← 辛普里丘

亚里士多德《论天》注释

§530.27-531.31

对将大地的静止归于旋涡说的进一步反驳

辛普利丘注疏了亚里士多德提出的第二至第四个论证,通过论述火的上升运动、元素的固有场所,以及同无限论的矛盾,揭示了将大地的居中留存归咎于旋涡这一观点的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60

" Ἄτοπον δὲ καὶ τὸ μὴ συννοεῖν ἕως τοῦ οἱ μὲν οὖν πλεῖστοι περὶ τὰς αἰτίας ταύτας διατρίβουσι." Δεύτερον ἐπιχείρημα πάλιν, ἐξ ὧν αὐτοὶ λέγουσιν, ἐπάγει. οἱ γὰρ τὸν κόσμον γεννῶντες ἐξ ἀρχῆς ὑπὸ τῆς δίνης εἰς τὸ μέσον ἀπωσθεῖσαν τὴν γῆν, ὡς τὰ κάρφη τὰ ἐν τοῖς δινουμένοις ὕδασι, 〈φασὶ〉 μένειν λοιπὸν ἐν τῷ μέσῳ βίᾳ. ἄτοπον οὖν, φησί, τὸ μὴ συννοεῖν αὐτούς, διὰ τίνα αἰτίαν νῦν τὰ βάρος ἔχοντα φέρεται πρὸς τὴν γῆν· διὰ μὲν γὰρ τὴν δίνην οὐκ ἂν εἴποις· κἂν γὰρ ᾖ καὶ νῦν, ἀλλ’ οὐ πλησιάζει ἡμῖν ἡ δίνη. δι’ ἣν δὲ αἰτίαν καὶ νῦν φέρεται τὰ βαρέα πρὸς τὸ μέσον, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τότε ἡ γῆ ἠνέχθη, εἴπερ ἦν ἀρχὴ τῆς φορᾶς αὐτῆς. Τρίτον δὲ ἐπιχείρημα ἐπάγει τοιοῦτον· εἰ τὸ πῦρ ἄνω φέρεται μὴ διὰ τὴν δίνην, ἀλλ’ ὅτι πέφυκεν οὕτως· ἡ γὰρ δίνη τοῖς βαρέσιν, ὡς φασιν, αἰτία τῆς ἐπὶ τὸ μέσον φορᾶς· διὰ τί μὴ καὶ τὴν γῆν λέγομεν ἐπὶ τὸ μέσον φέρεσθαι πεφυκυῖαν οὕτως; εἰ μὴ ἄρα λέγοι τις1 τῶν βαρέων ἐπὶ τὸ μέσον φερομένων διὰ τὴν δίνην τὰ κουφότερα ἐκείνοις ἐξ ἀνάγκης ἐπιπολάζειν καὶ τοῦτο αἴτιον εἶναι τῷ πυρὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς· καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐρεῖ, ὅτι τὰ μὲν εἰς τὸ μέσον ἔρχεται, τὰ δὲ ἐπιπολάζει διὰ τὴν κίνησιν. Τέταρτον δὲ ἐπιχείρημα ἐπάγει καὶ ἐν τούτῳ τὸ ἄτοπον, ἐξ ὧν ἐκεῖνοι λέγουσι, συνάγων. εἰ γὰρ λέγουσιν, ὅτι ἡ δίνη τὰ βαρέα συνωθεῖ εἰς τὸ μέσον, ἐχρῆν ἐπιστῆσαι,2 ὅτι ἡ δίνη οὐκ ἔστιν αἰτία τῆς βαρύτητος ἢ τῆς κουφότητος τοῖς σώμασιν κατ’ αὐτούς, ἀλλὰ προυπαρχόντων τῶν μὲν βαρέων τῶν δὲ κούφων, διότι κατὰ τὰς ῥοπὰς διέφερε, διὰ τοῦτο ἐν τῇ δίνῃ τὰ μὲν ἐπὶ τόδε τὰ δὲ ἐπὶ τόδε ἐφέρετο. εἰ οὖν κατὰ τὴν αὐτῶν φύσιν καὶ πρὸ τῆς δίνης τὰ μὲν ἦν βαρέα τὰ δὲ κοῦφα, πῶς διεκέκριτο ἀπ’ ἀλλήλων; καὶ τίς ἦν οἰκεῖος ἑκάστου τόπος καὶ ἐπὶ τί ἡ κατὰ φύσιν κίνησις αὐτοῖς; οὐ γὰρ δὴ ὁ αὐτός· ἦν γὰρ ἂν ταὐτὸν τὸ βαρεῖ καὶ κούφῳ εἶναι,3 οὕτω δὲ ἐχόντων οὐδ’ ἂν ἡ δίνη διεχώριζεν αὐτὰ τὰ αὐτὰ ὄντα, ἀλλ’ ἐπὶ τὰ αὐτὰ ἂν καὶ ὑπὸ τῆς δίνης ἐφέρετο. εἰ δὲ δοίη τις αὐτοῖς κατὰ φύσιν οἰκείους τόπους, ἔχει τὴν αἰτίαν τῆς κατὰ φύσιν κινήσεως καὶ μονῆς, ἀλλ’ οὐ πάντες τοῦτο παρέχουσιν. ἀπείρου γὰρ ὄντος τοῦ παντός, ὡς Ἀναξίμανδρος καὶ Ἀναξιμένης δοκοῦσι λέγειν, ἀδύνατον εἶναι τὸ ἄνω καὶ τὸ κάτω, τούτων δὲ μὴ ὄντων οὐδὲ τὸ βαρὺ καὶ κοῦφον, εἴπερ βαρὺ μὲν τὸ ἐπὶ τὸ κάτω κατὰ φύσιν κινούμενον, κοῦφον δὲ τὸ ἐπὶ τὸ ἄνω.

