- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:526.26-527.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德依据顺应本性的运动与静止的对应关系来驳斥纯受迫运动宇宙论的论证,探讨了阿那克萨戈拉与恩培多克勒等人将大地的汇聚与留存归因于天穹旋涡或平坦形态的观点,并指出了其内在的不一致性。
ἡ γὰρ κατὰ φύσιν ἠρεμία πέρας ἐστὶ τῆς κατὰ φύσιν κινήσεως καὶ ἡ παρὰ φύσιν τῆς παρὰ φύσιν, ὥστε, εἰ μὴ ἔστι κατὰ φύσιν κίνησις, οὔτε κινεῖταί τι οὔτε ἠρεμεῖ. εἰ οὖν ταῦτα ἄτοπα· φαίνεται γὰρ καὶ κινούμενα πολλὰ καὶ ἠρεμοῦντα· δῆλον, ὅτι ἔστιν ἡ κατὰ φύσιν κίνησις τῶν σωμάτων. εἰ δὲ εἴη αὕτη, οὐκ ἂν ἡ βίαιος εἴη φορὰ μόνον οὐδὲ ἠρέμησις· ὥστε, εἰ βίᾳ νῦν ἡ γῆ μένει ἐν τῷ μέσῳ κατὰ τοὺς ὑπερείδειν αὐτὴν τὸν ἀέρα νομίζοντας, δῆλον, ὅτι καὶ φέρεται εἰς τὸ μέσον βιαίως, ὡς λέγουσιν οἱ διὰ τὴν δίνην αὐτὴν εἰς τοῦτο συνωθοῦντες. Εἶτα μεταξὺ εἰπών, ὅτι διὰ τὴν δίνην τοῦ οὐρανοῦ εἰς τὸ μέσον συνελθεῖν τὴν γῆν λέγουσι πάντες οἱ γένεσιν τοῦ κόσμου παραδιδόντες· οὐ γὰρ Ἐμπεδοκλῆς μόνος, ἀλλὰ καὶ οἱ περὶ Ἀναξαγόραν καὶ ἄλλοι· καὶ ὅτι πρὸς τοῦτο ἠνέχθησαν ἐκ τοῦ καὶ τὰς ἐν ὕδατι καὶ τὰς ἐν ἀέρι γινομένας συστροφὰς τὰ μείζω καὶ βαρύτερα τῶν σωμάτων πρὸς τὸ μέσον συνωθεῖν καὶ τοῦ μὲν ἐνεχθῆναι κατ’ ἀρχὰς τὴν δίνην αἰτιῶνται, τοῦ δὲ μένειν ἐπιζητοῦντες οἱ μὲν τὸ πλάτος αἴτιόν φασιν, ὡς εἴρηται πρότερον, οἱ δὲ καὶ τούτου τὴν δίνην, ὥσπερ Ἐμπεδοκλῆς· τὴν γὰρ τοῦ οὐρανοῦ φορὰν κύκλῳ διαθέουσαν καὶ θᾶττον φερομένην ἢ κατὰ τὴν τῆς γῆς φορὰν κωλύειν αὐτήν, καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρ· περιφερομένων γὰρ σφοδρῶς τῶν κυάθων ὑπὸ τῶν θαυματοποιῶν, ὡς νῦν τῶν ποτηρίων, κάτω τοῦ χαλκοῦ πολλάκις ἐπὶ τῶν κυάθων ἢ τοῦ ποτηρίου γινόμενον τὸ ὕδωρ ὅμως οὐ φέρεται κάτω διὰ τὴν δίνησιν καίτοι