- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:525.14-526.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德针对大地因平坦而静止这一学说的三条反驳:通过球形证明的反驳、指出静止原因实为体积而非平坦、以及基于自然运动与静止原理的普遍反驳。
" Πρῶτον μὲν οὖν, εἰ μὴ πλατὺ τὸ σχῆμα ταύτης ἐστὶν ἕως τοῦ τὰ γὰρ αὐτὰ τῶν αὐτῶν ἀναγκαῖον εἶναι αἴτιον τοῖς αὐτοῖς." Πιθανῶς ὡς δυνατὸν συνηγορήσας τοῖς διὰ τὸ πλάτος τὴν γῆν ἠρεμεῖν λέγουσιν ἐντεῦθεν ἀντιλέγει πρὸς αὐτοὺς καὶ πρώτῳ χρῆται ἐπιχειρήματι τοιούτῳ· εἰ διὰ τὸ πλάτος τις καὶ τὸ τοιοῦτον σχῆμα ἠρεμεῖν λέγει τὴν γῆν, ἐὰν δειχθῇ μὴ οὖσα πλατεῖα ἀλλὰ σφαιρική, οὐκ ἂν εἴη τὸ πλάτος αἴτιον αὐτῇ τῆς ἠρεμίας· ἀνάγκη οὖν τὸν οὕτως δεικνύντα δεῖξαι πρότερον, ὅτι πλατεῖά ἐστιν ἡ γῆ, καὶ οὕτως, ὅτι διὰ τὸ πλάτος ἠρεμεῖ. μήποτε δὲ συλλογισμὸν ἀντέστρεψεν1 ὁ Ἀριστοτέλης ὑπ’ ἐκείνων λεγόμενον τοιοῦτον· εἰ μένει ἡ γῆ, πλατεῖά ἐστι καὶ διὰ τὸ πλάτος μένει. λέγει οὖν αὐτός· εἰ μὴ πλατεῖα ἡ γῆ ἐστιν, οὐκ ἂν διὰ τὸ πλάτος ἠρεμοίη· ὥστε τῷ δειχθῆναι, ὅτι οὐκ ἔστι πλατεῖα, συναποδείκνυται καὶ τὸ μὴ διὰ τὸ πλάτος ἠρεμεῖν. Δεύτερον δέ, ὅτι, κἂν ὑπὸ τοῦ ἀέρος τοῦ ὑποκειμένου ἀνεχομένη ἡ γῆ μένῃ, οὐ τὸ πλάτος αἴτιον αὐτῇ τῆς μονῆς, ἐξ ὧν λέγουσι, φαίνεται, ἀλλὰ τὸ μέγεθος μᾶλλον. εἰ γὰρ πολὺς ὢν ὁ ἀὴρ καὶ πᾶσαν πληρῶν τὴν χώραν στενοχωρεῖται διὰ τὸ ὑπὸ μεγέθους πολλοῦ περιλαμβάνεσθαι τοῦ τῆς γῆς, οὐκ ἂν ἐν αὐτῇ κινοῖτο τῇ χώρᾳ· εἰ δὲ καὶ πάροδον μὴ ἔχει πανταχόθεν ἐπιπωματιζόμενος, οὐδ’ ἂν διεξιὼν κινοῖτο· ἀλλὰ ταῦτα δύναται ὑπάρχειν, κἂν μὴ πλατεῖα, ἀλλὰ σφαιροειδὴς μὲν ᾖ ἡ γῆ, τηλικαύτη δὲ τὸ μέγεθος, ὡς πανταχόθεν ἐπιπωματίζειν τὸν ἀέρα· μένει γὰρ καὶ οὕτως ὁ ἀὴρ ἀκίνητος κατὰ τὸν ἐκείνων λόγον καὶ ἡ γῆ ἐπ’ αὐτοῦ. δυνάμενοι οὖν διὰ τοῦ μεγέθους ταύτην ἀποδιδόναι τὴν αἰτίαν, κἂν σφαιροειδὴς ἐτύγχανεν οὖσα, ἀπεστένωσαν αὐτὴν εἰς τὸ πλάτος τοῦ σχήματος. οὔτε οὖν ἐκεῖνοι δεόντως, οὔτε ὁ σφαιροειδῆ δεικνὺς τὴν γῆν ἀνῄρηκε2 τὴν ἀπὸ τοῦ ὑποκειμένου ἀέρος τῆς μονῆς αἰτίαν. οὕτως οὖν περιτρέψας αὐτοῖς τὸν λόγον τρίτον ἐπιχείρημα τίθησιν ἐκ τῶν φυσικῶν ἀρχῶν καθολικῶς ὡρμημένον· ὅλως γάρ, φησὶ πρὸς τοὺς οὕτω λέγοντας περὶ τῆς κινήσεως τῆς γῆς ὡς οὐκ ἐχούσης κίνησιν, οὐ περὶ τῆς γῆς αὐτῆς ἐστιν ἡ ἀμφισβήτησις μορίου οὔσης τοῦ παντός, ἀλλὰ περὶ ὅλης τῆς τῶν φυσικῶν σωμάτων συστάσεως· ὡς γὰρ ἔχει τὰ ἄλλα, οὕτως ἔχειν καὶ τὴν γῆν ἀνάγκη. ἐξ ἀρχῆς οὖν διοριστέον, πότερον