“不考虑这一点也是荒谬的,直至,大多数人确实盘桓于这些原因上。” 他再次根据他们自己的言论引入了第二个论证。因为那些主张宇宙生成的人[说],大地起初被旋涡推向中心,正如旋转水流中的细枝一样,此后便受强力停留在中心。他说,因此他们不考虑具有重量之物如今因何种原因朝向大地运移,是荒谬的;因为人们不能说是由于旋涡,因为即使它如今依然存在,旋涡也并未临近我们;而且重物如今因何种原因朝向中心运移,在当时大地也是因同一原因而运移的,如果大地的运移确实曾有一个开端的话。接着他引入了如下的第三个论证:如果火向上运移并不是由于旋涡,而是由于它本性上如此——因为照他们所说,旋涡对于重物而言才是朝向中心运移的原因——,那么我们为何不也说大地同样由于本性上如此而朝向中心运移呢?除非有人会说,当重物因旋涡朝向中心运移时,较轻之物必然浮在它们之上,而这正是火向上运移的原因;事实上亚里士多德自己也会说,有些事物由于运动而到达中心,有些事物则漂浮起来。接着他又引入了第四个论证,在其中同样根据他们的言论推导出了荒谬之处。因为如果他们说旋涡将重物强行聚集到中心,他们本该注意到,按照他们的说法,旋涡并非物体具有轻重的根由,而是在重物与轻物已然预先存在的情况下,由于它们在倾向(重力趋向)上有所不同,正因如此在旋涡中一些事物被运移到这一处,另一些事物则被运移到那一处。因此,如果依照它们自身的本性并且在旋涡产生之前,一些事物就是重的而另一些事物就是轻的,它们彼此之间是如何被区分开的呢?每一事物的固有场所又是什么,朝向何处才是它们依本性的运动呢?这显然不可能同一;因为若是同一,重与轻的本质就会是一回事了,而在这种情况下,哪怕是旋涡也无法将原本相同的事物分离开来,反而即使在旋涡作用下也会被运移到相同的地方。但如果有人赋予它们依本性的固有场所,他就掌握了依本性的运动与静止的原因,然而并非所有人都承认这一点。因为倘若万物是无限的,正如阿那克西曼德与阿那克西美尼似乎主张的那样,上与下就不可能存在,而既然不存在上与下,也就没有重与轻,如果说重物确实就是依本性向下运动之物,而轻物则是向上运动之物的话。

语法注3 条
  1. 2.60εἰ μὴ ἄρα λέγοι τις

    短语 εἰ μὴ ἄρα 配合希求法动词 λέγοι,用于引导针对前述反问的潜在异议或保留条件(“除非有人会说……”)。

  2. 2.60ἐχρῆν ἐπιστῆσαι

    非人称动词未完成过去时 ἐχρῆν 后接不定式 ἐπιστῆσαι,表示过去本应实现而未实现的义务或责任(“他们本该注意到”)。

  3. 2.60ἦν γὰρ ἂν ταὐτὸν τὸ βαρεῖ καὶ κούφῳ εἶναι

    带冠词不定式 τὸ ... εἶναι 搭配与格 βαρεῖ καὶ κούφῳ 构成表达本质的专门句式(“作为重者与轻者的本质”)。ἦν ἄν 则构成与过去事实相反的虚拟条件句归结从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:530.27-531.31