πεφυκὸς φέρεσθαι, ἀλλ’ ἡ δίνη θάττων οὖσα τῆς κατὰ φύσιν τοῦ ὕδατος ῥοπῆς κωλύει φέρεσθαι αὐτό· ταῦτα μεταξὺ εἰπὼν περὶ τοῦ βίᾳ τὴν γῆν καὶ συνελθεῖν εἰς τὸ μέσον καὶ μένειν ἐν τῷ μέσῳ κατὰ τοὺς τὴν δίνην καὶ τὸ πλάτος αἰτιωμένους ἐπάγει λοιπὸν1 τὰ τοῖς προτέροις ἀκόλουθα. εἰ γὰρ καὶ συνῆλθε πρὸς τὸ μέσον βίᾳ ἡ γῆ καὶ μένει βίᾳ, ἐὰν καθ’ ὑπόθεσιν ἀφαιρεθῇ ἡ βία μήτε τῆς δίνης κωλυούσης μήτε τοῦ πλάτους, ἀλλὰ καὶ τοῦ ἀέρος τοῦ ὑπερείδοντος ἐκστάντος, ποῦ λοιπὸν κατὰ φύσιν οἰσθήσεται; πρὸς μὲν γὰρ τὸ μέσον βίᾳ συνῆλθε καὶ μένει βιαίως, φασίν, ἀναγκαῖον δὲ διὰ τὰ δεδειγμένα καὶ κατὰ φύσιν εἶναί τινα αὐτῆς φοράν· αὕτη οὖν ἄνω ἢ κάτω ἢ ποῦ ἔστιν; εἶναι γὰρ ἀναγκαῖόν τινα. εἰ οὖν πανταχόθεν ἐπὶ τὸ μέσον βίᾳ ἠνέχθη, καὶ πάντοσε κατὰ φύσιν ἀπὸ τοῦ μέσου κινηθήσεται· εἰ δὲ μηδὲν μᾶλλον κάτω ἢ ἄνω διὰ τὸ πανταχόσε, ὁ δὲ ἀὴρ μὴ κωλύει τὴν ἄνω φοράν· οὐ γὰρ τὸν ἀέρα αἰτιῶνται τὸν ὑπερκείμενον αὐτῆς τοῦ μὴ κινεῖσθαι αὐτὴν ἄνω· οὐδὲ τοῦ κάτω μὴ κινεῖσθαι αἴτιος ἂν ὁ ἀὴρ εἴη· τὰ γὰρ αὐτὰ τῶν αὐτῶν ἀναγκαῖον εἶναι αἴτια τοῖς αὐτοῖς.2 εἰ οὖν ὁμοίως ἄνω καὶ κάτω κατὰ φύσιν ἡ γῆ πέφυκε κινεῖσθαι, ὅπερ ἠκολούθησε τοῖς πρὸς τὸ μέσον βίᾳ φέρεσθαι λέγουσι καὶ βίᾳ μένειν ἐν τῷ μέσῳ, ὅπερ αἴτιόν ἐστι τοῦ μὴ φέρεσθαι ἄνω πεφυκυῖαν αὐτήν, τοῦτο ἂν εἴη αἴτιον τοῦ μηδὲ κάτω φέρεσθαι. Εἰπὼν δὲ τῆς μὲν εἰς τὸ μέσον συνελεύσεως τὸ αὐτὸ λέγειν αἴτιον τὴν δίνην καὶ τοὺς περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα, τῆς δὲ μονῆς τοὺς μὲν τὸ πλάτος, τὸν δὲ τὴν δίνην αἰτιᾶσθαι, ἀντειπὼν πρὸς τοὺς τὴν δίνην καὶ τὸ πλάτος καὶ τὸν ἀντερείδοντα ἀέρα τῆς μονῆς αἰτιωμένους τρέπει πάλιν ἐπὶ τὸν Ἐμπεδοκλέα τὸν λόγον.
