← 辛普里丘

亚里士多德《论天》注释

§533.14-534.30

对因相似性而静止之说的反驳

辛普里丘探讨了亚里士多德所引用的相似性论证的虚构性质(受强力拉伸的毛发以及同等饥渴之人),指出因相似而保持静止并非本质原因而仅仅是偶性为真,并通过火若置于中心将按比例向四周分散的现象对该论证予以反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.61#2

καίτοι πλασματώδης ὁ λόγος καὶ ὅμοιος ἐκείνῳ τῷ περὶ τῆς τριχός· λέγουσι γὰρ οἱ σοφισταί, ὅτι, ἐὰν θρὶξ ὁμοιομερὴς οὖσα ἰσχυρῶς ταθῇ καὶ ὁμοία γένηται δι’ ὅλης ἡ τάσις, οὐ ῥαγήσεται· τί γὰρ μᾶλλον κατὰ τόδε τὸ μέρος ἢ τόδε1 τῆς τε τριχὸς ὁμοίας οὔσης κατὰ πάντα τὰ μέρη καὶ τῆς τάσεως αὐτῆς ὁμοίας γινομένης; ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πεινῶντος καὶ διψῶντος σφόδρα, ὁμοίως δὲ ἑκάτερον, καὶ ὁμοίως ἐνδέοντος τροφῆς τε καὶ πόματος καὶ διὰ τοῦτο ὁμοίως ὀρεγομένου· καὶ τοῦτον γὰρ ἠρεμεῖν ἀναγκαῖον ἐπὶ μηδέτερον κινούμενον. διὰ τί γὰρ ἐπὶ τόδε πρῶτον, ἀλλὰ μὴ ἐπὶ τόδε, ὁμοίας οὔσης τῆς τε ἐνδείας καὶ τῆς ὀρέξεως; εἰ οὖν μὴ κατὰ φύσιν οἱ τόποι, ἀλλὰ διὰ τὴν ἀνάγκην τῆς ὁμοιότητος μένει ἡ γῆ, ὅπερ ὅμοιόν ἐστι τοῖς εἰρημένοις πλάσμασι,2 ζητητέον αὐτοῖς περὶ τῆς τοῦ πυρὸς ἐν τῷ ἄνω μονῆς. εἰ γὰρ μὴ κατὰ φύσιν μένει, ἄπορος ὁ λόγος καὶ τοῦ περὶ τῆς γῆς ἀπορώτερος, εἴπερ μὴ ἔστιν ἐπὶ τούτου τὴν ὁμοιότητα αἰτιάσασθαι· εἰ δὲ κατὰ φύσιν, καὶ τῆς γῆς ἂν εἴη τὸ αὐτὸ αἴτιον. θαυμαστὴ δὲ ἡ τῶν παραδειγμάτων τῆς ὁμοιότητος εὐπορία μετὰ σκωπτικῆς χάριτος· δῆλον δέ, ὅτι διαρρήγνυται ἡ θρίξ· πλάσμα γὰρ τὸ οὕτως ὁμοιομερῆ αὐτὴν ὑποθέσθαι· ἀλλὰ καὶ ἡ ὁμοία τάσις ἀδύνατος τῶν ἄκρων καὶ τοῦ μέσου. ἐπὶ δὲ τοῦ ἑτέρου παραδείγματος, κἂν ἴσον ἀπέχῃ, κατεπείγει μᾶλλον τὸ δίψος· εἰ δὲ μηδὲν μᾶλλον τοῦτο ἢ ἐκεῖνο κατεπείγει, ὁπότερον ἂν τύχῃ, αἱρήσεται, ὡς δύο ὄψων ἡδέων προκειμένων ὁμοίως, ὅπερ ἂν τύχῃ, πρῶτον ἀναιρούμεθα· ἡ γὰρ ὁμοιότης οὐ παντελῶς κωλύει τὴν αἵρεσιν, ἀλλ’ ἀργοτέραν ποιεῖ τὴν ἐπιδρομὴν ὑπὸ τοῦ ἑτέρου περισπωμένην. Θαυμαστὸν δέ, φησί, καὶ τὸ περὶ μὲν τῆς μονῆς