ἔστι τοῖς σώμασι φύσει κίνησις ἢ οὐδεμία ἔστι, καὶ εἰ μὴ φύσει ἔστιν, ἆρα βίαιος ἔστιν ἢ οὐδὲ αὕτη. καὶ διελὼν οὕτως ὑπομιμνήσκει ἡμᾶς τῶν ἔν τε τῇ Φυσικῇ ἀκροάσει καὶ τῷ πρὸ τούτου βιβλίῳ ῥηθέντων, ἐν οἷς δέδεικται, ὅτι, εἰ μηδεμία φύσει κίνησις ἔστιν, οὐδὲ βίαιος ἔσται· βίαιος γάρ ἐστιν ἡ παρὰ φύσιν, παρὰ φύσιν δέ ἐστιν ἡ τῇ κατὰ φύσιν ἀντικειμένη· εἰ οὖν τὸ παρὰ φύσιν ἐκτροπὴ τοῦ κατὰ φύσιν ἐστί, μὴ οὔσης κατὰ φύσιν κινήσεως οὔτε παρὰ φύσιν οὔτε βίαιος ἂν εἴη· ὥστε, εἰ μὴ εἴη κατὰ φύσιν κίνησις, οὐδὲν ὅλως κινηθήσεται. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς ἠρεμίας δέδεικται, ὅτι, εἰ ἔστι παρὰ φύσιν, ἀνάγκη καὶ κατὰ φύσιν εἶναι, εἰ δὲ μὴ ἔστι κατὰ φύσιν, οὐδὲ παρὰ φύσιν, οὐδὲ ἠρεμεῖ τι ὅλως τῶν σωμάτων. ἀλλὰ καὶ τοῦτο ἐδείχθη, ὅτι, εἰ μὴ κινεῖταί τι κατὰ φύσιν, οὐδὲ ἠρεμεῖ κατὰ φύσιν, ἀλλ’ οὐδὲ παρὰ φύσιν.
“首先,如果它的形状不是平坦的,直至:因为对于同样的事物而言,相同的事物必然是相同事物的原因。” 在尽可能有说服力地为那些主张大地因平坦而静止的人辩护之后,他从这里开始反驳他们,并使用了如下的第一条论证:如果有人主张大地由于平坦和这样的形态而静止,那么,一旦证明大地不是平坦的而是球形的,平坦就不会是大地静止的原因;因此,如此论证的人必须首先证明大地是平坦的,进而证明它是因平坦而静止。或者说,亚里士多德或许反转了他们所提出的如下推论:“如果大地留存不动,它就是平坦的,并且因平坦而留存。”因此他自己说:“如果大地不是平坦的,它就不会因平坦而静止”;从而,通过证明大地不是平坦的,也就同时证明了它不是因平坦而静止。 其次,[他论证道],即便大地由于被下方的空气托举而留存不动,但根据他们的说法,大地留存的原因显现出来的并非平坦,而毋宁是体积。因为如果空气数量庞大并填满了整个空间,却由于被大地巨大的体积所包围而受到局促,在那个空间中就无法移动;又如果空气由于四面都被像盖子一样盖住而没有通路,也就无法穿行移动;但是这些情况即使大地不是平坦的而是球形的,也完全能够存在,只要其体积大到足以四面覆盖空气即可;因为即使如此,根据他们的说法,空气仍保持不动,大地也留存在其上方。因此,他们本可以通过体积来给出这一原因,即使大地恰好是球形的,但他们却把它局限在了形态的平坦上。所以,他们既未恰当地[给出原因],证明大地是球形的人也未曾推翻由下方空气所导致的留存原因。 在如此颠覆了他们的论点之后,他提出了第三条从自然学原理普遍出发的论证;因为对于那些谈论大地的运动、仿佛大地不具有运动的人,他总括地指出,争论并不在于大地自身(它不过是全宇宙的一个部分),而在于自然物体的整个构成;因为正如其他事物处于某种状态一样,大地也必然处于某种状态。因此,从一开始就必须判定,物体究竟存在本性上的运动,还是完全不存在;如果本性上不存在,那么究竟存在受迫的运动,还是连这也不存在。在这样划分之后,他让我们回想起在《物理学》以及本卷之前的那一卷中所说过的事情,在那些地方已经证明:如果没有任何本性上的运动,也就不会有受迫的运动;因为受迫的运动就是违反本性的,而违反本性的运动是对立于顺应本性的运动的;因此,如果违反本性的事物是对顺应本性者的偏离,那么在没有顺应本性的运动时,就既不会有违反本性的运动,也不会有受迫的运动;从而,如果没有顺应本性的运动,就根本没有任何事物会运动。对于静止也证明了同样的事情:如果存在违反本性的静止,就必然也存在顺应本性的静止;如果不存在顺应本性的静止,也就不存在违反本性的静止,任何一个物体都根本不会静止。此外这也得到了证明:如果某个事物不顺应本性地运动,它也就既不会顺应本性地静止,也不会违反本性地静止。
- 2.57μήποτε δὲ συλλογισμὸν ἀντέστρεψεν
此处的 μήποτε 并非用作否定词或疑问词,而是作为副词表达审慎的推测或假设(“或许/可能”)。
- 2.57οὔτε οὖν ἐκεῖνοι δεόντως, οὔτε ὁ σφαιροειδῆ δεικνὺς τὴν γῆν ἀνῄρηκε
在 οὔτε οὖν ἐκεῖνοι δεόντως 这一分句中省略了谓语动词(如 ἀποδεδώκασι“[给出原因]”),与后面的并列分句“证明大地是球形的人也未曾推翻……”形成对比。
