← 辛普里丘

亚里士多德《论天》注释

§520.20-521.29

关于大地静止的疑难与古代诸说分类

针对亚里士多德在《论天》294a11中提出的关于大地静止的疑难,辛普利丘归纳了古代的五种学说,解释了大地碎片下落与整块大地静止之间的悖论结构,并讨论了该处文本的句法与版本异读(对比了亚历山大的解释与自己的看法)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.54

" Τὸ μὲν οὖν ἀπορῆσαι πᾶσιν ἀναγκαῖον ἐπελθεῖν ἕως τοῦ θαυμάσειεν ἄν τις." Ἱστορήσας πρότερον τάς τε περὶ τῆς θέσεως τῆς γῆς καὶ τῆς κινήσεως καὶ τοῦ σχήματος αὐτῆς δόξας καὶ πρὸς ὀλίγα ἀντειπών, τῶν δὲ πολλῶν ὡς ἀπεμφαινόντων καταφρονήσας μετάγει τὸν λόγον λοιπὸν ἐπὶ τοὺς μένειν μὲν τὴν γῆν λέγοντας, τὴν δὲ αἰτίαν τῆς μονῆς οὐ καλῶς ἀποδιδόντας. καὶ πρῶτον μνημονεύει τῶν μένειν λεγόντων διὰ τὸ ἄπειρον αὐτὴν εἶναι, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος, δεύτερον δὲ τῶν ἐφ’ ὕδατος ὀχουμένην μένειν, ὡς Θαλῆς ὁ Μιλήσιος, τρίτον δὲ τῶν λεγόντων μένειν αὐτὴν ἀνεχομένην ὑπὸ τοῦ ὑποκειμένου ἀέρος, ὃν ἐπιπωματίζει πλατεῖα οὖσα καὶ τυμπανοειδὴς ἡ γῆ καὶ οὐ συγχωρεῖ ἀναχωρεῖν· οὕτω δὲ Ἀναξιμένης καὶ Ἀναξαγόρας καὶ Δημόκριτος ἐδόκουν λέγειν· τέταρτον δὲ τῶν περὶ Ἐμπεδοκλέα τὴν δίνην τοῦ οὐρανοῦ τῆς μονῆς τῆς γῆς αἰτιωμένων, καὶ πέμπτον τῶν τὴν ὁμοιότητα καὶ τὴν ἰσορροπίαν αἰτίαν τῆς μονῆς λεγόντων, ὡς Ἀναξίμανδρος καὶ Πλάτων. πρῶτον δὲ συνίστησι τὴν ἐπὶ τῇ μονῇ τῆς γῆς ἀπορίαν, ὅτι ἀναγκαῖον τὸ πᾶσιν ἐπελθεῖν ἀπορῆσαι τὸ πῶς μένει ἡ γῆ· τάχα γὰρ ἀλυποτέρας, τουτέστιν ἀργοτέρας, διανοίας ἐστὶ τὸ μὴ θαυμάζειν, πῶς μικρὸν μὲν μόριον τῆς γῆς, ἐὰν μετεωρισθὲν ἀφεθῇ, φέρεται κάτω καὶ μένειν οὐκ ἐθέλει, καὶ τὸ μεῖζον ἀεὶ θᾶττον φέρεται, πᾶσαν δὲ τὴν γῆν εἴ τις μετεωρίσας ἀφῇ, οὐκ ἂν φέροιτο κάτω· τεκμήριον γὰρ ἱκανὸν τοῦ μὴ ἂν ἐνεχθῆναι ἀφεθεῖσαν τὸ καὶ νῦν μετέωρον οὖσαν ἠρεμεῖν1 τοσοῦτον ἔχουσαν βάρος. καὶ τοῦτο δὲ ἄξιον ἀπορίας περὶ τοῦ αὐτοῦ φησι, πῶς ἄνωθεν καταφερομένων μορίων τῆς γῆς, εἴ τις πρὸ τοῦ πεσεῖν αὐτὰ ὑποσπῴη ἀεὶ τὴν ὑποκειμένην γῆν, μένει φερόμενα, ἕως ἂν ἀντερείσῃ τι αὐτοῖς, ἡ δὲ ὅλη γῆ μηδενὸς κάτω ἀντερείδοντος οὐ φέρεται, ἀλλ’ ἠρεμεῖ. διὰ ταῦτα μὲν γάρ, φησί, τὸ ἀπορεῖν περὶ τῆς γῆς ἐγένετο φιλοσόφημα πᾶσι· φιλόσοφον γὰρ ὄντως ἐστὶ τὸ τὰς αἰτίας τῶν ὄντων ζητεῖν· τὸ δὲ περὶ τὰς περὶ τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν φυλάξασθαι τῆς ἀπορίας θαυμάσειεν ἄν τις·2 δοκεῖν γὰρ λύειν τὴν ἐν τούτοις ἀπορίαν βουληθέντες πλείονος ἀπορίας ἀξίοις προσχρῶνται. Οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγήσατο τὴν λέξιν οὕτω γράψας· τὸ δὲ περὶ τὰς τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν καὶ ὡς ἐλλειπούσης τὸ πλῆρες, ὡς εἴρηται, ἀποδούς. μήποτε δέ, κἂν οὕτως ἔχῃ ἡ λέξις, συντόμως, οὐ μέντοι ἐλλιπῶς ἀπήγγελται· εἰπὼν γάρ, ὅτι τὸ μὲν ἀπορεῖν εἰκότως ἐγένετο φιλοσόφημα πᾶσιν, ἐπάγει τὸ δὲ περὶ τὰς τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν τῆς ἀπορίας τοὺς οὕτω λύοντας δηλονότι θαυμάσειεν ἄν τις· ὥστε τὸ ἀτόπους μὴ πρὸς τὰς λύσεις ἀκούειν, ἀλλὰ πρὸς τοὺς λύοντας. ἐγὼ μέντοι πολλὰ τῶν ἀντιγράφων ηὗρον οὕτως ἔχοντα· τὸ δὲ τὰς περὶ τούτων λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν· καί ἐστιν οὕτω καταλληλότερον. Ταῦτα εἰπὼν λοιπόν, τίνες τῶν παλαιῶν τίνας τοῦ μένειν τὴν γῆν ἀποδεδώκασιν αἰτίας, λέγει.

