← 辛普里丘

亚里士多德《论天》注释

§529.1-530.26

友爱治下的旋涡与恩培多克勒的假设

辛普里丘引用恩培多克勒的大量诗行,表明即便在“友爱”统治下旋涡同样存在,且“友爱”参与了现今宇宙中万物的生成。随后他指出,亚里士多德所反驳的“在‘争吵’下元素彻底分离”,不过是诗人为了阐明事物本性而采用的神话性与理论性假设。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.59

Αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων, τὸν πρότερον κατέλεξα, λόγῳ λόγον ἐξοχετεύων κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν· πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου, ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει1 ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή. αἶψα δὲ θνήτ’ ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα διαλλάξαντα κελεύθους. ἐν τούτοις δηλοῦται, ὅτι ἐν τῇ ἁπλῇ διακοσμήσει ὑποστέλλεται μὲν τὸ Νεῖκος, ἡ δὲ Φιλότης ἐπικρατεῖ, ὅταν ἐν μέσῃ τῇ στροφάλιγγι, τουτέστι τῇ δίνῃ, γένηται, ὥστε καὶ τῆς Φιλότητος ἐπικρατούσης ἔστιν ἡ δίνη, καὶ ὅτι τὰ μὲν τῶν στοιχείων ἄμικτα μένει ὑπὸ τοῦ Νείκους, τὰ δὲ μιγνύμενα ποιεῖ τὰ θνητὰ καὶ ζῷα καὶ φυτά, διότι πάλιν διαλύεται τὰ μιγνύμενα. ἀλλὰ καὶ περὶ γενέσεως τῶν ὀφθαλμῶν τῶν σωματικῶν τούτων λέγων ἐπήγαγεν ἐξ ὧν ὄμματ’ ἔπηξεν ἀτειρέα δῖ’ Ἀφροδίτη, καὶ μετ’ ὀλίγον γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη, καὶ τὴν αἰτίαν λέγων τοῦ τοὺς μὲν ἐν ἡμέρᾳ, τοὺς δὲ ἐν νυκτὶ κάλλιον ὁρᾶν Κύπριδος, φησίν, ἐν παλάμῃσιν ὅτε ξὺμ πρῶτ’ ἐφύοντο. ὅτι δὲ περὶ τούτων λέγει τῶν ἐν τούτῳ τῷ κόσμῳ, ἄκουε τούτων τῶν ἐπῶν· εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις, πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε κιρναμένων εἴδη τε γενοίατο χροιά τε θνητῶν, τοῖ’ ὅσα νῦν γεγάασι συναρμοσθέντ’ Ἀφροδίτῃ, καὶ μετ’ ὀλίγα ὡς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ’ ἐδίηνεν ἐν ὄμβρῳ, αἰθέρ’ ἐπιπνείουσα θοῷ πυρὶ δῶκε κρατῦναι, καὶ πάλιν τῶν δ’ ὅσ’ ἔσω μὲν πυκνά, τὰ δ’ ἔκτοθι μανὰ πέπηγεν, Κύπριδος ἐν παλάμῃσι πλάδης τοιῆσδε τυχόντα. ταῦτ’ ἐξ ὀλίγων τῶν εὐθὺς προσπεσόντων ἐπῶν ἀναλεξάμενος παρεθέμην. μήποτε δὲ τοῦ Ἐμπεδοκλέους ὡς ποιητοῦ μυθικώτερον παρὰ μέρος τὴν ἐπικράτειαν αὐτῶν λέγοντος ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει ὁ Ἀριστοτέλης τῷ μυθικωτέρῳ τούτῳ ἀποχρησάμενος ἐρωτᾷ2 τοὺς τὴν δίνην τῆς μονῆς τῆς γῆς αἰτιωμένους· ὅτε τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους, ἐπειδὴ τότε ἀμίκτων ὄντων οὐκ ἦν σύνταξις τῷ οὐρανῷ πρὸς τὴν γῆν, μᾶλλον δὲ ἀμίκτων ὄντων τῶν στοιχείων οὔπω οὐδὲ ὁ οὐρανὸς ἦν κατὰ τὴν τοιαύτην ὑπόθεσιν, ἡ δὲ γῆ ἦν, εἴπερ ἀίδια τὰ στοιχεῖα, ὡς ὑποτίθενται, τίς αἰτία τότε τῇ γῇ τῆς μονῆς ἦν; οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην. εἴποι δὲ ἄν, οἶμαι, Ἐμπεδοκλῆς, ὅτι οὐκ ἔστιν, ὅτε χωρὶς διειστήκει τὰ στοιχεῖα μὴ καὶ τῆς πρὸς ἄλληλα συντάξεως αὐτῶν οὔσης· οὐ γὰρ ἂν ἦν στοιχεῖα· ἀλλ’ ὁ λόγος τὴν φύσιν τῶν πραγμάτων ἀναπτύξαι βουλόμενος, καὶ γένεσιν τῶν ἀγενήτων καὶ διάκρισιν τῶν ἡνωμένων καὶ ἕνωσιν τῶν διακεκριμένων ὑποτίθεται.

