- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:519.12-520.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对比了关于大地形状的球形说与鼓形说,针对以日出日落时直线的截割边界为依据的鼓形说,阐述了亚里士多德的反驳以及辛普利丘基于地平线平面给出的几何光学解释,并论述了大地静止与鼓形形状之间的关联。
" Παραπλησίως δὲ καὶ περὶ τοῦ σχήματος ἀμφισβητεῖται." Καὶ περὶ τοῦ σχήματος διάφορον εἶναι τὴν ἱστορίαν φησὶ τῶν μὲν σφαιροειδῆ λεγόντων τὴν γῆν, τῶν δὲ πλατεῖαν καὶ τυμπανοειδῆ. οἱ δὲ τυμπανοειδῆ λέγοντες, φησί, τεκμήριον τούτου ποιοῦνται, ὅτι δύνων καὶ ἀνατέλλων ὁ ἥλιος εὐθεῖαν ἔχων φαίνεται τὴν διορίζουσαν τό τε φαινόμενον αὐτοῦ καὶ τὸ ἀφανές· καίτοι, εἰ σφαιροειδὴς ἦν, φασίν, ἡ γῆ ἐπιπροσθοῦσα τῷ ἡλίῳ, ἡ ἀποτομὴ μηνοειδὴς ἢ ἀμφίκυρτος ἐγίνετο,1 ὡς ἐπὶ τῶν ἐκλείψεων ὁρᾶται τῶν ἡλιακῶν καὶ σεληνιακῶν, ἐπὶ μὲν τῶν ἡλιακῶν τῆς σελήνης ἀντιφραττούσης, ἐπὶ δὲ τῶν σεληνιακῶν τοῦ κώνου τῆς σκιᾶς. νῦν δέ, φασίν, ἐν τῷ ἐπιπέδῳ τοῦ τυμπανοειδοῦς σχήματος ὄντες εὐθείας τὰς ἀποτομὰς ὁρῶμεν· ἐὰν γὰρ ἐν τῷ αὐτῷ ἐπιπέδῳ τῷ ὄμματι κύκλου περιφέρεια τεθῇ, εὐθεῖα φανήσεται, ὡς ἐν τοῖς ὀπτικοῖς δέδεικται. πρὸς δὴ τοὺς ταῦτα λέγοντας ὁ Ἀριστοτέλης φησίν, ὅτι οὐ προσλογίζονται τό τε ἀπόστημα τοῦ ἡλίου πολὺ ὂν πρὸς τὴν γῆν καὶ τὸ τοῦ ἡλιακοῦ σώματος μέγεθος μικρότατον φαινόμενον ὡς πρὸς τὸ ἀπόστημα, καὶ ὅτι οἱ ἐν τοῖς μικροῖς φαινομένοις σώμασι κύκλοι ἀπὸ πλείονος διαστήματος εὐθεῖαι φαίνονται· καὶ γὰρ αἱ σφαιρικαὶ ἐπιφάνειαι πόρρωθεν ἐπίπεδοι δοκοῦσιν, ὡς ἡ τοῦ ἡλίου καὶ τῆς σελήνης. ἀλλ’ εἰ τὸ ἀπόστημα καὶ ἡ φαινομένη σμικρότης τοῦ μεγέθους αἰτία τοῦ εὐθεῖαν τὴν ἀποτομὴν φαίνεσθαι, διὰ τί μὴ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ἐκλείψεων τῶν ἡλιακῶν καὶ σεληνιακῶν; καὶ γὰρ τὸ ἀπόστημα τὸ αὐτὸ καὶ τὰ φαινόμενα μεγέθη. τάχα οὖν ῥητέον, ὅτι, εἰ μὲν ἔξω τῆς γῆς ὄντες ἑωρῶμεν τὸν ἥλιον μερικῶς ἐπιπροσθούμενον ὑπὸ τῆς γῆς, πάντως ἂν περιφερεῖς ἡμῖν ἐφαίνοντο αἱ ἀποτομαί, ὥσπερ καὶ αἱ τοῦ ἡλίου ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν ὑπὸ τῆς σελήνης ἐπιπροσθουμένου ἢ τῆς σελήνης ὑπὸ τοῦ κώνου τῆς σκιᾶς· νῦν δέ, ἐπειδὴ ἐν αὐτῇ ὄντες ὁρῶμεν τὸν ἥλιον ἀνατέλλοντα καὶ δύνοντα διὰ τοῦ ὁρίζοντος, ὁρίζων δέ ἐστι τὸ διὰ τῆς ἐπιφανείας τῆς γῆς καὶ τῆς ὄψεως ἡμῶν ἐκβαλλόμενον ἐπίπεδον,2 