- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:515.14-516.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
简析关于大地运动与静止的各派学说,重点介绍大地及若干遮挡天体绕中央运转之说,并通过观测者所处地表与中心点之间距离的角度,解释亚里士多德如何为“偏心”说辩护以拯救视差缺失与地平圈平分天球等天象。
" Ὁμοίως δὲ καὶ περὶ μονῆς καὶ κινήσεως ἕως τοῦ τὴν ἡμίσειαν ἀπεχόντων ἡμῶν τῆς διαμέτρου." Μετὰ τὴν περὶ τῆς θέσεως τῆς γῆς ἱστορίαν καὶ τὰς περὶ τῆς κινήσεως αὐτῆς καὶ μονῆς ἱστορεῖ δόξας καὶ λέγει, ὅτι, ὅσοι μὴ ἐπὶ τοῦ μέσου κεῖσθαι λέγουσι τὴν γῆν, οὗτοι κινεῖσθαι κύκλῳ φασὶν αὐτὴν περὶ τὸ μέσον, ὥσπερ οἱ Πυθαγόρειοι, καὶ οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὴν ἀντίχθονα [κινεῖσθαι περὶ τὸ μέσον λέγουσιν]· ἐνίοις δὲ δοκεῖ μὴ τὴν ἀντίχθονα μίαν οὖσαν, ἀλλὰ πλείω σώματα τοιαῦτα ἐνδέχεσθαι φέρεσθαι περὶ τὸ μέσον, ὥσπερ δὲ τὴν ἀντίχθονα ἄδηλον ἡμῖν ἔλεγον οἱ Πυθαγόρειοι διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, οὕτω καὶ ταῦτα διὰ τὴν αὐτὴν αἰτίαν μὴ ὁρᾶσθαι πρὸς ἡμῶν. τίνων δὲ ἡ τοιαύτη δόξα, οὐκ εἶπε. λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι δύναται τοῦτο καὶ ὡς Πυθαγορείων τινῶν ἐπὶ ταύτης γενομένων τῆς δόξης ἀκούεσθαι. τεκμήριον δὲ ἐποιοῦντο τοῦ λόγου τοῦδε τὸ τὴν σελήνην πολλάκις ἐκλείπειν καὶ πρὸς τὸν ἥλιον· διὰ γὰρ τὸ μὴ μόνον ὑπὸ τῆς γῆς, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων τούτων σωμάτων τῶν περὶ τὸ μέσον κινουμένων ἀντιφράττεσθαι πολλάκις αὐτὴν ἐκλείπειν, Ἐπειδὴ δὲ τοῖς μὴ ἐπὶ τοῦ μέσου λέγουσι τὴν γῆν, ἀλλ’ ἔξω τοῦ μέσου ἢ ἑστάναι ἢ κινεῖσθαι, ἀντέπιπτε τὸ τὰ φαινόμενα ὡς κέντρου λόγον ἐχούσης τῆς γῆς καὶ ἐν τῷ μέσῳ οὔσης οὕτω συμβαίνειν· εἰ γὰρ μὴ μέση τοῦ παντὸς ἐτύγχανεν ἡ γῆ κέντρου λόγον ἔχουσα πρὸς τὸν οὐρανόν, οὐκ ἂν τοῖς ἀπὸ διαφόρων τόπων τηροῦσιν οἱ αὐτοὶ ἀστέρες ἰσομεγέθεις ἐφαίνοντο, ὡς εἰ ἐν τῷ αὐτῷ τόπῳ ἐτύγχανον οἱ τηροῦντες· ἀλλὰ καὶ τὰ διὰ τῆς ὄψεως ἡμῶν ἐκβαλλόμενα ἐπίπεδα, ἃ καλοῦμεν ὁρίζοντας, διχοτομοῦντα φαίνεται πάντοτε τὴν οὐρανίαν σφαῖραν καὶ τοὺς ἐν αὐτῇ μεγίστους κύκλους, ὡς ἓξ μὲν ἀεὶ ζῴδια τοῦ ζῳδιακοῦ κύκλου ὑπὲρ γῆς ἡμῖν φαίνεσθαι, ἓξ δὲ ὑπὸ γῆν μένειν, ὅπερ οὐ συνέβαινεν, εἰ μέγεθός τι αἰσθητὸν εἶχε πρὸς τὸν οὐρανὸν ἡ γῆ ἢ μὴ ἐν τῷ μέσῳ ἦν· ταύτας οὖν καὶ τὰς τοιαύτας ἐνστάσεις ὡς ἀπ’ ἐκείνων λύων ὁ Ἀριστοτέλης δύνασθαί φησι τὰ φαινόμενα σῴζεσθαι καὶ κατὰ τὴν τοιαύτην δόξαν ὡς καὶ κατὰ τοὺς ἐν μέσῳ λέγοντας εἶναι τὴν γῆν. οὐδὲ γὰρ οἱ ἐν μέσῳ λέγοντες κέντρον αὐτὴν τοῦ παντὸς λέγουσιν· οὐ γὰρ ἀμερής ἐστιν, ὥσπερ τὸ κέντρον, τοσοῦτον ἔχουσα μέγεθος· ἀλλὰ καὶ κατὰ τούτους τὸ τοῦ παντὸς κέντρον οὐχὶ ἡ γῆ ὅλη ἐστίν, ἀλλὰ τὸ τῆς γῆς κέντρον. οὕτω δὲ ἔσται ἡ τῆς γῆς ἐπιφάνεια, ἀφ’ ἧς αἵ τε τηρήσεις γίνονται καὶ τὰ ἐπίπεδα τῶν ὁριζόντων ἐκβάλλεται, τὸ ἡμισφαίριον ὅλον τῆς γῆς ἀπέχουσα1 ἀπὸ τοῦ κέντρου τοῦ παντός. εἰ οὖν τὸ ἡμισφαίριον ἡμῖν ἀπέχουσι τοῦ κέντρου τοῖς ἐπὶ τῆς ἐπιφανείας τῆς γῆς οἰκοῦσιν οὐδεμία γίνεται παραλλαγὴ πρὸς τὰ φαινόμενα,2 ὡς εἰ καὶ ἐπ’ αὐτοῦ τοῦ κέντρου ἦμεν, κἂν ὅλην τὴν σφαῖραν ἀπέχειν τις ὑπόθηται τοῦ κέντρου τὴν γῆν, ὡς οἱ ἐκτὸς τοῦ κέντρου λέγοντες αὐτὴν εἶναι, οὐδὲν κωλύει σῴζεσθαι τὰ φαινόμενα. εἰ μὲν γὰρ ἐν τῷ μέσῳ τῆς γῆς οὔσης ἐν τῷ κέντρῳ ἡμεῖς ᾠκοῦμεν, ἦν ἂν πολλὴ παραλλαγὴ πρὸς τοὺς λέγοντας ἔξω τοῦ μέσου τὴν γῆν εἶναι, εἰ δὲ καὶ ἐν τῷ μέσῳ τῆς γῆς ὑποτιθεμένης οὐκ ἐν τῷ κέντρῳ οἰκοῦμεν, ἀλλ’ ἐν τῇ ἐπιφανείᾳ, οὐ πολλὴν ἕξει παραλλαγὴν ἡ τῆς γῆς ἐπιφάνεια, κἂν ἐν τῷ μέσῳ ἡ γῆ κεῖται κἂν ἔξω τοῦ μέσου. καὶ γὰρ τῆς ἐκτὸς καὶ τῆς ἐν τῷ μέσῳ κειμένης γῆς αἱ πρὸς ἀλλήλας νεύουσαι ἐπιφάνειαι3 ἐν τῷ αὐτῷ σχεδὸν εἶναι τόπῳ δύνανται.