因为顺应本性的静止是顺应本性运动的终点,而违反本性的静止是违反本性运动的终点,从而如果没有顺应本性的运动,没有任何事物能够运动,也没有任何事物能够静止。因此,如果这些结论是荒谬的——因为显见有许多事物既在运动又在静止——,显然物体存在顺应本性的运动。而如果存在这种运动,就不会唯独存在受迫的位移与受迫的静止;从而,如果按照那些认为空气托举着大地的人的看法,大地现在是因强力而留在中心,那么显然大地也是因强力而被运送到中心的,正如那些主张因旋涡而把大地推挤到这[中心]来的人所说的那样。 接着[亚里士多德]在中间指出:凡传授宇宙生成论的人都说大地是因天穹的旋涡而汇聚到中心的——因为不仅恩培多克勒如此,阿那克萨戈拉一派以及其他人也是如此——,并且他们之所以得出这一见解,是由于水和空气中所产生的涡流也会把较大较重的物体向中心推挤;而关于大地起初被运送过来,他们归咎于旋涡,但关于大地留存不动,他们加以探求,一部分人如前所述主张平坦是其原因,另一部分人如恩培多克勒那样主张连这也归因于旋涡;因为[恩培多克勒主张]天穹圆周运动飞速旋转,其运送速度快于大地的运送,从而阻碍了大地,正如提杓中的水一样——因为当杂耍艺人剧烈旋转提杓时,如同现今旋转杯子那样,尽管水往往位于提杓或杯子的青铜下方,却由于旋转运动而不向下运送,尽管它本性倾向于运送,但旋涡比水顺应本性的下倾倾向更快,阻碍了它的运送——;在根据那些把旋涡和平坦当作原因的人,在中间谈论了大地因强力汇聚于中心并因强力留存在中心之后,[亚里士多德]接下来引出了顺承前文的结论。 因为如果大地既是因强力汇聚到中心又是因强力留存,那么假设拿掉强力,既没有旋涡的阻碍也没有平坦的阻碍,连托举的空气也退让开去,那么接下来大地会顺应本性被运送到哪里呢?因为根据他们的说法,大地固然是因强力汇聚到中心且以受迫方式留存,但由于已证明的原理,大地必然也存在某种顺应本性的位移。那么这种位移究竟是向上、向下还是向哪里呢?因为必然存在某种位移。因此,如果大地是从四面八方因强力被运送到中心,它也将顺应本性从中心向四面八方运动;如果由于向四面八方运动而绝非向下多于向上,而空气并不阻碍向上的位移——因为他们并未指责位于大地上方的空气是其不向上运动的原因——,空气也就不可能是其不向下运动的原因;因为对于同样的事物而言,相同的原因必然造成相同的结果。因此,如果大地生来同样倾向于顺应本性向上和向下运动——这正是那些声称大地因强力运送到中心并因强力留存在中心的人所招致的后果——,那么凡是导致大地本性上虽能运动却不向上运送的原因,也就必然是它不向下运送的原因。 在指出阿那克萨戈拉一派与恩培多克勒关于汇聚到中心同样主张旋涡是原因,但在留存不动上,前者归咎于平坦而后者归咎于旋涡,并在反驳了那些把旋涡、平坦和反抗支撑的空气当作留存不动之原因的人之后,他再次把论点转向了恩培多克勒。
- 2.57Εἶτα μεταξὺ εἰπών, ὅτι ... ταῦτα μεταξὺ εἰπὼν ... ἐπάγει λοιπὸν
该句由分词短语 Εἶτα μεταξὺ εἰπών 开始,插入了关于旋涡和旋转提杓中水的比喻的长篇解说,随后通过 ταῦτα μεταξὺ εἰπὼν... 进行了复述与重新承接(epanaleptic),最终落实到主句的限定动词 ἐπάγει λοιπὸν τὰ τοῖς προτέροις ἀκόλουθα(“引出了顺承前文的结论”)。
- 2.57τὰ γὰρ αὐτὰ τῶν αὐτῶν ἀναγκαῖον εἶναι αἴτια τοῖς αὐτοῖς
引用自亚里士多德的原文引文。属格 τῶν αὐτῶν 受 αἴτια 支配(作为结果/被引起事物的属格),与格 τοῖς αὐτοῖς 则表示受影响的主体(“对于同样的事物而言”)。不定词的主语是 τὰ αὐτά(“相同的原因/事物”)。
