- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:528.1-528.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德针对恩培多克勒提出的第一个难题(在“争吵”统治下元素分离时大地留存的原因),驳斥了亚历山大强行将此时期解释为“友爱”统治的牵强解读,并指出宇宙的生成应归因于“争吵”与“友爱”两者的共同作用。
" Ἔτι δὲ πρὸς Ἐμπεδοκλέα καὶ ἕως τοῦ οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην." Εἰπὼν κοινῶς πρότερον πρός τε τοὺς τὴν δίνην καὶ πρὸς τοὺς τὸ πλάτος τῆς μονῆς αἰτιωμένους ἔτι φησὶ πρὸς Ἐμπεδοκλέα κἀκεῖνό τις εἴποι ἂν ἄλλην προστιθεὶς πρὸς αὐτὸν ἀντιλογίαν. τέτρασι δὲ χρῆται ἐπιχειρήμασιν, ὧν τὸ πρῶτον ἀσαφῶς ἀπηγγέλθαι δοκεῖ. ὅτε γάρ, φησί, τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους,1 τίς αἰτία τῇ γῇ τῆς μονῆς ἦν; οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην. δοκεῖ τοίνυν λέγειν ὅτε τὰ στοιχεῖα διειστήκει ὑπὸ τοῦ Νείκους ὡς ἄλλην τινὰ κατάστασιν παρὰ τὴν νῦν ἐκείνην λέγων τὴν ὑπὸ τοῦ Νείκους γινομένην. καίτοι ὑπὸ τοῦ Νείκους διακρίνοντος τὰ στοιχεῖα τοῦτον λέγει γίνεσθαι τὸν κόσμον ὁ Ἐμπεδοκλῆς, ὥσπερ ὑπὸ τῆς Φιλίας συναγούσης καὶ ἑνούσης αὐτὰ τὸν σφαῖρον. πῶς δὲ ἐν τῇ τοῦ Νείκους ἐπικρατείᾳ, εἴπερ αὕτη ἐστίν, οὐ φησὶν εἶναι τὴν δίνην; ὁ μὲν οὖν Ἀλέξανδρος οὕτω πως εὐθετίζειν οἴεται τὸ λεγόμενον· ὅτε τὰ στοιχεῖα, φησί, διειστήκει ὑπὸ τοῦ Νείκους χωρὶς μήπω γεγονότα, τουτέστι μηδέπω κεχωρισμένα καὶ διακεκριμένα εἰς τήνδε τὴν διακόσμησιν, ἐν ᾗ ἡ δίνη αἰτία τῆς ἐν τῷ μέσῳ μονῆς, ἀλλ’ ἦν ἅμα τῆς Φιλίας κρατούσης, τότε τῆς μονῆς τῇ γῇ τί ποτε ἦν τὸ αἴτιον; οὐ γὰρ δὴ καὶ τότε ἡ δίνη· τότε γὰρ τὰ στοιχεῖα εἱστήκει μηδέπω χωρὶς ὑπὸ τοῦ Νείκους οὕτω διακεκριμένα. ἢ οὖν οὕτω, φησί, ῥητέον ἢ χωρὶς ὑπὸ τοῦ Νείκους, τουτέστι τοῦ Νείκους αὐτῶν κεχωρισμένου· τὸ γὰρ Νεῖκος αὐτῷ αἴτιον κεῖται τῆς τῶν στοιχείων τοιᾶσδε διακοσμήσεως, ὁποία ἐστὶν ἡ νῦν, καὶ τῆς δίνης τοῦ πέριξ ἀέρος, ὃν φησι πρῶτον ἀποκριθέντα φέρεσθαι κύκλῳ. καὶ ὅτι μὲν ἀπιθάνως ἐξέλαβε καὶ συνέταξε τὰ εἰρημένα, παντὶ πρόδηλον, χωρὶς μήπω γεγονότα ἀκούων, καὶ τοῦ Ἀριστοτέλους σαφῶς λέγοντος ὅτε διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους αὐτὸς βιαζόμενος εἰς τὴν τῆς Φιλίας ἐπικράτειαν ἀπάγειν ἐκεῖνον τὸν χρόνον πειρᾶται· τὸ δὲ διειστήκει χωρὶς ὑπὸ τοῦ Νείκους τίς ἂν εἴπεν ἀντὶ τοῦ Νείκους αὐτῶν κεχωρισμένου; ἀλλ’ ἐβιάζετο, μᾶλλον δὲ ἐβιάσθη2 νομίζων τὸν κόσμον τοῦτον ὑπὸ μόνου τοῦ Νείκους κατὰ τὸν Ἐμπεδοκλέα γενέσθαι. μήποτε δέ, κἂν ἐπικρατῇ ἐν τούτῳ τὸ Νεῖκος ὥσπερ ἐν τῷ σφαίρῳ ἡ Φιλία, ἀλλ’ ἄμφω ὑπ’ ἀμφοῖν λέγονται γίνεσθαι. καὶ τάχα οὐδὲν κωλύει παραθέσθαι τινὰ τῶν τοῦ Ἐμπεδοκλέους ἐπῶν τοῦτο δηλοῦντα·
“此外针对恩培多克勒……”直到“因为他总不至于说那时也是以旋涡为原因的”。 在先前共同反驳了那些把旋涡当作原因的人以及那些把平坦当作留存不动之原因的人之后,他说此外针对恩培多克勒,人们也可以提出那一点,对他追加另一条反驳。他使用了四条论证,其中第一条似乎表述得不甚明晰。因为他说:“当元素在‘争吵’的作用下各自隔开时,大地留存不动的原因究竟是什么呢?因为他总不至于说那时也是以旋涡为原因的。”因此,他说“当元素在‘争吵’的作用下隔开时”,似乎把由“争吵”所产生的那个状态说成是不同于现今状态的另一种境况。然而恩培多克勒主张,正如“友爱”汇聚并统一元素而形成“圆球”一样,这个宇宙是在分离元素的“争吵”的作用下生成的。既然现今正是这种状态,他又怎么能说在“争吵”的统治中不存在旋涡呢? 于是亚历山大认为可以大致这样调和所说的内容:当元素隔开、“在‘争吵’的作用下尚未生成各自独立的状态时”——也就是说,尚未被分离并区分成如今这种以旋涡为处于中心留存不动之原因的秩序,而是在“友爱”统治下聚在一起时——,那时大地留存不动的原因究竟是什么呢?“因为总不至于说那时也是以旋涡为原因的”;因为那时元素处于静止,尚未在“争吵”的作用下如此各自被区分开来。因此他说,要么必须这样说,要么必须把“在‘争吵’的作用下各自”理解为“当‘争吵’脱离它们时”;因为在他那里,“争吵”被设定为如同现今这样的元素秩序的原因,也是周围空气之旋涡的原因——他说这种空气首先被分离出来并作圆周运动。 至于说他以不可信的方式理解并组织了这些文句,这对所有人都是显而易见的:他听出了“尚未生成各自独立的状态”,而在亚里士多德明明白白地说“当它们在‘争吵’的作用下各自隔开时”,他自己却强行试图将那个时期引向“友爱”的统治;而且谁会用“在‘争吵’的作用下各自隔开”来代替“当‘争吵’脱离它们时”呢?但他之所以强作解人,或者说被迫如此,是因为他认为按照恩培多克勒的看法,这个宇宙仅仅是由“争吵”生成的。但或许,即使在这个宇宙中“争吵”占据优势如同“圆球”中“友爱”占据优势一样,二者却都被说成是由这两者共同生成的。或许不妨引用恩培多克勒的一些诗行来表明这一点:
- 2.58χωρὶς ὑπὸ τοῦ Νείκους
关于亚里士多德原文中副词 χωρὶς(各自地、分离地)与介词短语 ὑπὸ τοῦ Νείκους(在“争吵”的作用下)的搭配,亚历山大尝试了两种牵强的句法分析:其一是将 χωρὶς 与 μήπω γεγονότα 连读为“尚未各自独立生成”(指“友爱”统治期);其二是将 χωρὶς 视作支配属格的介词,解作“脱离‘争吵’”。辛普里丘指出这两种解读在句法上均难成立,认为 χωρὶς 应作修饰动词 διειστήκει 的副词,而 ὑπὸ τοῦ Νείκους 则是表示施事或原因的介词短语(即“在‘争吵’的作用下各自隔开立着”)。
- 2.58ἀλλ’ ἐβιάζετο, μᾶλλον δὲ ἐβιάσθη
这里运用了由未完成过去时 ἐβιάζετο(他试图强解文意)立即修正为被动不定过去时 ἐβιάσθη(或者说是被迫如此)的修辞纠正。主语是亚历山大,表明他之所以做出牵强的解读,并不仅是主观上肆意歪曲,而是受制于自己错误的预设(即认为恩培多克勒主张此宇宙仅由“争吵”生成),从而被逼入这种绝境。