“因此,所有人必然都会产生疑难,直至:有人会感到惊异。” 在之前叙述了关于大地位置、运动及其形状的种种观点,并对少数观点进行了反驳,而将多数观点斥为荒谬不予理会之后,他最终将论述转向那些虽主张大地静止、却未妥善给出静止原因的人。首先,他提到了那些因大地无限而主张其静止的人,如科罗丰的色诺芬尼;其次,提到那些主张大地承载于水上而静止的人,如米利都的泰勒斯;第三,提到那些说大地因受下方空气支撑而静止的人,大地由于扁平且呈鼓形,像盖子一样罩住空气而不允许其退避——阿那克西美尼、阿那克萨戈拉和德谟克利特似乎就是这样说的;第四,提到恩培多克勒学派,他们将大地的静止归因于天空的旋涡;第五,提到那些主张齐一性与均势是静止原因的人,如阿那克西曼德和柏拉图。他首先阐明了关于大地静止的疑难,即大地如何静止这一疑难必然会发生在所有人心中;因为若不惊异于大地的微小碎片如果被举起并释放就会向下运动而不愿停留,且越大的碎片总是运动得越快,然而若有人举起整块大地并将其释放,它却不会向下运动,这恐怕属于相当迟钝、即相当怠惰的心智;因为即使在当下,大地悬于空中并拥有如此巨大的重量却依然静止,这便是它若被释放也不会下落的充分证据。他说关于同一件事,以下这点同样值得疑难:当大地的碎片从上方下落时,若有人在它们落下之前不断抽走下方的土地,它们便会持续运动,直到有东西抗拒支撑它们,而整块大地在下方没有任何东西抗拒支撑的情况下却不下落,反而是静止的。他说,正是由于这些缘故,对大地的疑难成为了所有人哲学探讨的对象;因为探寻存在者的原因确实是哲学性的;但是对于在针对此事的解答中[未能防备]显得比疑难本身还要荒谬,人们或许会感到惊异;因为他们希图显得解答了这些问题中的疑难,却使用了招致更大疑难的说法。亚历山大便是这样解释这段文字的,他写作:“但在针对此事的解答中显得不更为荒谬”,并如前所述,视其为有所缺漏而补充了完整之意。然而,即便文字确实如此,也可能是表述简练而非残缺;因为在说了产生疑难理所当然成为所有人的哲学探讨之后,他接着说“但在针对此事的解答中不显得比疑难更为荒谬”,显然意思是有人会对这样解答的人感到惊异;因此“荒谬”不应针对解答来理解,而应针对解答者来理解。然而我发现许多抄本的文字是这样的:“但关于这些事情的解答显得不更为荒谬”;而这样在语法上更为通顺。在说了这些之后,他接下来论述古代人中有哪些人为大地的静止给出了哪些原因。

语法注2 条
  1. 2.54τεκμήριον γὰρ ἱκανὸν τοῦ μὴ ἂν ἐνεχθῆναι ἀφεθεῖσαν τὸ καὶ νῦν μετέωρον οὖσαν ἠρεμεῖν

    句子的主语是带冠词的不定式短语 τὸ καὶ νῦν μετέωρον οὖσαν ἠρεμεῖν(“即便如今悬于空中却依然静止这一事实”),表语是 τεκμήριον ἱκανόν(“充分的证据”)。τοῦ μὴ ἂν ἐνεχθῆναι ἀφεθεῖσαν 为修饰 τεκμήριον 的属格短语,其中 ἄν 与不定式连用表示潜在/假想(“即便被释放也不会下落”),分词 ἀφεθεῖσαν 与暗示的主语大地(γῆ,阴性)在性数格上保持一致。

  2. 2.54τὸ δὲ περὶ τὰς περὶ τούτου λύσεις μὴ μᾶλλον ἀτόπους εἶναι δοκεῖν φυλάξασθαι τῆς ἀπορίας θαυμάσειεν ἄν τις

    关于亚里士多德难解原文句法的讨论。亚历山大基于 περὶ τὰς ... λύσεις 这一读法,认为句中有省略,补出了如 φυλάξασθαι(“防备/注意”)之类的词,理解为“对于他们在解答中未能防备显得比疑难更为荒谬,人们会感到惊异”。辛普利丘则提出了两种分析:其一,无需补充词语,将 ἀτόπους 视为修饰省略的宾格主语 τοὺς λύοντας(“解答者们”);其二,采纳手抄本异读 τὰς ... λύσεις(不带前置词 περί),使 λύσεις 直接作不定式 εἶναι 的宾格主语(“解答显得不更为荒谬”),并指出后者在句法上更加顺畅。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:520.20-521.29