συμβαίνει τὴν ἡλιακὴν σφαῖραν κατὰ κύκλον ὑπὸ τοῦ ὁρίζοντος τέμνεσθαι· ὁ δὲ κύκλος ἐν τῷ αὐτῷ ἐπιπέδῳ ὢν τῷ ἡμετέρῳ ὄμματι εὐθεῖα φαίνεται. ὁ δὲ Ἀριστοτέλης διαβαλὼν τὸ ἀπὸ τοῦ ἡλίου τεκμήριον ὡς οὐχ ἱκανὸν πρὸς τὸ νομίζειν μὴ εἶναι κυκλοτερῆ τὴν γῆν λέγει, ὅτι καὶ ἄλλην αἰτίαν προστιθέασι τοῦ τυμπανοειδῆ τὴν γῆν εἶναι ἀναγκαῖον λέγοντες τὸ σχῆμα τοῦτο ἔχειν αὐτὴν διὰ τὴν ἠρεμίαν· διὰ γὰρ τοῦτο ἠρεμεῖν αὐτήν· καὶ γὰρ τὸ μὲν σφαιρικὸν σχῆμα εὐκίνητόν ἐστι, τὸ δὲ τυμπανοειδὲς πρὸς μονὴν ἐπιτήδειον ὅλῳ τῷ ἐπιπέδῳ βαῖνον ἐπὶ τοῦ ὑποκειμένου ἢ καὶ ἐπιπωμάζον, ὡς φασι, τὸν κάτωθεν ἀέρα· εἰπὼν δὲ μόνιμον εἶναι τὴν γῆν διὰ τὸ τυμπανοειδὲς σχῆμα ἐπήγαγεν, ὅτι πολλοὶ τυγχάνουσιν εἰρημένοι τρόποι τῆς κατὰ τὴν γῆν διαθέσεως, ὧν τινὲς μὲν πρὸς κίνησιν αὐτήν, τινὲς δὲ πρὸς μονὴν ἐπιτηδείαν εἶναι λέγουσιν, ὥσπερ ὁ νῦν εἰρημένος πρὸς μονήν.
“同样,关于它的形状也存在争议。” 他说,关于形状的说法也是多样的,有人说大地是球形的,另一些人则说是扁平且呈鼓形的。他说,那些主张鼓形的人以此为证据:下沉和升起的太阳,其区分可见部分与不可见部分的界线显得是一条直线;然而他们说,如果遮挡太阳的大地是球形的,那么被截出的形状就会变成月牙形或双凸形,正如在日食和月食中所见到的那样——在日食中是月亮阻挡,在月食中则是阴影的圆锥体阻挡。但他们说,如今我们处于鼓形物体的平面上,所看到的截线是直的;因为如果一个圆的周线与眼睛置于同一平面内,它将显得是一条直线,正如在《光学》中所证明的那样。针对主张这些观点的人,亚里士多德说,他们没有考虑到太阳相对于大地的距离极其遥远,以及太阳物体的体积相对于这距离显得极小,并且在显得微小的物体中的圆,从更远的距离看显得是直线;因为球面从远处看也显得是平面的,正如太阳和月亮的球面一样。但是,如果距离和表观体积的微小是截线显得平直的原因,为什么这在日食和月食中也没有发生呢?因为距离是相同的,表观体积也是相同的。或许应该这样说:如果我们处于大地之外,看到太阳被大地局部遮挡,截线对于我们来说必然显得是圆弧状的,正如日食中太阳被月亮遮挡,或月亮被阴影的圆锥体遮挡时那样;但如今,由于身在大地之上,我们看到太阳透过地平线升起和下沉,而地平线是通过大地的表面和我们的视线延伸出的平面,因此太阳球体便被地平线沿着一个圆切断;而这个圆与我们的眼睛处于同一平面内,故显得是一条直线。亚里士多德在驳斥了源于太阳的证据不足以认为大地不是圆的之后,说他们还为大地是鼓形补充了另一个原因,主张大地因静止而必须具有这种形状;因为大地正是由于这种形状才静止。因为球形易于运动,而鼓形适合于居留,它以整个平面立于下方承载物之上,或者正如他们所说,像盖子一样罩压住下方的空气。在说明了大地由于鼓形而持久保持静止之后,他又补充说,关于大地状态所论及的方式有很多种,其中一些说它适合于运动,另一些则说它适合于静止,正如刚才所提到的〔说它〕适合于静止一样。
- 2.53εἰ σφαιροειδὴς ἦν, φασίν, ἡ γῆ ἐπιπροσθοῦσα τῷ ἡλίῳ, ἡ ἀποτομὴ μηνοειδὴς ἢ ἀμφίκυρτος ἐγίνετο
在此反事实条件句中(εἰ ἦν),结论从句的动词 ἐγίνετο 省略了小词 ἄν。这沿用了古典希腊语中表示必然结果或显然事实时反事实结论省略 ἄν 的惯用法,在语境中应理解为反事实含义(“截线本应当变成月牙形或双凸形”)。
- 2.53τὸ διὰ τῆς ἐπιφανείας τῆς γῆς καὶ τῆς ὄψεως ἡμῶν ἐκβαλλόμενον ἐπίπεδον
ὁρίζων(地平线)的几何学定义。中性定冠词 τὸ 修饰后方的 ἐπίπεδον,置于其中的分词短语 διὰ... ἐκβαλλόμενον 作定语修饰 ἐπίπεδον。动词 ἐκβάλλω 在几何学术语中意为“(线或平面)向外延伸、投影”,整个结构意为“通过大地表面与我们的视线所延伸出的平面”。