τῆς γῆς ζητεῖν, περὶ δὲ τῆς φορᾶς μὴ ζητεῖν, διὰ τίνα αἰτίαν τὸ μὲν ἄνω φέρεται, τὸ δὲ ἐπὶ τὸ μέσον, μηδενὸς κωλύοντος· ἡ γὰρ εὕρεσις τῆς τοῦ μένειν αἰτίας ἀκολουθεῖ τῇ περὶ τῆς κινήσεως, ὥσπερ καὶ ἀνάπαλιν· συνυπάρχουσι γὰρ ἀλλήλαις. δείξας δὲ πρότερον, ὅτι πρὸς τὴν τῆς γῆς μονὴν οὐκ ἔστιν ἀναγκαῖος ὁ ἀπὸ τῆς ὁμοιότητος λόγος ἄλλης οὔσης αἰτίας προχειροτέρας τῆς τοῦ κατὰ φύσιν· εἰ γὰρ φέρεται κατὰ φύσιν πρὸς τὸ μέσον, δῆλον, ὅτι καὶ μένει κατὰ φύσιν· νῦν δείκνυσιν, ὅτι οὐδὲ ἀληθὲς ὅλως ἐστὶ καθ’ αὑτὸ τὸ λεγόμενον, ἀλλὰ κατὰ συμβεβηκὸς ἀληθὲς τὸ ἀναγκαῖον μένειν ἐπὶ τοῦ μέσου πᾶν, ᾧ μηδὲν μᾶλλον δεῦρο ἢ δεῦρο κινεῖσθαι προσήκει· ᾧ γὰρ κατὰ φύσιν ἐστὶ τὸ μένειν ἐπὶ τοῦ μέσου, τούτῳ ἀνάγκη μένειν ἐπὶ τοῦ μέσου, ᾧ δὲ ἀνάγκη μένειν ἐπὶ τοῦ μέσου, τούτῳ συμβέβηκε τὸ μηδὲν μᾶλλον ἐπὶ τάδε ἢ ἐπὶ τάδε κινεῖσθαι. κἂν ἀληθὲς οὖν εἰπεῖν, ὅτι ἀνάγκη μένειν ἐπὶ τοῦ μέσου, ᾧ μηδὲν μᾶλλον δεῦρο ἢ δεῦρο κινεῖσθαι προσήκει, ἀλλ’ οὐχ ὅτι αἴτιον τοῦτο τοῦ μένειν ἐστίν, ἀλλ’ ὅτι τῷ ἐξ ἀνάγκης μένοντι συμβέβηκεν· ἐπεὶ ὅτι οὐκ ἔστιν αἴτιον τοῦτο τοῦ μένειν, δηλοῖ τὸ ὅσον ἐπὶ τούτῳ μηδὲν κωλύειν κινεῖσθαι τὸ τοιοῦτον,3 οὐ μέντοι ὅλον ἅμα, ἀλλὰ διασπώμενον. καὶ γὰρ τὸ πῦρ ἐὰν ἐν τῷ μέσῳ τεθῇ, ὅσον μὲν ἐπὶ τῷ λόγῳ τῆς ὁμοιότητος μένειν αὐτὸ ἐπὶ τοῦ μέσου ἀνάγκη· ὁμοίως γὰρ ἔχει καὶ αὐτὸ πρὸς πᾶν τὸ ἔσχατον ὁμοιομερὲς ὄν· ἀλλ’ ὁρῶμεν, ὅτι οὐ μένει τὸ πῦρ, ἀλλὰ πάντῃ φέρεται ἀπὸ τοῦ μέσου πρὸς τὸ ἔσχατον, ἂν μή τι κωλύῃ, πλὴν οὐχ ὅλον πρὸς ἓν σημεῖον, ἀλλὰ τὸ ἀνάλογον μόριον τοῦ πυρὸς πρὸς τὸ ἀνάλογον τοῦ ἐσχάτου, οἷον τὸ τέταρτον τοῦ πυρὸς μέρος πρὸς τὸ τέταρτον τοῦ περιέχοντος· καὶ γὰρ δυνατὸν ἀνάλογον διαιρεῖσθαι, ἐπεὶ μηδὲν τῶν σωμάτων ἀμερές ἐστι· τοῦτο γὰρ ἡ στιγμὴ δηλοῖ. τοῦτο δέ φησι μόνον ἀναγκαῖον συμβαίνειν ἐκ τῆς ὁμοιότητος τὸ μὴ ὅλον σῶμα πρὸς ἓν σημεῖον χωρεῖν,4 οὐ μέντοι τὸ μὴ κινεῖσθαι.

