- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:522.1-523.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚历士多德对色诺芬尼大地无限说和泰勒斯大地浮水说的批评,详细梳理了针对泰勒斯的三条反驳论据(同等疑难的重复、轻重的本性位置、基于部分与整体的逆反换位推理)。随后,他指出未能妥善解决疑难的根源在于人们往往满足于驳倒论敌而非深究问题本身,并结合《论题篇》探讨了把握固有差异与共通性的方法论意义。
" Οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἶναί φασιν ἕως τοῦ πάσας τεθεωρηκέναι τὰς διαφοράς." Ὑπὸ τῆς ἀπορίας, φησί, κινούμενοι πάντες, μὴ βουλόμενοι δὲ πράγματα ἔχειν μέχρι τοσούτου ζητοῦντες, ἕως οὗ εὕρωσι τὴν κυριωτάτην αἰτίαν, ἕκαστος τὸ προχείρως ἐπελθὸν ἀπεφήνατο, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος τὸ ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι καὶ διὰ τοῦτο μένειν αὐτήν.1 ἀγνοῶ δὲ ἐγὼ τοῖς Ξενοφάνους ἔπεσι τοῖς περὶ τούτου μὴ ἐντυχών, πότερον τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων διὰ τοῦτο μένειν αὐτήν φησιν ἢ τὸν ὑποκάτω τῆς γῆς τόπον καὶ αἰθέρα ἄπειρον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον καταφερομένην τὴν γῆν δοκεῖν ἠρεμεῖν·2 οὔτε γὰρ ὁ Ἀριστοτέλης διεσάφησεν οὔτε τὰ Ἐμπεδοκλέους ἔπη διορίζει σαφῶς· “γῆς” γὰρ “βάθη” λέγοιτο ἂν καὶ ἐκεῖνα, εἰς ἃ κάτεισιν. Ἀλλὰ ταύτην μὲν οὐδὲ ἀντιλογίας ἠξίωσε τὴν δόξαν ὡς παντελῶς ἀπίθανον, ἐπ’ αὐτῇ δὲ τὴν Θαλοῦ τοῦ Μιλησίου τίθησιν ἐφ’ ὕδατος λέγοντος ὀχεῖσθαι τὴν γῆν ὥσπερ ξύλον ἢ ἄλλο τι τῶν ἐπινήχεσθαι τῷ ὕδατι πεφυκότων. πρὸς ταύτην δὲ τὴν δόξαν ὁ Ἀριστοτέλης ἀντιλέγει μᾶλλον ἴσως ἐπικρατοῦσαν διὰ τὸ καὶ παρ’ Αἰγυπτίοις οὕτως ἐν μύθου σχήματι λέγεσθαι καὶ τὸν Θαλῆν ἴσως ἐκεῖθεν τὸν λόγον κεκομικέναι. τρία δὲ τῆς ἀντιλογίας ἐστὶν ἐπιχειρήματα, ἓν μὲν χαριέντως ἅμα ἐπισκῶπτον ὡς οὐδὲν ἧττον ἀπόρῳ τὸ ἄπορον λύειν ἐπιχειροῦντας· τὸ γὰρ αὐτὸ ἄν τις καὶ περὶ τοῦ ὕδατος τοῦ ὑποκειμένου τῇ γῇ ζητήσοι, ἐπὶ τίνος αὐτὸ βεβηκὸς ὀχεῖ τὴν γῆν· οὐδὲ γὰρ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον ὥσπερ οὐδὲ ἡ γῆ. δεύτερον δέ ἐστι τοιοῦτον· εἰ τὰ κουφότερα πέφυκε τοῖς βαρυτέροις ἐπιπολάζειν, τὰ δὲ βαρύτερα τοῖς κουφοτέροις ὑφίστασθαι, καί ἐστιν ὥσπερ ἀὴρ ὕδατος οὕτως ὕδωρ γῆς κουφότερον, πῶς οἷόν τε τὸ κουφότερον κατωτέρω κεῖσθαι τοῦ βαρυτέρου τὴν φύσιν; τρίτον δὲ κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν·3 εἰ ὅλη πέφυκε μένειν ἐφ’ ὕδατος ἡ γῆ, δῆλον, ὅτι καὶ τῶν μορίων αὐτῆς ἕκαστον δυνατὸν ἐποχεῖσθαι τῷ ὕδατι· ἀλλὰ μὴν οὐ φαίνεται τοῦτο γινόμενον· τὸ γὰρ τυχὸν μόριον ἐμβληθὲν εἰς ὕδωρ οὐχ ἵσταται, ἕως ἂν εἰς τὸν πυθμένα τοῦ ὕδατος ἔλθῃ· τοῦτο γὰρ σημαίνει τὸ βυθίζεται· καὶ θᾶττον φέρεται τὸ μεῖζον, ἐξ οὗ δῆλον, ὅτι, εἴπερ ὑπέθου τῇ γῇ ὕδωρ, ἡ ὅλη γῆ θᾶττον ἂν παντὸς μορίου καταβυθισθείη· ὥστε καὶ ἡ ἐπιφορὰ τοῦ συλλογισμοῦ δηλονότι· οὐκ ἄρα πέφυκεν ἡ ὅλη γῆ μένειν ἐφ’ ὕδατος. Εἰπὼν δὲ ταῦτα τὴν αἰτίαν ἡμῖν καθόλου τοῦ μὴ καλῶς λύειν τὰς ἀπορίας θαυμαστῶς παρεγύμνωσεν· ἐοίκασι γάρ, φησί, μέχρι τινὸς ζητεῖν, ἀλλ’ οὐ μέχρι τοσούτου τῆς ἀπορίας, μέχρις οὗ δυνατὸν ἦν ἐπαπορεῖν ταῖς τοιαύταις λύσεσι· διὸ τὴν τυχοῦσαν λύσιν εἰπόντες ἠρκέσθησαν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, πιστοῦται ἐκ τοῦ πᾶσιν ἡμῖν σύνηθες εἶναι μὴ πρὸς τὸ πρᾶγμα τὸ προτιθέμενον ποιεῖσθαι τὴν ζήτησιν, ἀλλὰ πρὸς τὸν τὰ ἐναντία λέγοντα· ἐὰν γὰρ τοῦτον ἀποπλήσωμεν, ἀρκούμεθα, κἂν μὴ πάσας ἡμῖν τὰς ἀπορίας προήγαγεν, ὅσαι τοῦ πράγματός εἰσιν οἰκεῖαι. καὶ τοῦτο πάλιν ὅτι οὕτως ἔχει, πιστοῦται, ἐξ ὧν αὐτός τις ἕκαστος ἡμῶν ἑαυτῷ πάσχοντι σύνοιδεν ἐν ταῖς ζητήσεσι· καὶ γὰρ μέχρι τοσούτου καθ’ ἑαυτὸν ἕκαστος περὶ τοῦ προτιθεμένου ζητεῖ, ἕως ἄν μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς ἑαυτῷ· τότε γὰρ μηδὲν ἄπορον ἔτι νομίζομεν ὑπολείπεσθαι. διὰ τοῦτο οὖν δεῖ τὸν μέλλοντα καλῶς ζητήσειν πάσας ἐπεσκέφθαι τὰς ἀπορίας τὰς οἰκείας τῷ προκειμένῳ πράγματι καὶ κατὰ πάσας ἐνίστασθαι, εἴτε πρὸς ἑαυτὸν εἴτε πρὸς ἄλλον ποιεῖται τὴν ζήτησιν· οὕτω γὰρ αἱ τῶν ἀποριῶν λύσεις