- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:524.1-525.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐述了阿那克西美尼、阿那克萨戈拉与德谟克利特的观点,即大地因其平坦性而压制并依凭下方的空气保持静止,结合漏壶的实验比喻对此加以说明,并考察了受截留空气承受重力的证据,指出亚历山大所举的运动之风的例子并不妥当,而充气皮囊浮水承重的事例更为恰切。
" Ἀναξιμένης δὲ καὶ Ἀναξαγόρας καὶ Δημόκριτος ἕως τοῦ τεκμήρια1 πολλὰ λέγουσι." Τρίτους προχειρίζεται τοὺς λέγοντας αἴτιον εἶναι τοῦ μένειν τὴν γῆν τὸ πλάτος αὐτῆς· τοῦτο γάρ, κἂν ἐπεφύκει φέρεσθαι ἐπὶ τὸ κάτω, μὴ δύνασθαι τέμνειν τὸν ὑποκείμενον ἀέρα,2 ἀλλ’ ἐπιπωμάζειν αὐτόν, ὅπερ φαίνονται τὰ πλάτος ἔχοντα σώματα ποιοῦντα· ἐπιπωμάζοντα γὰρ ὁρᾶται· καὶ ὥσπερ τὰ πλάτη ἔχοντα σώματα δυσκινήτως ἔχει πρὸς τοὺς ἀνέμους διὰ τὸ ἀποφράττειν καὶ ἀντερείδειν αὐτοῖς· ἀποφραχθεὶς γὰρ ὁ ἄνεμος καὶ διέξοδον μὴ ἔχων ἀκίνητος μένει ὡς ἐπὶ τῶν οἴκων τῶν μὴ ἐχόντων διάπνοιαν, καὶ διὰ τοῦτο δυσκίνητά ἐστιν ὑπ’ αὐτοῦ τὰ πλατύτερα· τὸ αὐτὸ οὖν τοῦτο καὶ ἡ γῆ τῷ πλάτει ποιεῖ πρὸς τὸν ὑποκείμενον ἀέρα, ὁ δὲ ἀὴρ μὴ ἔχων ἱκανὸν τόπον πρὸς τὸ μεταστῆναι ἀναγκάζεται ἀθρόῳ ἑαυτοῦ μέρει τῷ κάτωθεν καὶ μὴ κινουμένῳ ἠρεμεῖν· τοῦ γὰρ πρὸς τῇ γῇ μέρους μὴ ἔχοντος διέξοδον τὸ ὑπ’ ἐκεῖνο ὂν ἀθρόον μένει. καὶ ὁ ὅλος οὖν ἀὴρ ἀθρόῳ τῷ κάτωθεν ἠρεμεῖ· ἠρεμοῦντος δὲ αὐτοῦ καὶ μὴ διακρινομένου μένειν ἀνάγκη ἐπ’ αὐτοῦ τὴν γῆν. Τοῦ δὲ μένειν ἀκίνητον τὸν ὑποκάτω ἀέρα τοῦ πλησιάζοντος τῇ γῇ ἀέρος μὴ ἔχοντος πάροδον διὰ τῆς γῆς παράδειγμα φέρει τὸ ἐν ταῖς κλεψύδραις ὕδωρ. κλεψύδρα δέ ἐστιν ἀγγεῖον στενόστομον πλατυτέραν ἔχον βάσιν μικραῖς ὀπαῖς κατατετρημένον,3 ὃ νῦν ὑδράρπαγα καλοῦσι· καθιεμένου γὰρ εἰς ὕδωρ τοῦ ἀγγείου ἐπιληφθέντος τοῦ ἄνω στομίου