“同样关于静止与运动”直至“尽管我们相距半个直径”。 在关于大地位置的考察之后,他也考察了关于其运动与静止的见解,并指出,凡主张大地不位于中央者,皆称大地如毕达哥拉斯学派那样围绕中央作圆周运动,且[他们主张]不仅大地,连对地也[围绕中央运动]。但某些人认为,可能不仅对地这一个天体,而是有若干这样的物体围绕中央运行;正如毕达哥拉斯学派说对地因大地的遮挡而对我们隐而不显一样,这些物体由于同样的原因也不被我们看见。这是谁的见解,他并未说明;但亚历山大说,这亦可理解为某些毕达哥拉斯派学者持有这一见解。他们将月亮即使相对于太阳也频繁发生月食作为此论的证据;因为月亮之所以频繁发生月食,是由于不仅被大地遮挡,也被围绕中央运动的这些其他物体所阻隔。 然而,对于主张大地不在中央、而在中央之外静止或运动的人,曾有一条反驳意见指出:诸天象的呈现,恰如大地具有中心点的比例且居于中央一样。因为如果大地不是碰巧处于整体的中央并对天界具有中心点的比例,那么从不同地点进行观测的人,就不会觉得同样的星辰大小均等,仿佛观测者处于同一地点一样;不仅如此,由我们的视线所延展出的平面——即我们称之为地平圈者——似乎始终将天球及其内部的最大圆平分,以至于黄道十二宫中总有六宫在我们头上的地面之上显现,另有六宫留在地面之下;如果大地相对于天界具有某种可感知的量度,或者不在中央,这本是不会发生的。因此,亚里士多德代表他们化解这些以及诸如此类的异议,指出依照此类见解,天象也同样能够得到拯救,正如依据主张大地在中央者一样。因为即便主张大地在中央的人,也并不称大地本身就是宇宙的中心点;因为大地具有如此巨大的量度,并非像中心点那样不可分割;毋宁说依照他们,宇宙的中心点并非整个大地,而是大地的中心点。这样一来,作为观测起点且地平圈平面由此延展的大地表面,就将与宇宙中心点相隔整个大地的半球(即半径)。因此,如果我们这些居住于大地表面、与中心点相隔半球的人,相对于诸天象并未产生任何偏差,宛如我们就在中心点本身一样,那么即便有人像主张大地处于中心之外的人那样,设定大地与中心点相距其整个球体,也丝毫不妨碍天象得到拯救。因为假使在大地位于中央时我们居住在中心点,那么相对于主张大地在中央之外的人就会产生巨大偏差;但如果即使在大地设于中央时我们也不是居住在中心点而是居住在表面,那么无论大地处于中央还是处于中央之外,大地的表面都不会有太大偏差。因为实际上,处于外部的大地与处于中央的大地各自朝向彼此的表面,几乎能够处于同一位置。
- 2.51τὸ ἡμισφαίριον ὅλον τῆς γῆς ἀπέχουσα
τὸ ἡμισφαίριον 是表示空间范围或距离的副词性宾格(内宾格)。在几何意义上指相当于半球深度(即球体半径)的距离,与引文中的 τὴν ἡμίσειαν ... τῆς διαμέτρου(直径之半)相呼应。
- 2.51εἰ οὖν τὸ ἡμισφαίριον ἡμῖν ἀπέχουσι τοῦ κέντρου τοῖς ἐπὶ τῆς ἐπιφανείας τῆς γῆς οἰκοῦσιν οὐδεμία γίνεται παραλλαγὴ πρὸς τὰ φαινόμενα
与格短语 ἡμῖν ... τοῖς ἐπὶ τῆς ἐπιφανείας τῆς γῆς οἰκοῦσιν 作与 γίνεται 相关的关涉与格,并与分词 ἀπέχουσι(与格阳性复数)一致。τὸ ἡμισφαίριον 同样为空间范围的宾格。全句构成条件从句:“如果对于我们这些居住于地表且距中心相隔半球的人来说,在天象上并不产生差异”。
- 2.51καὶ γὰρ τῆς ἐκτὸς καὶ τῆς ἐν τῷ μέσῳ κειμένης γῆς αἱ πρὸς ἀλλήλας νεύουσαι ἐπιφάνειαι
τῆς ἐκτὸς [κειμένης] καὶ τῆς ἐν τῷ μέσῳ κειμένης γῆς 是修饰名词 ἐπιφάνειαι(表面)的所属属格,指两种设想下的大地(处于中央者与处于外部者)。修饰语分词短语 αἱ πρὸς ἀλλήλας νεύουσαι(“互相对向的/互向倾斜的”)作主句动词 δύνανται 的主语。
