- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:517.1-518.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《天论》293b30中援引《蒂迈欧篇》关于大地绕轴“紧绕”的论述,辛普利丘通过词源和文本互证论证该词意为静止或束缚,并引介了主张该词意指运动的亚历山大的观点与批评。
" Ἔνιοι δὲ καὶ κειμένην ἐπὶ τοῦ κέντρου ἕως τοῦ ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραπται." Εἰπὼν περὶ τῶν λεγόντων ἔξω τοῦ κέντρου κειμένην τὴν γῆν περὶ τὸ κέντρον κινεῖσθαι ἐπάγει, ὅτι ἔνιοι καὶ κειμένην αὐτὴν ἐπὶ τοῦ κέντρου λέγουσιν ἴλλεσθαι καὶ κινεῖσθαι, ὥσπερ ἐν τῷ Πλάτωνος Τιμαίῳ γέγραπται. ἀλλ’ ἡ μὲν ἐν Τιμαίῳ ῥῆσις τοῦ Πλάτωνος οὕτως ἔχει· “γῆν δὲ τροφὸν ἡμετέραν, ἰλλομένην δὲ περὶ τὸν διὰ παντὸς τεταμένον πόλον φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο πρώτην καὶ πρεσβυτάτην θεῶν, ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν”. διὰ παντὸς δὲ τεταμένον πόλον τὸν ἄξονα λέγει νῦν· τρία γὰρ τοῦ πόλου σημαινόμενα παρὰ Πλάτωνι· καὶ γὰρ τὸν οὐρανὸν ἐν Φαίδωνι πόλον καλεῖ καὶ τὰ πέρατα τοῦ ἄξονος, περὶ ἃ πολεύει ὁ οὐρανός, ἐν τῷ Τιμαίῳ καὶ νῦν τὸν ἄξονα. τὸ δὲ ἰλλομένην, εἴτε διὰ τοῦ ἰῶτα γράφοιτο, τὸ δεδεσμημένην δηλοῖ,1 καὶ οὕτως καὶ ὁ Ἀπολλώνιος ὁ ποιητής “δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεσείσατο νώτων” καὶ Ὅμηρος “ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν”, εἴτε διὰ τῆς ει διφθόγγου γράφοιτο, καὶ οὕτως εἰργομένην δηλοῖ, ὡς καὶ Αἰσχύλος ἐν Βασσάραις· καὶ ὅτι τὸ ἰλλομένην οὕτως ὑπὸ τοῦ Πλάτωνος εἴρηται, δηλοῖ τὰ ἐν Φαίδωνι περὶ τῆς γῆς εἰρημένα, ἐν οἷς φησιν “ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδὲ ἧττον οὐδαμόσε κλιθῆναι,” δηλοῖ δὲ καὶ τὸ Τιμαίου ῥητόν, ὅπερ ὁ Πλάτων ἐν τούτοις παρέξεσεν, οὕτως ἔχον “γᾶ δὲ ἐν μέσῳ ἱδρυμένα ἑστία θεῶν ὅρος τ’ ὄρφνας καὶ αὐγᾶς γίνεται δύσιάς τε καὶ ἀντολὰς γεννῶσα κατὰ ἀποτομὰς τῶν ὁριζόντων· πρεσβίστα δὲ ἐντὶ τῶν ἐντὸς ὠρανῶ σωμάτων”. εἶτα ὀλίγα εἰπὼν περὶ τῶν ἄλλων στοιχείων ἐπάγει “ὥστε ῥίζα πάντων καὶ βάσις τῶν ἄλλων ἁ γᾶ καὶ ἐρήρεισται ἐπὶ τᾶς αὐτᾶς ῥοπᾶς”. Ὁ δὲ Ἀλέξανδρος “τοῦ Ἀριστοτέλους” φησὶν “οὕτω λέγοντος εἰρῆσθαι ἐν Τιμαίῳ καὶ τῆς λέξεως αὐτῆς τῆς ἰλλομένης σημαινούσης τὸ βιάζεσθαι ὡς οὐχ οὕτως εἰρημένου πρὸς ἰδίας ὑποθέσεις τὰ λεγόμενα μεταφερόντων ἐστί·2 καὶ γὰρ τὸ στρεφομένην”, φησίν, “εἰς ὃ μεταλαμβάνουσι τὸ ἰλλομένην, καὶ αὐτὸ κινήσεώς ἐστι σημαντικόν. εἰ δὲ ἀλλαχοῦ”, φησίν, “ὁ Πλάτων ἄλλως λέγει”, ὑπὸ τοῦ ἐν Φαίδωνι δηλονότι νυττόμενος, “οὐδὲν τοῦτο”, φησί, “πρὸς τὸν λόγον· ὁ γὰρ Ἀριστοτέλης τὸ ἐν Τιμαίῳ εὐθύνει, εἴτε ἀρεσκόμενος αὐτῷ Πλάτων οὕτω λέγει εἴτε καὶ ὡς Τιμαίου δόξαν”.