οὐκ εἴσεισι τὸ ὕδωρ διὰ τῶν ὀπῶν διὰ τὸ ἀθρόον τὸν ἀέρα τὸν ἐν αὐτῷ ἀντερείδειν τῷ ὕδατι καὶ κωλύειν τὴν ἄνω πάροδον αὐτοῦ τῷ μὴ ἔχειν, ὅπου αὐτὸς μετασταίη· ἀφαιρεθέντος δὲ τοῦ ἐπειληφότος τὸ ἄνω στόμιον εἴσεισι τὸ ὕδωρ τοῦ ἀέρος ὑπεξισταμένου αὐτῷ. καὶ κατὰ τοῦτο οὖν ἔοικε τὸ παράδειγμα τοῦ μὲν ὕδατος ἀνάλογον τῇ γῇ ληφθέντος τῇ μὴ χωρούσῃ διὰ τοῦ ὑποκειμένου ἀέρος, τοῦ δὲ ἐν τῇ κλεψύδρᾳ ἀναλογοῦντος τῷ ὑποκειμένῳ τῇ γῇ ἀέρι καὶ ἀντερείδοντι πρὸς αὐτήν. ἀλλὰ καὶ πληρωθείσης τῆς κλεψύδρας ὕδατος, ἐὰν ἐπιλάβῃ τις τὸ ἄνω στόμιον ὡς μὴ εἰσιέναι, οὐκ ἐκρεῖ διὰ τῶν ὀπῶν τὸ ὕδωρ, ἵνα μὴ κενὸν μείνῃ τὸ ἄγγος μὴ εἰσιόντος ἀέρος μήτε διὰ τοῦ ἄνω στομίου ἐπειλημμένου ὄντος μήτε διὰ τῶν κάτω ὀπῶν τὴν δίοδον τοῦ ὕδατος ἐχουσῶν δι’ ὅλου τοῦ ἑαυτῶν ἀνοίγματος· ὡς οὖν τοῦ ἀέρος μὴ εἰσιόντος μένει τὸ ὕδωρ τὸ ἐν τῇ κλεψύδρᾳ, οὕτω καὶ ὁ ὑπὸ τὴν γῆν ἀὴρ τῷ μὴ ἔχειν πάροδον μένει· τούτου δὲ μένοντος καὶ ὁ ὑπ’ αὐτὸν ἀθρόως μένει, οὗ μένοντος παντὸς καὶ τὴν γῆν ὀχεῖσθαί τε καὶ ἀνέχεσθαι ὑπ’ αὐτοῦ συμβαίνει. Τοῦ δὲ Ἀριστοτέλους εἰπόντος, ὅτι πολλὰ τεκμήρια λέγουσι τοῦ δύνασθαι πολὺ βάρος φέρειν ἀπολαμβανόμενον τὸν ἀέρα καὶ μένοντα, μὴ προσθέντος δὲ τὰ τεκμήρια ὁ Ἀλέξανδρος, ὅτι ἰσχυρός ἐστιν ὁ ἀήρ, φησί, δῆλον ἐκ τῶν σεισμῶν καὶ τῶν ἀνέμων καὶ τοῦ ῥήγνυσθαι τὰ καρτερώτατα ἐνσεισθέντος αὐτοῖς τοῦ ἀπὸ τῶν βροντῶν ψόφου. ταῦτα δὲ δῆλον ὅτι κινουμένου ἔργα καὶ οὐκ ἠρεμοῦντός ἐστι τοῦ πνεύματος· κάλλιον οὖν, ὅπερ ἐφεξῆς παρέθετο, τὸ ἀπὸ τῶν ἀσκῶν παράδειγμα· φυσηθέντες γὰρ οὗτοι καὶ ἐφ’ ὕδατος ὀχούμενοι βαρέα φέρουσι φορτία, ὡς ἐπειράθην καὶ ἐγὼ κατὰ τὸν Ἀβόραν ποταμόν.