“但我将折返回先前讲述的赞歌之途,把那一论说引自论说:当‘争吵’到达旋涡的最深之底,而‘友爱’处于旋回的中心时,正是在其中,所有这些事物聚拢在一起成为独一的存在,并非一下子,而是出于自愿地从各处聚拢汇集。随着它们混合,倾注出无数凡俗之物的族类;但在那些相互掺杂之物中,交替地挺立着许多未混之物,凡是‘争吵’仍然高高截留着的;因为它尚未无可指责地完全退至圆周的最远界限,而是其部分肢体仍留在内,部分肢体已迈出在外。无论它在何时悄悄向前潜逃多少,无可指责之‘友爱’温存不朽的冲击就何时挺进多少。于是原本习于不朽的事物顿时化作凡胎,原本纯粹的事物改变道路而成了混成之物。” 在这些诗行中表明,在单纯的世界秩序中,“争吵”退却,而当“友爱”处于旋回——也就是旋涡——的中心时,“友爱”占据统治地位,以至于即便在“友爱”占据统治时旋涡也依然存在;并且元素中的一部分在“争吵”的作用下保持未混状态,而那些被混合的元素则造成凡俗之物,包括动物和植物,因为被混合之物还会再次分解。而且在谈到这些肉体之眼的生成时,他追加道:“神圣的阿佛洛狄忒由此凝固成不知疲倦的眼睛”,不久后又说“阿佛洛狄忒用凝聚爱意的栓钉加以修整”,并且在说明为何有些人白昼视力更好而有些人夜间视力更好的原因时,他说:“在塞浦路斯女神的掌中,当它们最初共同生长时”。至于说他谈论的是处于这个宇宙中的这些事物,请听这些诗行: “如果关于这些,你的信念还有所缺木少料,怀疑水、土、以太与太阳混合时,如何能产生凡俗之物的形式与色彩——如同如今由阿佛洛狄忒拼合而生成的如此之多”,不久后又说,“正如那时塞浦路斯女神在雨中浸润大地之后,吹拂着以太,将它交给迅疾之火去使其坚固”,接着又说,“在这些之中,凡是内里致密而外表松散地凝结者,都是在塞浦路斯女神掌中获得了这般湿润”。 我从立即想到的少数诗行中挑选并引用了这些。但或许,尽管作为诗人的恩培多克勒以更为神话的方式谈论它们交替的统治,说“有时在‘友爱’下一切聚为一体,有时又在‘争吵’的仇恨下各自分散运移”,亚里士多德却利用了这一较为神话的表述,质问那些把旋涡当作大地留存不动之原因的人:当元素在“争吵”的作用下各自隔开时——因为那时由于它们未被混合,天与地之间并没有组合的秩序,或者更确切地说,由于元素未被混合,按照这样的假定甚至连天都还不存在,而大地却存在,如果真如他们所假定的那样元素是永恒的——,那时大地留存不动的原因究竟是什么呢?“因为他总不至于说那时也是以旋涡为原因的”。然而我想,恩培多克勒会说,从来不存在元素各自隔开而彼此间不同时存在组合秩序的时期;因为若非如此,它们甚至都不成其为元素;只是论说为了揭示事物的本性,才假定了非生成之物的生成、结合之物的分离以及被分离之物的结合。

语法注2 条
  1. 2.59ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει

    相关句结构(ὅσσον... τόσον...,“……多少,就……多少”)。从句动词 ὑπεκπροθέοι 是表示过去反复或逐步过程的祈愿语气(反复祈愿式),与主句未完成过去时 ἐπῄει 相应,描绘出随着“争吵”逐步退让,“友爱”按相同程度同步推进的过程。

  2. 2.59μήποτε δὲ τοῦ Ἐμπεδοκλέους ὡς ποιητοῦ μυθικώτερον παρὰ μέρος τὴν ἐπικράτειαν αὐτῶν λέγοντος ... ὁ Ἀριστοτέλης τῷ μυθικωτέρῳ τούτῳ ἀποχρησάμενος ἐρωτᾷ

    整句骨架由 μήποτε(或许)引导的主句(主语 ὁ Ἀριστοτέλης,主动词 ἐρωτᾷ)与前置的长篇属格绝对分词短语(τοῦ Ἐμπεδοκλέους ... λέγοντος)构成。在插入诗行引用(ἄλλοτε μὲν...)之后回归主句主干,表明亚里士多德是如何利用(ἀποχρησάμενος)恩培多克勒诗意的神话表述来提出责难的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:529.1-530.26