然而这一论证是虚构的,类似于关于毛发的那个论证;因为智者们说,如果一根同质的毛发被强力拉紧,且贯穿整体的张力变得均匀,它就不会断裂;因为既然毛发在所有部分都均匀,且张力自身也变得均匀,凭什么在这一部分断裂而不是在那一部分断裂呢?在极度饥饿且渴,但在这两方面程度相同、同样匮乏食物和饮水且因此具有相同欲望的人身上,情形同样如此;因为这个人也必然保持静止,不朝向任何一者运动。因为既然匮乏与欲望都是均等的,凭什么首先朝向这一者而不是朝向那一者呢?因此,如果场所并非依本性的,而是大地由于相似的必然性而留存——这类似于上述虚构的例子——他们就必须探究火在上方区域的留存。因为如果它不是依本性留存的,这一论证就陷入困境,甚至比关于大地的论证更加难以解决,倘若在此情形下不可能将原因归咎于相似;但如果是依本性留存的,同一种原因也当属于大地。这伴随着嘲讽风趣的、关于相似的丰富例证固然令人惊叹;但显然毛发是会断裂的;因为假设它如此同质本身就是虚构;而且两端与中部的张力均匀也是不可能的。至于在另一个例证中,即使距离相等,口渴也更为迫切;即便这一者绝不比那一者更为迫切,他也会选择碰巧遇到的任何一者,正如当两道美味佳肴同样摆在我们面前时,我们会首先拿起碰巧遇到的那一者;因为相似并不能完全阻碍选择,而只是由于受到另一者的分心而使得冲动变得迟缓。他说,探究关于大地的留存,却不探究关于位移——即在没有任何阻碍的情况下,一者向上运移而另一者朝向中心运移是出于何种原因——也是令人惊异的;因为留存原因的发现跟随着关于运动的发现,反之亦然;因为它们彼此共存。他先前已经表明,对于大地的留存而言,源于相似的论证并非必然的,因为存在着另一个更为显而易见的原因,即依本性的原因——因为如果它依本性朝向中心运移,显然它也依本性留存——现在他又表明,所说的命题根本就不是自身为真的,而是说凡绝无理由更多地向此处而非向彼处运动之物都必然留存在中心,这仅仅是偶然为真的。因为对于那些依本性留存在中心之物而言,留存在中心是必然的,但对于必然留存在中心之物而言,绝不更多地朝向这边而非朝向那边运动,只是偶然附加的。因此,即便说凡绝无理由更多地向此处而非向彼处运动之物必然留存在中心是真实的,但这绝非因为这是留存的原因,而是因为这偶然附加于必然留存之物身上;因为这一点并非留存的原因,由如下事实表明:就此而言,没有任何东西阻碍此类事物运动——然而不是作为整体在同一时间运动,而是被拉扯分散开来。因为火若被置于中心,就相似的论证而言,它必然留存在中心;因为它是同质的,相对于整个极限也处于相同状态;但我们看到,火并不留存,而是从中心向各个方向运移至极限,若无阻碍的话——但并非作为一个整体朝向单个点运移,而是火的成比例的部分朝向极限的成比例的部分运移,例如火的四分之一部分朝向包围它的事物的四分之一部分;因为既然没有任何物体是无部分的,成比例地被分割确实是可能的;因为点表明了这一点。他说,从相似中必然产生的唯一结果,只是整个物体不朝向单个点移动,而不是绝不运动。

语法注4 条
  1. 2.61τί γὰρ μᾶλλον κατὰ τόδε τὸ μέρος ἢ τόδε

    带有动词(ῥαγήσεται)省略的反问修辞句,意为“凭什么在这一部分[断裂]而不在此部分[断裂]呢(绝无理由)?”。

  2. 2.61ὅπερ ὅμοιόν ἐστι τοῖς εἰρημένοις πλάσμασι

    中性单数关系代名词 ὅπερ 指代前面整个分句的命题内容(即大地因相似的必然性而留存)。

  3. 2.61τὸ ὅσον ἐπὶ τούτῳ μηδὲν κωλύειν κινεῖσθαι τὸ τοιοῦτον

    冠词 τό 使不定式短语(μηδὲν κωλύειν κινεῖσθαι τὸ τοιοῦτον)名词化,作为主语阐明动词 δηλοῖ 的宾语内容。短语 ὅσον ἐπὶ τούτῳ 是副词性短语,意为“就此而言”。

  4. 2.61τοῦτο δέ φησι μόνον ἀναγκαῖον συμβαίνειν ἐκ τῆς ὁμοιότητος τὸ μὴ ὅλον σῶμα πρὸς ἓν σημεῖον χωρεῖν

    τοῦτο 前瞻并指示后文与之同位说明的带冠词不定式短语 τὸ μὴ ὅλον σῶμα πρὸς ἓν σημεῖον χωρεῖν,ἀναγκαῖον συμβαίνειν 则构成取决于 φησί 的带宾格的不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:533.14-534.30