- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:518.9-519.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚历山大就《蒂迈欧篇》中大地静止说的解释提出反驳,通过词义辨析及文本后人增补之可能性,对亚里士多德的意图提出两种调和解释,并在最后提及本都的赫拉克利德的假说。
Ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος, ἵνα ἀπὸ τοῦ τελευταίου τῶν ῥηθέντων ἄρξωμαι, ὅτι ὁ Τίμαιος ἱδρῦσθαι τὴν γῆν ἐν τῷ μέσῳ λέγει καὶ βεβηκέναι καὶ ἐρηρεῖσθαι, πρόδηλον ἐκ τῶν παρατεθέντων αὐτοῦ ῥημάτων. τῆς δὲ λέξεως δηλούσης μὲν ὡς ἐπίπαν τὸ δεδεμένην, ὡς αἱ παρατεθεῖσαι χρήσεις ἐσήμαινον, δηλούσης δὲ καὶ τὸ συστρεφομένην, ὅταν διὰ τῆς ει διφθόγγου γραφῇ, πρῶτον μὲν δι’ ἑνὸς τοῦ λ γράφεται, ἔπειτα καὶ ἐπὶ τῶν κυκλικῶν σχημάτων λέγεται τὸ συνεστράφθαι, κἂν ἀκίνητα ᾖ· πρὸς δὲ τούτοις, κἂν ἑκάτερον ἡ λέξις σημαίνῃ καὶ τὸ δεδεμένη καὶ τὸ κινουμένη, πῶς ἔδει τοῦ Πλάτωνος ἀποδέχεσθαι τὸν λόγον τοῦ τὰ Τιμαίου παραξέοντος οὕτως ἔχοντα, τοῦ τὴν ἠρεμίαν ἀποδείξαντος τῆς γῆς; ἆρα ὡς δεδεμένην ἢ ὡς κινουμένην σημαίνοντος; ἀλλ’ Ἀριστοτέλους, φησίν, οὕτω λέγοντος εἰρῆσθαι οὐκ εὔλογον ἀντειπεῖν· τῷ γὰρ ὄντι οὔτε τὴν τῆς λέξεως σημασίαν εἰκὸς ἦν ἀγνοεῖν αὐτὸν οὔτε τὸν τοῦ Πλάτωνος νοῦν. μήποτε οὖν εἰς πάντα ἀποβλέψαντας καλῶς ἔχει λέγειν, ἢ ὅτι τῆς λέξεως καὶ τὸ συστρεφομένην δηλούσης εἰς τοῦτο μετέλαβεν αὐτὴν ὁ Ἀριστοτέλης, ὥσπερ εἴωθε καὶ τὸ φαινόμενον τῶν λόγων διελέγχειν σπουδάζειν διὰ τοὺς ἐπιπολαιότερον ἐκδεχομένους, ὡς ἂν εἰ ἔλεγε1 μετὰ τοὺς περὶ τὸ μέσον κινεῖσθαι ταύτην λέγοντας· εἴ τις νομίζοι τὸν Πλάτωνα ἐν τῷ μέσῳ λέγειν αὐτὴν κινεῖσθαι τὸ ἰλλομένην ὡς κινουμένην ἐκδεχόμενος, ἅμα μὲν ἔσται τις καὶ ἄλλη ὑπόθεσις τῶν κινεῖσθαι λεγόντων τὴν γῆν· ἢ γὰρ περὶ τὸ μέσον ἢ ἐν τῷ μέσῳ ὑποτεθήσεται κινουμένη· ἅμα δὲ καὶ ὁ τὰ τοῦ Πλάτωνος οὕτως ἀποδεχόμενος ἐλεγχθήσεται. ἢ οὖν τοῦτο ῥητέον ἢ ὅτι τὸ καὶ κινεῖσθαι τῷ ἴλλεσθαι ὕστερον ὑπό τινος προσετέθη, ὁ δὲ Ἀριστοτέλης προθέμενος ἐν ἀρχῇ ζητεῖν περὶ τῆς γῆς, πότερον τῶν ἠρεμούντων ἐστὶν ἢ τῶν κινουμένων, καὶ ἱστορήσας τοὺς κινεῖσθαι λέγοντας αὐτὴν περὶ τὸ μέσον ἐπήγαγε καὶ τοῦ δεδέσθαι καὶ τοῦ ἠρεμεῖν ἐν τῷ μέσῳ μαρτυρίαν ἀπὸ τοῦ Πλάτωνος Τιμαίου· μὴ προσκειμένου γὰρ τοῦ καὶ κινεῖσθαι δυνατὸν καὶ οὕτως ἐκδέχεσθαι τὸν λόγον.2 ὅτι γὰρ τῶν ἀντικειμένων ἐποιήσατο τὴν ἱστορίαν καὶ οὐ μόνον τοῦ κινεῖσθαι, ἀλλὰ καὶ τοῦ μένειν, δηλοῖ καὶ τὰ περὶ τοῦ σχήματος ἐπαγόμενα, ὅτι παραπλησίως τοῖς ἐπὶ τῆς κινήσεως καὶ τῆς μονῆς καὶ τὸ σχῆμα οἱ μὲν σφαιροειδές, οἱ δὲ τυμπανοιδὲς λέγουσιν. Ἐν τῷ κέντρῳ δὲ οὖσαν τὴν γῆν καὶ κύκλῳ κινουμένην, τὸν δὲ οὐρανὸν ἠρεμεῖν Ἡρακλείδης ὁ Ποντικὸς ὑποθέμενος σώζειν ᾤετο τὰ φαινόμενα.