τὸ τέλειον ἕξουσιν. Οἰκείας δὲ ἐνστάσεις λέγει τὰς ἀπ’ αὐτοῦ τοῦ πράγματος εἰλημμένας καὶ μὴ σοφιστικάς. ἀπορήσομεν δὲ καὶ ἐνστησόμεθα κατὰ πάσας τὰς οἰκείας τῷ πράγματι ἐνστάσεις, ἐὰν ὦμεν πάσας τὰς διαφοράς, αἷς διαφέρει τῶν ἄλλων τὸ προκείμενον εἰς ζήτησιν, ἐπεσκεμμένοι· καὶ γὰρ τῷ τὴν διαφορὰν τῆς γῆς μὴ διεγνωκέναι τὴν πρὸς τὸ ξύλον ἠπατήθησαν οἱ τὴν γῆν ἐπινήχεσθαι τῷ ὕδατι λέγοντες, διότι τὸ ξύλον ἑώρων ἐπινηχόμενον. τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἶπε χρήσιμον εἶναι ἓν τῶν πρὸς εὐπορίαν ἐπιχειρημάτων τὸ τὰς διαφορὰς ἐγνωκέναι πάσας τὰς πρὸς ἄλληλα μάλιστα τῶν κοινωνεῖν ἀλλήλοις δοκούντων. Τοῦτο δὲ νῦν εἰπὼν ἡμῖν παρῆκε συννοεῖν, ὅτι καὶ τὰς κοινωνίας πάσας δεῖ τεθεωρηκέναι τῶν διαφερόντων· καὶ γὰρ ἀπὸ τούτων ἀπορίαι κινοῦνται πολλαί. ἔστι δὲ τὰ ἐν τοῖς Τοπικοῖς πρὸς εὐπορίαν συλλογισμῶν εἰρημένα συντελεῖν τὸ προτάσεις εὑρεῖν,4 ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις, τὸ τὰς οἰκείας διαφορὰς εὑρεῖν τοῦ προκειμένου, ἡ τοῦ ὁμοίου θεωρία.
“因为有些人正是由于这些缘故而说大地的底部是无限的,直至:观察了所有的差异。” 他说,所有人都是受到疑难的驱动,但由于不愿劳神探究直到找出最本原的原因,每个人都公布了手头想到的看法,正如科罗丰的色诺芬尼宣称大地的底部是无限的,且大地由于这个缘故而静止。但我因未曾读到色诺芬尼关于此事的诗句而不知道,他究竟是说大地的下部是无限的并由此宣称大地静止,还是说大地正下方的场所和以太是无限的并由此宣称大地由于无限地下落而显得静止;因为亚历士多德没有加以说明,恩培多克勒的诗句也未明确界定;因为大地降落于其中的那些处所也可以被称为“大地的深渊”。然而,他对这一观点甚至不屑于进行反驳,认为它完全不足采信,而紧随其后提出了米利都的泰勒斯的观点,泰勒斯说大地承载于水上,就像木头或自然适于漂浮在水上的其他物体一样。亚历士多德反驳这一观点,或许是因为该观点更为流行,由于在埃及人那里也以神话形式如此流传,泰勒斯很可能也是从那里把这种学说带回来的。反驳的论据有三条:其一是巧妙而同时带有揶揄意味的,指出他们试图用同样充满疑难的事情来解开疑难;因为人们对置于大地之下的水也可以提出同样的问题,即它是立足于何物之上来承载大地的;因为水也并不具有悬于空中而静止的本性,正如大地一样。第二条论据如下:如果较轻之物自然适于浮在较重之物上面,而较重之物下沉于较轻之物下面,且正如空气之于水,水也比大地更轻,那么在本性上较轻之物如何可能位于较重之物下方呢?第三条论据则是根据所谓的逆反换位法:如果整块大地自然适于留存于水上,显然其每个部分也应当能够承载于水上;然而,这显然没有发生;因为任意投入水中的碎片都不会停顿,直到到达水底;因为这就是“沉没”的意思;而且越大的碎片下落得越快,由此显而易见,如果你把水置于大地之下,整块大地将会比任何碎片都更快地沉入水底;因此推论的结论也同样显而易见:所以整块大地并不是自然适于留存于水上的。在说了这些之后,他向我们极好地揭示了未能妥善解决疑难的普遍原因:他说,因为他们似乎只探究到某个限度,而没有探究到面对这些解答仍可进一步提出疑难的极限;因此,他们说出了随意的解答便自我满足了。而这一点确实如此,可以从我们所有人的习惯中得到证实,即我们不是针对所提出的话题本身进行探究,而是针对持相反意见的人进行探究;因为如果我们满足了论敌,即使他并未向我们提出属于该话题自身的所有疑难,我们也就满足了。这一点之所以如此,又可以从我们每个人在探究中自知所经历的事情中得到证实;因为每个人在自己心中针对所提出的论题进行探究,一直探究到自己无法再反驳自己的限度;因为在那时我们便认为不再遗留任何疑难了。因此,凡欲妥善探究者,必须考察属于当前主题的所有疑难,并依据所有这些疑难提出诘难,无论他是针对自己还是针对他人进行探究;因为只有这样,对疑难的解答才会具有完备性。他所谓的固有诘难,是指从事情本身获取而非诡辩性的诘难。如果我们已经考察了探究对象区别于其他事物的所有差异,我们便能依据属于该事物的所有固有诘难来进行质疑和反驳;因为那些主张大地漂浮在水上的人,正是由于没有辨明大地与木头的差异而受骗的,因为他们看到了木头能够漂浮。而这一点,他也在《工具论·论题篇》第一卷中说过,作为获取丰富论据的手段之一,知晓尤其是那些看似彼此具有共通之处的事物之间的所有相互差异是有用的。现在他说了这番话,也使我们推知,必须对具有差异的事物之间的所有共通性加以观察;因为从这些共通性中也会引发许多疑难。而在《论题篇》中谈及有助于丰富推论的内容是:发现前提、对多义词的划分、发现所论主题的固有差异、以及对相似性的考察。
- 2.55ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος τὸ ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι καὶ διὰ τοῦτο μένειν αὐτήν
中性单数宾格定冠词τό统摄两个带宾格的不定式短语(ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι与διὰ τοῦτο μένειν αὐτήν),作为前文主要动词ἀπεφήνατο的宾语。
- 2.55πότερον τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων διὰ τοῦτο μένειν αὐτήν φησιν ἢ τὸν ὑποκάτω τῆς γῆς τόπον καὶ αἰθέρα ἄπειρον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον καταφερομένην τὴν γῆν δοκεῖν ἠρεμεῖν
双重间接疑问句πότερον ... ἤ ...的结构:前半句为τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων [αὐτὸς] διὰ τοῦτο μένειν αὐτήν φησιν;后半句在ἤ之后承前省略了[λέγων φησὶ],统辖并列的宾格不定式结构(τὸν ... τόπον καὶ αἰθέρα ἄπειρον [εἶναι]与τὴν γῆν δοκεῖν ἠρεμεῖν)。
- 2.55κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν
逻辑学术语,指通过同时否定前件与后件来进行换位的推理,即逆反换位法(contraposition)。字面意为“带有对立(σὺν ἀντιθέσει)的换位(ἀντιστροφή)”。
- 2.55ἔστι δὲ τὰ ἐν τοῖς Τοπικοῖς πρὸς εὐπορίαν συλλογισμῶν εἰρημένα συντελεῖν τὸ προτάσεις εὑρεῖν
后文的四个名词及带冠词不定式短语(τὸ προτάσεις εὑρεῖν、ἡ διαίρεσις、τὸ ... εὑρεῖν、ἡ θεωρία)充当主语,述部前置。ἔστι δὲ τὰ ... εἰρημένα συντελεῖν构成表语框架,分词εἰρημένα统摄与πρὸς εὐπορίαν συλλογισμῶν搭配的不定式συντελεῖν(“在《论题篇》中谈及有助于丰富推论的内容是……”),而τὸ προτάσεις εὑρεῖν是所列四项中的第一项。