“阿那克西美尼、阿那克萨戈拉与德谟克利特,直至:提出了许多证据。” 他第三个提出的是那些主张大地静止的原因在于其平坦的人;因为据他们说,由于这种平坦,即使大地具有向下运移的本性,它也无法穿透下方的空气,而是像盖子一样盖在空气上,这正是具有平坦形态的物体所显现出的行为;因为可以看到它们像盖子一样盖在物体上。正如具有平坦表面的物体由于阻挡并顶抗风而难以被风推动一样——因为风被阻挡且没有出路,便保持不动,就像在不通风的房屋中那样,因此较宽平的物体难以被风推动——大地凭借其平坦,也对下方的空气起到同样的作用,而空气由于没有足够的空间转移,被迫与下方不动的自身部分凝聚成一块而保持静止;因为临近大地的部分没有出路,处于其下方的部分便凝聚不动。因此,全部空气都与下方的空气凝成一块而保持静止;既然空气保持静止且不被瓦解,大地就必然留存在它上面。 为了说明临近大地的空气由于没有通道穿过大地而使得下方的空气保持不动,他举了漏壶中水的事例。漏壶是一种窄口而底座较宽、凿有许多小孔的容器,人们现在称之为吸水器;因为当把容器浸入水中时,如果堵住上面的壶口,水就不会通过小孔进入,因为容器内部的空气整体顶抗着水,并且由于空气自身没有可以转移的地方而阻止水向上进入;但是当移开堵住上口之物时,空气退让,水便进入。因此在这方面该事例也是相似的,水被比作不穿过下方空气的大地,而漏壶中的空气被比作位于大地之下并顶抗着大地的空气。然而,当漏壶装满水后,如果有人堵住上口以致空气不能进入,水也不会从小孔流出,以免容器由于空气既不能从堵住的上口进入、也不能从整个开口都被水流占据的下方小孔进入而留出虚空;因此,正如漏壶中的水因空气无法进入而留存一样,大地之下的空气也因没有通道而留存;由于这部分空气留存,其下方的空气也凝成一块留存,而在其整体留存之下,大地便自然被其承载并托举着。 亚里士多德谈到,他们提出了许多证据证明空气在被截留并保持静止时能够承受巨大的重量,但他并未附加列举这些证据;对此,亚历山大说,空气具有力量这一点从地震、风以及当雷鸣的巨响轰击最坚固的事物时使其碎裂这一现象中显而易见。但这显然是处于运动中而非静止中的气的作用;因此,他随后引用的皮囊事例要好得多;因为这些皮囊被吹胀后浮在水面上,能够承载沉重的负荷,正如我本人在阿波拉斯河一带所亲身经历的那样。
- 2.56τοῦ δὲ Ἀριστοτέλους εἰπόντος, ὅτι πολλὰ τεκμήρια λέγουσι τοῦ δύνασθαι πολὺ βάρος φέρειν ἀπολαμβανόμενον τὸν ἀέρα καὶ μένοντα, μὴ προσθέντος δὲ τὰ τεκμήρια
该句由 τοῦ Ἀριστοτέλους εἰπόντος 与 μὴ προσθέντος 组成,以连词 δέ 连接的双重属格独立结构。冠词+不定式短语 τοῦ δύνασθαι 是对 τεκμήρια 的同位解释性/修饰性属格(“能够承受……的证据”),整个独立结构为主句主语 ὁ Ἀλέξανδρος 和动词 φησί 提供了背景前提。
- 2.56τοῦτο γάρ, κἂν ἐπεφύκει φέρεσθαι ἐπὶ τὸ κάτω, μὴ δύνασθαι τέμνειν τὸν ὑποκείμενον ἀέρα
该句是由前句中分词 λέγοντας 引导的间接引语结构,以 τοῦτο(平坦)为宾格主语,统辖不定式 μὴ δύνασθαι 和 ἐπιπωμάζειν。插入的条件分句 κἂν ἐπεφύκει φέρεσθαι 使用过去完成时 ἐπεφύκει,带有与事实相反的假设语气(“即使它具有向下运移的本性”)。
- 2.56ἀγγεῖον στενόστομον πλατυτέραν ἔχον βάσιν μικραῖς ὀπαῖς κατατετρημένον
完成时被动分词 κατατετρημένον 为中性主格单数,修饰名词 ἀγγεῖον。尽管中间插入了带有阴性宾格的短语 πλατυτέραν ἔχον βάσιν(构成倒装分离 hyperbaton),但性、数、格的一致使修饰关系明确指向 ἀγγεῖον。