“有些人甚至主张[大地]虽居于中心”直至“正如《蒂迈欧篇》中所写的那样”。 在谈论了那些主张大地处于中心之外而围绕中心运动的人之后,他接着补充道,有些人甚至说大地虽居于中心,却“被卷绕”且运动,正如柏拉图的《蒂迈欧篇》中所写的那样。但柏拉图在《蒂迈欧篇》中的原话如下:“而大地,我们的哺育者,紧绕着那贯穿一切而延伸的轴极,他将其设计为昼夜的守护者与创造者,是在天界之内生成之诸神中最先且最古老者。”在此处,他用贯穿一切而延伸的“轴极”指代轴线;因为在柏拉图那里,“轴极”有三种含义:他在《斐多篇》中将天球称为“轴极”,在《蒂迈欧篇》中指天球围绕其旋转的轴线两端,而在此处则指轴线。至于“紧绕着”一词,无论用iota书写,皆表示“被捆绑”,诗人阿波罗尼奥斯也是如此说:“从巨大的脊背上抖落那被锁链捆绑者”,荷马也说:“用绳索强行捆绑不情愿者并将他带走”;或者用双元音ei书写,同样表示“被阻拦(被禁闭)”,正如埃斯库罗斯在《巴萨莱》中所述;而“紧绕着”被柏拉图以此义言及,可由《斐多篇》中关于大地的论述所表明,他在其中说:“因为处于均匀物中央的处于平衡状态的物体,不会更有倾向或更少倾向于倒向任何方向”;柏拉图在这些地方所因袭的蒂迈欧之言辞同样表明了这一点,其文如下:“大地安放于中央,成为诸神的祭坛以及黑暗与光明的界限,依据地平圈的切口产生落与出;它是天界之内诸物体中最古老者。”随后,在简略谈及其他元素之后,他又补充道:“故而大地为万物之根基及其他事物的基座,且稳固地立于同一平衡之上。” 然而亚历山大说:“在亚里士多德说《蒂迈欧篇》中是如此表述,且‘紧绕着’这个词本身亦表示受迫(被强力束缚)的情况下,却仿佛它并非如此表述一般〔来对待〕,乃是将所说之事曲解为迎合自身假说之人的做派;因为,”他说,“他们用以替代‘紧绕着’的‘旋转着’,其本身同样是表示运动的。即使柏拉图在别处有不同的说法,”他说——显然这是受了《斐多篇》之语的触动——“这与论辩也毫无干系;”他说,“因为亚里士多德所审理的是《蒂迈欧篇》中的说法,无论柏拉图是赞同该说法而如此说,还是将其作为蒂迈欧的见解而述之。”
- 2.52τὸ δὲ ἰλλομένην, εἴτε διὰ τοῦ ἰῶτα γράφοιτο, τὸ δεδεσμημένην δηλοῖ... εἴτε διὰ τῆς ει διφθόγγου γράφοιτο, καὶ οὕτως εἰργομένην δηλοῖ
由 εἴτε... εἴτε... 引导的两个希求法条件从句形成对照,主节动词 δηλοῖ 分别统辖分词述语(τὸ δεδεσμημένην 与 εἰργομένην)。该句的骨干表明,无论采用何种拼写(带 iota 还是带双元音 ei),该词皆表示“拘束/静止”而非“旋转运动”。
- 2.52ὡς οὐχ οὕτως εἰρημένου πρὸς ἰδίας ὑποθέσεις τὰ λεγόμενα μεταφερόντων ἐστί
ὡς οὐχ οὕτως εἰρημένου 是表示主观托词/理由的属格独立结构,而 μεταφερόντων ἐστί 是表属性或特质的属格述语结构(意为“属于/是……之人的做派”)。该结构用以指责那些在有两个前提属格独立结构(τοῦ Ἀριστοτέλους οὕτω λέγοντος... 和 τῆς λέξεως... σημαινούσης)成立的情况下仍强词夺理的人。
