ γῆ καὶ διὰ τὴν ἰσορροπίαν καὶ ὁμοιότητα. πρὸς ταύτην τοίνυν ἀντειπεῖν τὴν δόξαν προθέμενος τὸν συνιστῶντα αὐτὴν πρῶτον λόγον, ὥσπερ εἴωθεν, ἐκτίθεται. τὸ γὰρ ἐπὶ τοῦ μέσου ἱδρυμένον καὶ ὁμοίως πρὸς τὰ ἔσχατα ἔχον διά τε τὴν ἑαυτοῦ πανταχόθεν ἰσορροπίαν καὶ ὁμοιότητα αὐτοῦ τε καὶ τοῦ περιέχοντος οὐθὲν μᾶλλον ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια προσήκει φέρεσθαι· ἀλλὰ καὶ ἅμα εἰς τὰ ἐναντία ποιεῖσθαι τὴν κίνησιν ἀδύνατόν ἐστιν· εἰ οὖν μήτε ἅμα μήτε παρὰ μέρος κινεῖσθαι ταύτην δυνατόν, ἀνάγκη ἠρεμεῖν. τοῦτον οὖν τὸν λόγον κομψῶς μὲν εἰρῆσθαί φησι, τουτέστι πιθανῶς, οὐκ ἀληθῶς δέ· τὸ γὰρ ὁμοίως ἔχειν πρὸς τὰ ἔσχατα οὐκ ἔστιν ἴδιον τῆς γῆς, ἀλλὰ καὶ πυρὶ καὶ τοῖς ἄλλοις στοιχείοις ὑπάρχει· καὶ τούτων γὰρ ἕκαστον διά τε τὴν ἑαυτοῦ καὶ τὴν τοῦ περιέχοντος ὁμοιομέρειαν ὁμοίως ἔχει πρὸς αὐτό· ὥστε κατὰ τοῦτον τὸν λόγον ἀναγκαῖον, ὃ ἂν τεθῇ ἐπὶ τοῦ μέσου, μένειν· ὥστε καὶ τὸ πῦρ τεθὲν ἐπὶ τοῦ μέσου ἠρεμήσει. οὕτως οὖν ἀντιπαραστὰς πρὸς τὸν λόγον καὶ συγχωρήσας τὴν ἀρχὴν αἰτίαν εἶναι τὴν ὁμοιότητα ἐλέγχει αὐτὸν ἐκ τοῦ καὶ τοῖς ἄλλοις αἰτίαν ὀφείλειν τοῦ αὐτοῦ γίνεσθαι καὶ τότε λοιπὸν ἐνίσταται, ὅτι οὐκ ἀναγκαῖον τῆς μονῆς τὴν ὁμοιότητα αἰτίαν εἶναι, ἀλλ’ ἐκεῖνο μᾶλλον, ὃ καὶ τῆς φορᾶς αἴτιόν ἐστι τῆς πρὸς τὸ μέσον· οὐ γὰρ μόνον φαίνεται μένουσα ἐπὶ τοῦ μέσου, ἀλλὰ καὶ φερομένη πρὸς τὸ μέσον. εἶτα, ἐπειδὴ τῇ αἰσθήσει οὐ φαίνεται ἡ ὅλη γῆ φερομένη πρὸς τὸ μέσον, κατεσκεύασεν αὐτὸ διὰ τοῦ ὅπου γὰρ ὁτιοῦν φέρεται μόριον αὐτῆς, ἀναγκαῖον ἐνταῦθα φέρεσθαι καὶ τὴν ὅλην ὁμοιομερῆ οὖσαν. ἀλλὰ μήν, ὅπου φέρεταί τι κατὰ φύσιν, καὶ μένει ἐνταῦθα κατὰ φύσιν· τοῦτο γὰρ δέδεικται πρότερον. εἰ οὖν τὸ μὲν ὁμοίως ἔχειν πρὸς τὰ ἔσχατα κοινὸν καὶ τοῖς ἄλλοις στοιχείοις ἐστί, τὸ δὲ κατὰ φύσιν πρὸς τὸ μέσον φέρεσθαι τῆς γῆς ἴδιον, τοῦτο ἂν εἴη αἴτιον, ἡ πρὸς τὸ μέσον συγγένεια, δι’ ἣν καὶ φέρεται πρὸς τὸ μέσον καὶ μένει ἐν τῷ μέσῳ, καὶ οὐχὶ ἡ ὁμοιότης. Καὶ τοῦτο δέ, φησίν, ἄτοπον ποιοῦσιν οἱ περὶ τῆς μονῆς τῆς γῆς ζητοῦντες τὸ περὶ μὲν ταύτης ζητεῖν, διὰ τί ποτε μένει ἡ γῆ ἐπὶ τοῦ μέσου, τὸ δὲ πῦρ μὴ ζητεῖν διὰ τί ἐπὶ τοῦ ἐσχάτου μένει· κατὰ γὰρ τοῦ κοινοῦ τὸ μένει·2 ὁδὸς γὰρ ἦν αὐτοῖς καὶ ἐπὶ τὴν περὶ τῆς γῆς εὕρεσιν αὕτη. εἰ γὰρ εὕροιεν, ὅτι κατὰ φύσιν τοῦτο τῷ πυρὶ τὸ ἐπὶ τοῦ ἐσχάτου μένειν, δῆλον, ὅτι ἀναγκαῖον εἶναι καὶ τῇ γῇ φύσει τινὰ τόπον,3 ἐν ᾧ μένει· εἰ δὲ μὴ τῷ πυρὶ κατὰ φύσιν ἐστὶν ὁ ἔσχατος τόπος, οὐδὲ τῇ γῇ ἂν εἴη κατὰ φύσιν ὁ μέσος, καὶ τότε, εἰ ἄρα, ἐχρῆν τὴν ἀνάγκην τῆς ὁμοιότητος αἰτιᾶσθαι.