针对亚历山大所说的这些话,若从所言之事的最后一点开始,蒂迈欧主张大地安放于中央、站稳并牢固立定,这从引自他的言辞中是显而易见的。即使该词正如所引用的用例所示通常表示“被捆绑”,并且在用双元音ei书写时也表示“蜷缩(卷成球状)”,但首先它是用单个lambda书写的;其次,“蜷缩”也用于圆形的形状,即便它们是不动的;除这些之外,即使该词兼具“被捆绑”与“在运动”二义,人们又该如何领会模仿了蒂迈欧如此言辞的柏拉图的话呢——那位论证了大地静止的人的话?究竟是作为表示被捆绑,还是作为表示在运动?他说:“然而在亚里士多德说它是如此表述的情况下,进行反驳是不合情理的”;因为事实上,他[亚里士多德]既不可能不知道该词的含义,也不可能不知道柏拉图的意图。那么,放眼全局,或许可以这样妥当解释:或者因为该词也表示“蜷缩”,亚里士多德便以此义理解了它,正如他惯于因那些较肤浅理解之人而致力于反驳文辞的表面含义一样,犹如他在谈论那些主张大地围绕中心运动的人之后又说:“如果有人将‘紧绕着’理解为‘在运动’,从而认为柏拉图说它在中心运动,那么一方面,主张大地运动的人便又多了一种假说——因为大地将被假定为或围绕中心运动,或在中心运动——而另一方面,如此领会柏拉图言辞的人也将被驳倒。”因此,或者必须这样说,或者说“且运动”这一短语是后来被某人添加到“紧绕着”之上的,而亚里士多德在开端提出要探讨关于大地是属于静止之物还是运动之物,在报告了那些主张大地围绕中心运动的人之后,又从柏拉图的《蒂迈欧篇》中补充了大地在中心被捆绑和静止的证据;因为若不附加上“且运动”,便也可以如此理解该言论。因为他不仅对运动,而且对静止也作了考察,即考察了相反的观点,这一点也由关于形状的后文所表明:与关于运动与静止的情况类似,关于形状,一些人说是球形的,另一些人则说是鼓形的。另外,本都的赫拉克利德假定大地位于中心且作圆周运动,而天球静止,以此认为能够拯救现象。
- 2.52ὡς ἂν εἰ ἔλεγε
由 ὡς ἂν εἰ 加未完成过去直陈式构成的虚拟比较结构,意为“犹如他在说……一样”。这表明其后的言论并非亚里士多德的实际原文,而是辛普里丘对其论述背后隐含意图所作的虚拟重构与敷演。
- 2.52μὴ προσκειμένου γὰρ τοῦ καὶ κινεῖσθαι δυνατὸν καὶ οὕτως ἐκδέχεσθαι τὸν λόγον
短语 μὴ προσκειμένου ... τοῦ καὶ κινεῖσθαι 为带有否定词 μή 的独立属格,起条件状语的作用(“若不附加上‘且运动’”)。主句由无人称形容词 δυνατὸν [ἐστι]加不定词 ἐκδέχεσθαι 构成,表达了一种文献学推测:即如果将该短语视为后人增补,则文本的逻辑完全可以贯通。