“也有一些人说由于对称(无差别性)它才保持静止,直至,大致就是这些了。” 因此,柏拉图也持这种看法,在《斐多篇》中他说:“因为一个处于平衡状态之物被置于某种相似之物的中心,将没有任何理由向任何方向倾斜得更多或更少。”但亚里士多德发现这一观点已由阿那克西曼德预先提出,便认为反驳后者比反驳柏拉图更为得体;或者,正如那些挑起哲学家之间对立的人之一所说,既然他先前曾说柏拉图主张大地围绕贯穿全体而延展的轴卷绕和运动,正是因此他才没有将关于静止的看法归到柏拉图身上。然而亚历山大说,通过说“正如古人中的阿那克西曼德”,他表明了还有非古人的其他人也持这种看法;或者他又说,就这一措辞而言,尚不清楚大地究竟是在中心也保持静止,还是由于其固有的平衡以及包围它的事物的相似而在中心留存,但留存的同时又围绕贯穿全体而延展的轴卷绕和运动?而在阿那克西曼德看来,大地之所以留存,既是由于承托着它的空气,也是由于平衡与相似。于是,打算反驳这一看法的他,如其惯常那样,首先陈述了确立该看法的论证。因为被确立在中心且相对于各极限处于相同状态之物,由于其自身在各个方向上的平衡,以及其自身与包围它的事物的相似,绝无理由更多地向上运移,而非向下或向侧方运移;而且在同一时间朝相反方向运动也是不可能的;因此,如果它既不可能在同一时间运动,也不可能依次运动,它就必然保持静止。因此他说,这一论证表述得固然巧妙——即具有说服力——但并不真实;因为相对于极限处于相同状态并非大地所特有,而是火与其他元素同样具备的;因为它们中的每一者由于其自身以及包围它的事物的同质性,相对于它〔包围它的事物〕同样处于相同状态;因此按照这一论证,凡被置于中心者就必然留存;从而火若被置于中心也将保持静止。于是,通过这种方式直面该论证,并在开始时让步承认相似是原因,他根据相似对于其他元素也应当成为同一结果的原因这一点反驳了它,并在此之后最终提出异议:相似并非留存的必然原因,而更应当是那个作为朝向中心运移的原因之物;因为大地不仅显现为留存在中心,而且显现为朝向中心运移。接着,由于整个大地朝向中心运移并未被感觉所观察到,他便通过如下事实论证了这一点:因为其任何部分朝向何处运移,整个同质的大地必然也朝向何处运移。然而,凡事物依本性朝向何处运移,它也依本性留存在何处;因为这一点先前已被证明。因此,如果相对于极限处于相同状态对其他元素而言也是共通的,而依本性朝向中心运移唯独是大地所特有的,那么正是这一朝向中心的亲和性——因其既朝向中心运移又在中心留存——构成了原因,而非相似。他说,探究大地留存的人们做了一件荒谬的事:关于大地,他们探究究竟为何大地留存在中心,关于火,却不探究为何它留存在极限处;因为“留存”是共通〔理解〕的;因为这原本也是他们发现关于大地之理的一条道路。因为如果他们发现留存在极限处对火而言是依本性的,显然大地也必然具有某个依本性的、它留存其中的场所;但如果极限场所对火而言并非依本性的,那么中心场所对大地而言也不会是依本性的,唯有在那种情况下,若真如此,才应当将原因归咎于相似的必然性。
- 2.61ἐμμελέστερον οἴεται τὸ τοῦτον ἐλέγχειν τοῦ ἀντιλέγειν πρὸς Πλάτωνα
ἐμμελέστερον为中性单数谓语形容词(省略了εἶναι)。主语是带冠词不定式τὸ τοῦτον ἐλέγχειν(“反驳他[阿那克西曼德]”),而τοῦ ἀντιλέγειν πρὸς Πλάτωνα(“反驳柏拉图”)则作为比较属格与前者相对比。
- 2.61κατὰ γὰρ τοῦ κοινοῦ τὸ μένει
κατὰ τοῦ κοινοῦ为语法与注疏术语表达(相当于ἀπὸ κοινοῦ),表示某词在前后分句中“共通理解/承前省并”(省略了ἀκούεται或λαμβάνεται;亚里士多德原文295b31后一分句省略了μένει)。主语τὸ μένει则是通过中性单数冠词τὸ将动词现在时第三人称单数定式形式μένει进行名词化和引用。
- 2.61δῆλον, ὅτι ἀναγκαῖον εἶναι καὶ τῇ γῇ φύσει τινὰ τόπον
虽然δῆλον ὅτι经常作为副词短语“显然”使用,但此处结构为主句δῆλον [ἐστιν]后接ὅτι从句,而从句的谓语并未采用直陈式定式动词,而是采用了不定式εἶναι,构成了与间接引语的带宾格不定式结构的混杂用法。
